Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  2. στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
  3. ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
  4. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
  5. νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν
  6. ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
  7. αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
  8. αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
  9. διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·
  10. οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
  11. οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
  12. αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.
  13. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
  14. καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
  15. πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων
  16. παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.
  17. ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
  18. εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
  19. ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
  20. καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων