Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
  2. καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον
  3. Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
  4. τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
  5. πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
  6. ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
  7. πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη
  8. σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
  9. ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
  10. ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
  11. καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
  12. εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
  13. Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
  14. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος
  15. ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
  16. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
  17. ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
  18. ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
  19. Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
  20. ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε