Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
  2. οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
  3. ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
  4. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  5. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
  6. χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
  7. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
  8. μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
  9. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
  10. ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
  11. ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
  12. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
  13. τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
  14. χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
  15. κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
  16. τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
  17. πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
  18. ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
  19. ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
  20. ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.