Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·
- ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην
- ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,
- ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.
- ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
- παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
- ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
- χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
- τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
- κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
- Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
- ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
- τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·
- ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
- ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
- αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
- αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
- μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν