Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
  • ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
  • οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
  • κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι
  • τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·
  • οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
  • δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
  • ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
  • ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη
  • τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·
  • δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
  • τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.
  • ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
  • ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
  • ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν
  • εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.
  • καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ
  • τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
  • ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
  • θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας