Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
  • ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
  • θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο
  • πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
  • εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
  • αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
  • Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς
  • ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
  • τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
  • ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
  • τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
  • κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
  • ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
  • ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
  • ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
  • πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
  • εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι
  • οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
  • ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
  • Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·