Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
  2. ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
  3. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
  4. ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
  5. εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
  6. ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
  7. τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  8. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
  9. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
  10. ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
  11. φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
  12. ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
  13. ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
  14. ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
  15. αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
  16. ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
  17. ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
  18. αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
  19. Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
  20. κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.