Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα
  2. ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
  3. τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
  4. τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
  5. θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
  6. ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
  7. ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
  8. καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς
  9. χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
  10. ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,
  11. πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,
  12. χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ
  13. τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
  14. χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.
  15. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
  16. πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.
  17. ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
  18. οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν
  19. κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,
  20. πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.