Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ
  2. χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
  3. θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις
  4. χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
  5. ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
  6. χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·
  7. Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
  8. ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
  9. τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
  10. τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
  11. ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο
  12. ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
  13. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  14. ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
  15. ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
  16. ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
  17. εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
  18. οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.
  19. ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
  20. ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν