Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
  2. ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
  3. ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων
  4. ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
  5. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
  6. εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
  7. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
  8. ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
  9. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  10. Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
  11. στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
  12. Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
  13. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
  14. αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων
  15. καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε
  16. καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
  17. ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς
  18. ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας
  19. ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
  20. βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι