Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
  • ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
  • ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
  • ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
  • ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
  • ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
  • ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
  • αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
  • δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
  • καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
  • ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
  • ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
  • ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
  • εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
  • συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
  • ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
  • πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
  • Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,
  • πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,
  • ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.