Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
  2. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,
  3. ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
  4. κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,
  5. Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
  6. ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
  7. ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω
  8. ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,
  9. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
  10. τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
  11. ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
  12. χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
  13. ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
  14. αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
  15. δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες
  16. εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
  17. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
  18. εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
  19. ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
  20. βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες