Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
  2. Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
  3. λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
  4. ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
  6. ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
  7. ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
  8. πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,
  9. πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·
  10. εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
  11. τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
  12. τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
  13. ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
  14. εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·
  15. ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
  16. σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.
  17. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  18. χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
  19. οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·
  20. τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ