Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
  2. δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
  3. Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
  4. Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
  5. πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
  6. σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
  7. οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
  8. οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
  9. οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
  10. ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
  11. ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε
  12. χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
  13. ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·
  14. Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
  15. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
  16. ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·
  17. πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
  18. λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  19. νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν
  20. πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.