Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.
  • τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
  • ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε
  • δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
  • ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
  • ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
  • ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
  • πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
  • παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
  • ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
  • τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
  • τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
  • ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη
  • ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
  • ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
  • ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
  • εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
  • οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
  • ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
  • καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.