Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
  • ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας
  • στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
  • ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
  • ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
  • αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
  • πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον
  • φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
  • καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,
  • εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
  • ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
  • ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
  • τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
  • κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,
  • ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
  • πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
  • κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
  • ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
  • ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,
  • πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.