Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
  2. αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
  3. υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
  4. χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
  5. οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
  6. τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
  7. εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
  8. ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
  9. τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
  10. Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
  11. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  12. πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
  13. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  14. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
  15. εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  16. ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
  17. μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
  18. εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
  19. ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
  20. ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ