Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
  2. Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
  3. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  4. ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
  5. πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
  6. μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
  7. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  8. οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
  9. ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
  10. ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.
  11. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  12. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
  13. ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
  14. ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ
  15. σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο
  16. θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
  17. ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
  18. γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
  19. ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
  20. Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην