Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
  2. ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
  3. τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
  4. τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
  5. ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
  6. ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
  7. ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
  8. ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
  9. υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
  10. ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
  11. στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
  12. πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
  13. τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
  14. θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
  15. Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
  16. ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
  17. ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
  18. ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
  19. Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι
  20. ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.