Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
  2. νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
  3. ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
  4. δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
  5. Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
  6. χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
  7. ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
  8. τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
  9. τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
  10. πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
  11. ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
  12. ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
  13. χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
  14. αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
  15. ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
  16. πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
  17. πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
  18. ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
  19. Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
  20. κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας