Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
  2. ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
  3. καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
  4. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
  5. αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
  6. Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
  7. ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
  8. αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
  9. αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
  10. ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
  11. καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·
  12. τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
  13. εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
  14. τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,
  15. οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
  16. ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
  17. σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
  18. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
  19. Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
  20. μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς