Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
  2. ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
  3. δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
  4. κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
  5. σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ
  6. ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
  7. τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
  8. αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
  9. κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
  10. σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
  11. ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
  12. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  13. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  14. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  15. ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  16. οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
  17. βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
  18. ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
  19. οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
  20. εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,