Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
  2. ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
  3. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
  4. Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
  5. ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
  6. ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
  7. ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
  8. δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
  9. πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
  10. γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
  11. ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
  12. ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
  13. λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
  14. οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
  15. βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
  16. νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
  17. ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
  18. ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
  19. ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
  20. ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν