Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
  2. ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
  3. Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι
  4. νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
  5. Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
  6. αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
  7. Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
  8. πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
  9. αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
  10. ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
  11. ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
  12. πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
  13. ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
  14. τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς
  15. Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
  16. στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
  17. καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
  18. ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
  19. Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
  20. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς