Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.
  • οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
  • οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
  • Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
  • Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
  • κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
  • κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
  • φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
  • καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
  • τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·
  • καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις
  • τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
  • καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
  • ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
  • μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
  • ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
  • μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ
  • ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς
  • σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
  • εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,