Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
  2. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  3. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  4. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
  5. Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·
  6. μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
  7. αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
  8. ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·
  9. καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
  10. ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
  11. οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα
  12. οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
  13. οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
  14. κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
  15. οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.
  16. ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·
  17. βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
  18. αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος
  19. Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
  20. λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.