Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  2. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  3. θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
  4. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  5. πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
  6. νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
  7. ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
  8. ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
  9. νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;
  10. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·
  11. πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
  12. ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
  13. δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
  14. ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
  15. ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
  16. ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
  17. ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
  18. φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
  19. νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
  20. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·