Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.
  2. ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
  3. κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
  4. ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
  5. ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
  6. αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
  7. ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
  8. ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
  9. ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
  10. τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
  11. τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
  12. ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
  13. νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
  14. ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
  15. τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
  16. ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
  17. τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
  18. τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
  19. σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
  20. τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν