Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ΛΑΓΩΣ. περὶ τούτου ὁ μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί (fr. 57 R)·

  1. τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέσεις
  2. σκευασίας εἰσίν. κεῖνος δ’ οὖν ἐστιν ἄριστος,
  3. ἂν πεινῶσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ,
  4. θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου
  5. μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ σ’ ὁρῶντα
  6. ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθιε λάβρως.
  7. αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσὶν διὰ παντὸς
  8. σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα
  9. καὶ κατέλαια λίαν, ὥσπερ γαλῇ ὀψοποιούντων.
Ναυσικράτης δ’ ὁ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν· λέγει δὲ ὧδε (II 296 K)·
  1. ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε
  2. λέοντας ἢ τοιοῦτον ἕτερον θηρίον;
  3. οὗ δασύποδ’ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον.
Ἀλκαῖος δ’ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων (I 759 K)·
  1. κορίαννον ἵνα τί λεπτόν; Β. ἵνα τοὺς δασύποδας
  2. οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.

Τρύφων δέ φησι (fr. 19 Vels)· ‘τὸν λαγὼν ἐπ᾽ αἰτιατικῆς ἐν Δαναίσιν Ἀριστοφάνης ὀξυτόνως καὶ μετὰ τοῦ ν λέγει (I 456 K)·

  1. λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν.
καὶ ἐν Δαιταλεῦσιν (I 445 K)·
v.2.p.372
  1. ἀπόλωλα· τίλλων τὸν λαγὼν ὀφθήσομαι.
Ξενοφῶν δ’ ἐν Κυνηγετικῷ (c. 5, 1) χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως, ἐπεὶ τὸ καθ’ ἡμᾶς ἐστι λαγός. ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν καὶ λαὸν λεών, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσι. τῇ δὲ τὸν λαγὸν ἑνικῇ αἰτιατικῇ ἀκόλουθός ἐστιν ἡ παρὰ Σοφοκλεῖ ἐν Ἀμύκῳ σατυρικῷ πληθυντικὴ ὀνομαστική (fr. 108)·
  1. γέρανοι, χελῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
τῇ δὲ λαγὼν ἡ διὰ τοῦ ω παραπλησίως προσαγορευομένη λαγῲ παρ’ Εὐπόλιδι ἐν Κόλαξιν (I 303 K)· ‘ἵνα πάρα μὲν βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἱλίποδες.’ εἰσὶν δ’ οἳ καὶ ταῦτ’ ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν περισπωμένως προφέρονται. δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπειδὴ τὰ εἰς οσ λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι, κἂν μεταληφθῇ εἰς τὸ ω παρ’ Ἀττικοῖς· ναὸς νεώς, κάλος κάλως. οὕτως δ’ ἐχρήσατο τῷ ὀνόματι καὶ Ἐπίχαρμος καὶ Ἡρόδοτος καὶ ὁ τοὺς Εἵλωτας ποιήσας. εἶτά ἐστι τὸ μὲν Ἰακὸν λαγός (Amipsiae I 675 K)·
  1. λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον,
τὸ δὲ λαγὼς Ἀττικόν. λέγουσι δὲ καὶ Ἀττικοὶ λαγός, ὡς Σοφοκλῆς (fr. 108)·
  1. γέρανοι, κορῶναι, γλαῦκες, ἰκτῖνοι, λαγοί.
τὸ μέντοι
ἢ πτῶκα λαγωόν
Il. 23.310 εἰ μέν ἐστιν Ἰωνικόν, πλεονάζει τὸ ω, εἰ δ’ Ἀττικόν, τὸ ο. λαγῷα δὲ λέγεται κρέα.’

Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν ὑπομνήμασι (FHG IV 421) ‘κατὰ τὴν Ἀντιγόνου τοῦ Γονατᾶ φησιν βασιλείαν τοσοῦτον πλῆθος γενέσθαι

v.2.p.373
λαγῶν ἐν Ἀστυπαλαίᾳ, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαντεύσασθαι. καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγετεῖν· ἁλῶναί τε ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. ἐγένετο δὲ τὸ πλῆθος τοῦτο Ἀναφαίου τινὸς ἐμβαλόντος δύο λαγωοὺς εἰς τὴν νῆσον· ὡς καὶ πρότερον Ἀστυπαλαιέως τινὸς ἀφέντος δύο πέρδικας εἰς τὴν Ἀνάφην τοσοῦτον πλῆθος ἐγένετο περδίκων ἐν τῇ Ἀνάφῃ, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς κατοικοῦντας. κατ’ ἀρχὰς δ’ ἡ μὲν Ἀστυπάλαια οὐκ εἶχεν λαγώς, ἀλλὰ πέρδικας .....’ πολύγονον δ’ ἐστὶ τὸ ζῷον ὁ λαγώς, ὡς Ξενοφῶν εἴρηκεν ἐν τῷ Κυνηγετικῷ (5, 13). καὶ Ἡρόδοτος δ’ οὕτως φησίν (III 108)· ‘τοῦτο μὲν ὅτι ὁ λαγὼς ὑπὸ πάντων θηρεύεται, καὶ θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου, οὕτω δή τι πολύγονόν ἐστιν, ἐπικυίσκει τε μόνον πάντων θηρίων, καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί, τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇς μήτρῃσι πλάσσεται, τὸ δ’ ἐπαναιρέεται.’ Πολύβιος δ᾽ ἐν τῇ δωδεκάτῃ τῶν ἱστοριῶν (c. 3, 10) γίγνεσθαί φησι παρόμοιον τῷ λαγῷ ζῷον τὸν κούνικλον καλούμενον, γράφων οὕτως· ‘ὁ δὲ κούνικλος καλούμενος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός· ὅταν δ’ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν. γίνεται δὲ τὸ πλεῖον κατὰ γῆς.’ μνημονεύει δ’ αὐτῶν καὶ Ποσειδώνιος ὁ φιλόσοφος ἐν τῇ ἱστορίᾳ (FHG III 275)· ‘καὶ ἡμεῖς εἴδομεν πολλοὺς κατὰ τὸν ἀπὸ Δικαιαρχείας
v.2.p.374
πλοῦν ἐπὶ Νέαν πόλιν. νῆσος γάρ ἐστιν οὐ μακρὰν τῆς γῆς κατὰ τὰ τελευταῖς μέρη τῆς Δικαιαρχείας ὑπ’ ὀλίγων μὲν κατοικουμένη, πολλοὺς δὲ ἔχουσα τοὺς κουνίκλους τούτους.’ καλοῦνται δέ τινες καὶ χελιδονίαι λαγωοί. μνημονεύει Δίφιλος ἢ Καλλιάδης ἐν Ἀγνοίᾳ οὕτως (II 541 K)·
  1. τί τοῦτο; ποδαπὸς οὗτος;
  2. Β. χελιδόνειος ὁ δασύπους, γλυκεῖα δ’ ἡ μίμαρκυς.
Θεόπομπος δὲ ἐν τῇ κʹ τῶν ἱστοριῶν (FHG I 301) περὶ τὴν Βισαλτίαν φησὶ λαγωοὺς γίγνεσθαι δύο ἥπατα ἔχοντας.

ΣΥΟΣ δὲ ἀγρίου ἐπεισενεχθέντος, ὃς κατ’ οὐδὲν ἦν ἐλάττων τοῦ καλοῦ γραφομένου Καλυδωνίου, ‘προβάλλω, τὶς ἔφη, σοὶ ζητεῖν, φροντιστὰ καὶ λογιστὰ Οὐλπιανέ, τίς ἱστόρηκε τὸν Καλυδώνιον σῦν θήλειάν τε γεγονέναι καὶ λευκὸν τὴν χρόαν.’ ὃ δὲ σφόδρα φροντίσας καὶ τὸ προβληθὲν ἀποδιοπομπησάμενος ‘ἀλλ’ ὑμεῖς γε, ἔφη, ἄνδρες γάστρωνες, εἰ μὴ κόρον ἤδη ἔχετε τοσούτων ἐμπλησθέντες, ὑπερβάλλειν μοι δοκεῖτε πάντας τοὺς ἐπὶ πολυφαγίᾳ διαβοήτους γενομένους· καὶ τίνες εἰσὶν οὗτοι ζητεῖτε. προφέρεσθαι δὲ δίκαιόν ἐστιν ὑμᾶς σὺν τῷ σ σῦς ἐτυμώτερον· παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν χωρὶς τοῦ κατ’ ἀρχὰς σ ὗς. οἳ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα. νῦν δέ, εἰ δοκεῖ, ἀποκρίνασθέ μοι τίς μνημονεύει κατὰ τὸ σύνθετον

v.2.p.375
ὁμοίως ἡμῖν συάγρου ἐπὶ τοῦ συὸς τοῦ ἀγρίου. Σοφοκλῆς μὲν γὰρ ἐν Ἀχιλλέως Ἐρασταῖς ἐπὶ κυνὸς ἔταξε τοὔνομα ἀπὸ τοῦ σῦς ἀγρεύειν, λέγων (fr. 159 N)·
  1. σὺ δ᾽, ὦ Σύαγρε, Πηλιωτικὸν τρέφος.
παρ’ Ἡροδότῳ δὲ ὄνομα κύριον Σύαγρος Λάκων γένος, ὁ πρὸς Γέλωνα τὸν Συρακόσιον πρεσβεύσας περὶ τῆς πρὸς τοὺς Μήδους συμμαχίας ἐν τῇ ἐβδόμῃ (c. 153). καὶ Αἰτωλῶν δὲ οἶδα στρατηγὸν Σύαγρον, οὗ μνημονεύει Φύλαρχος ἐν τετάρτῃ ἱστοριῶν (FHG I 335).’ καὶ ὁ Δημόκριτος ἔφη· ‘ἀεί ποτε σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά. κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῷος Φιλητᾶς ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων ὁμοίως ἐκείνῳ διαλυθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ·
  1. ξεῖνε, Φιλητᾶς εἰμί. λόγων ὁ ψευδόμενός με
  2. ὤλεσε καὶ νυκτῶν φροντίδες ἑσπέριοι.

ἵν’ οὖν μὴ καὶ σὺ ζητῶν τὸν σύαγρον ἀφαυανθῇς, μάθε ὅτι Ἀντιφάνης μὲν ἐν Ἁρπαζομένῃ οὕτως ὠνόμασε (II 27 K)·

  1. λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν
  2. τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.
Διονύσιος δὲ ὁ τύραννος ἐν τῷ Ἀδώνιδι (p. 616 N)·
  1. νυμφῶν ὑπὸ σπήλυγγα τὸν αὐτόστεγον
    v.2.p.376
  2. σύαγρον ἐκβόλειον εὔθηρον κλύειν,
  3. ᾧ πλεῖστ’ ἀπαρχὰς ἀκροθινιάζομαι.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Ἀπολλόδωρον ἐπιστολῇ γράφει οὕτως· ‘ἵνα τὰ μὲν αἴγεια τοῖς παισί, τὰ δὲ συάγρεια μετὰ τῶν φίλων αὐτὸς ἔχῃς.’ καὶ Ἱππόλοχος δὲ ὁ Μακεδών, οὗ ἐμνημονεύσαμεν ἐν τοῖς πρὸ τούτων (IV 128 a), ἐν τῇ πρὸς τὸν προειρημένον Λυγκέα ἐπιστολῇ ἐμνήσθη συάγρων πολλῶν. ἐπεὶ δὲ σὺ καὶ τὸ προβληθέν σοι ἀποπροσπεποίησαι περὶ τῆς χρόας τοῦ Καλυδωνίου, συός εἴ τις αὐτὸν ἱστορεῖ λευκὸν τὴν χρόαν γεγονότα, ἐροῦμεν ἡμεῖς τὸν εἰπόντα· τὸ δὲ μαρτύριον ἀνίχνευσον σύ. πάλαι γὰρ τυγχάνω ἀνεγνωκὼς τοὺς Κλεομένους τοῦ Ῥηγίνου διθυράμβους, ὧν ἐν τῷ ἐπιγραφομένῳ Μελεάγρῳ τοῦτο ἱστόρηται (III 564 B). οὐκ ἀγνοῶ δ’ ὅτι οἱ περὶ τὴν Σικελίαν κατοικοῦντες ἀσχέδωρον καλοῦσι τὸν σύαγρον. Αἰσχύλος γοῦν ἐν Φορκίσι παρεικάζων τὸν Περσέα τῷ ἀγρίῳ τούτῳ συί φησιν (fr. 254)·
  1. ἔδυ δ’ ἐς ἄντρον ἀσχέδωρος ὥς.
καὶ Σκίρας (εἷς δ’ ἐστὶν οὗτος τῆς Ἰταλικῆς καλουμένης κωμῳδίας ποιητής, γένος Ταραντῖνος) ἐν Μελεάγρῳ φησίν·
  1. ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ
  2. οὔτ’ ἀσχέδωρος νεμόμενος καπρώζεται.
ὅτι δὲ Αἰσχύλος διατρίψας ἐν Σικελίᾳ πολλαῖς κέχρηται φωναῖς Σικελικαῖς οὐδὲν θαυμαστόν.

περιεφέροντο καὶ ΕΡΙΦΟΙ πολλάκις ποικίλως ἐσκευασμένοι· ἄλλοι δὲ καὶ πολὺ τοῦ ὀποῦ ἔχοντες,

v.2.p.377
οἵτινες οὐ τὴν τυχοῦσαν ἡδονὴν παρεῖχον ἡμῖν. καὶ γὰρ τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατόν ἐστι. Κλειτόμαχος γοῦν ὁ Καρχηδόνιος οὐδενὸς δεύτερος τῶν ἀπὸ τῆς νέας Ἀκαδημείας κατὰ τὴν θεωρίαν ὢν Θηβαῖόν τινα ἀθλητὴν ὑπερβαλεῖν ἰσχύι φησὶ τοὺς καθ’ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ καὶ γλίσχροι οἱ χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ὁ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δ’ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν.

τὰ δὲ παρὰ τοῖς κωμῳδιοποιοῖς λεγόμενα δεῖπνα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον ἢ τῇ φάρυγγι, ὥσπερ τὰ παρὰ Ἀντιφάνει μὲν ἐν Ἀκεστρίᾳ (II 17 K)·

  1. κρέας δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις (φησίν) ; Β. τίνος;
  2. εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι
  3. μήτ’ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε.
  4. τῶν δ’ αἰγιδίων κατὰ ταὔθ’ ἃ μὴ τυρὸν ποιεῖ,
  5. ἐρίφου. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν
  6. ταῦτ’ ἐσθίων τὰ φαῦλ’ ἀνέχομαι.
ἐν δὲ Κύκλωπί φησι (II 65 K)·
  1. τῶν χερσαίων δ’ ὑμῖν ἥξει
  2. παρ’ ἐμοῦ ταυτί·
  3. βοῦς ἀγελαῖος, τράγος ὑλιβάτης,
  4. αἲξ οὐρανία, κριὸς τομίας,
  5. κάπρος ἐκτομίας, ὗς οὐ τομίας,
  6. δέλφαξ, δασύπους, ἔριφοι, ....
    v.2.p.378
  7. τυρὸς χλωρός, τυρὸς ξηρός,
  8. τυρὸς κοπτός, τυρὸς ξυστός,
  9. τυρὸς τμητός, τυρὸς πηκτός.

Μνησίμαχος δ’ ἐν Ἱπποτρόφῳ τοιαῦτα παρασκευάζει (II 437 K)·

  1. βαῖν’ ἐκ θαλάμων κυπαρισσορόφων
  2. ἔξω, Μάνη· στεῖχ’ εἰς ἀγορὰν
  3. πρὸς τοὺς Ἑρμᾶς,
  4. οὗ προσφοιτῶσ’ οἱ φύλαρχοι,
  5. τούς τε μαθητὰς τοὺς ὡραίους,
  6. οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους
  7. μελετᾷ Φείδων καὶ καταβαίνειν·
  8. οἶσθ’ οὓς φράζω;
  9. τούτοις τοίνυν ἄγγελλ᾽, ὁτιὴ
  10. ψυχρὸν τοὔψον, τὸ ποτὸν θερμόν,
  11. ξηρὸν φύραμ᾽, ἄρτοι ξηροί·
  12. σπλάγχν’ ὀπτᾶται, χναῦμ’ ἥρπασται,
  13. κρέας ἐξ ἅλμης ἐξῄρηται,
  14. τόμος ἀλλᾶντος, τόμος ἠνύστρου,
  15. χορδῆς ἕτερος, φύσκης ἕτερος
  16. διαλαιμοτομεῖθ’ ὑπὸ τῶν ἔνδον·
  17. κρατὴρ ἐξερροίβδητ’ οἴνου·
  18. πρόποσις χωρεῖ· λέπεται κόρδαξ·
  19. ἀκολασταίνει νοῦς μειρακίων·
  20. πάντ’ ἐστ’ ἔνδον τὰ κάτωθεν ἄνω.
  21. μέμνησ’ ἃ λέγω, πρόσεχ’ οἷς φράζω.
  22. χάσκεις οὗτος;
    v.2.p.379
βλέψον δευρί· πῶς αὐτὰ φράσεις; αὐτίκ’ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθ᾽, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθ’ ἕκαστα λέγων· βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος, θρῖον, φυλλάς, θύννου τεμάχη, γλάνιδος, γαλεοῦ, ῥίνης, γόγγρου· φοξῖνος ὅλος, κορακῖνος ὅλος, μεμβράς, σκόμβρος, θυννίς, κωβιός, ἠλακατῆνες, κυνὸς οὐραῖον τῶν καρχαριῶν, νάρκη, βάτραχος, πέρκη, σαῦρος, τριχίας, φυκίς, βρίγκος, τρίγλη, κόκκυξ, τρυγών, σμύραινα, φάγρος, μύλλος, λεβίας, σπάρος, αἰολίας, θρᾷττα, χελιδών, καρίς, τευθίς, ψῆττα, δρακαινίς, πουλυπόδειον, σηπία, ὀρφώς, κάραβος, ἔσχαρος, ἀφύαι, βελόναι, κεστρεύς, σκορπίος, ἔγχελυς, ἄρκτος, κρέα τ’ ἄλλα (τὸ πλῆθος ἀμύθητον) χηνός, χοίρου, βοός, ἀρνός, οἰός, κάπρου, αἰγός, ἀλεκτρυόνος, νήττης, κίττης, πέρδικος, ἀλωπεκίου.
v.2.p.380
  1. καὶ μετὰ δεῖπνον θαυμαστὸν ὅσ’ ἔστ᾽
  2. ἀγαθῶν πλήθη.
  3. πᾶς δὲ κατ’ οἴκους μάττει, πέττει,
  4. τίλλει, κόπτει, τέμνει, δεύει,
  5. χαίρει, παίζει, πηδᾷ, δειπνεῖ,
  6. πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ βινεῖ.
  7. σεμναὶ δ’ αὐλῶν ἀγαναὶ φωναί,
  8. μολπά, κλαγγὰ θράττει, νεῖται πνεῖται.
  9. κούραν Κασίας
  10. ἀπὸ γᾶς ἁγίας, ἁλίας Συρίας
  11. ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ
  12. λιβάνου, μάρου, σμύρνης, καλάμου,
  13. στύρακος, βάρου,
  14. λίνδου, κίνδου, κισθοῦ, μίνθου·
  15. τοιάδε δόμους ὁμίχλη κατέχει
  16. πάντων ἀγαθῶν ἀνάμεστος.

ἐπὶ τούτοις λεγομένοις παρηνέχθη ἡ ῥοδουντία καλουμένη λοπάς· περὶ ἧς ἐξετραγῴδησεν ὁ σοφὸς ἐκεῖνος μάγειρος, πρὶν καὶ ἐπιδεῖξαι ὅ τι φέρει. διεχλεύαζέ τε τοὺς πάνυ μαγείρους γενομένους, ὧν καὶ μνημονεύων ἔφη· ‘τί τοιοῦτον ἐξεῦρεν ὁ παρὰ Ἀνθίππῳ τῷ κωμικῷ μάγειρος, ὃσ ἐν τῷ Ἐγκαλυπτομένῳ τοιάδε ὠγκώσατο (IV 459 M)·

  1. Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος
  2. ἐγένονθ’ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης·
  3. ἐδίδασκε δ’ αὐτοὺς Σικελιώτης Λάβδακος.
  4. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα
    v.2.p.381
ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυίαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντ᾽ ἀφεῖλον εἶναί θ’ ὑπέλαβον τὸν τοῖς τοιούτοισ παντοπώλην χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐποίουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ᾽ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος πιών τιν’ ἅλμην ἀπέθανεν· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. Β. μάλ’ εἰκότως. Α. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ· ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν ταῖς χερσὶν ὄψει βιβλία ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην, οὐθὲν Διοδώρου διαφέροντ’ Ἀσπενδίου. γεύσω δ᾽, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων· οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα, τεταγμέν’ εὐθύς ἐστί μοι πρὸς τὸν βίον· ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην
v.2.p.382
  1. ἔχον πατρῴαν οὐσίαν κατεσθίει·
  2. τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας
  3. καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων
  4. ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα·
  5. ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός,
  6. πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ’ ἔχων.
  7. τῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας·
  8. ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολήν
  9. ἐστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον·
  10. ὅταν ἐγγὺς ᾖ δ’ ὅδ’ ὕστερος, ἀρτύω φακῆν
  11. καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρὸν ποιῶ.
  12. τὰ τῶν γερόντων στόματα διαφορὰν ἔχει,
  13. νωθρότερα πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων.
  14. σίναπυ παρατίθημι τούτοις καὶ ποιῶ
  15. χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν,
  16. ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα.
  17. ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν
  18. ἕκαστος ὑμῶν.

καὶ ὁ παρὰ Διονυσίῳ δὲ ἐν Θεσμοφόρῳ μάγειρος, ἄνδρες δαιταλεῖς, (οὐ χεῖρον γὰρ καὶ τούτου μνησθῆναι) τί φησίν (II 423 K) ;ʼ

  1. σφόδρα μοι κεχάρισαι, Σιμία, νὴ τοὺς θεούς,
  2. ταυτὶ προείπας· τὸν μάγειρον εἰδέναι
  3. πολὺ δεῖ γὰρ αἰεὶ πρότερον οἷς μέλλει ποιεῖν
  4. τὸ δεῖπνον ἢ τὸ δεῖπνον ἐγχειρεῖν ποιεῖν.
  5. ἂν μὲν γὰρ ἕν τις τοῦτ’ ἐπιβλέψῃ μόνον,
  6. τοὔψον ποιῆσαι κατὰ τρόπον πῶς δεῖ, τίνα
    v.2.p.383
τρόπον παραθεῖναι δ’ ἢ πότ’ ἢ πῶς σκευάσαι δεῖ, μὴ προίδηται τοῦτο μηδὲ φροντίσῃ, οὐκέτι μάγειρος, ὀψοποιός ἐστι δέ. οὐ ταὐτὸ δ’ ἐστὶ τοῦτο, πολὺ διήλλαχεν. .... στρατηγὸς πᾶς καλεῖθ’ ὃς ἂν λάβῃ δύναμιν, ὁ μέντοι δυνάμενος κἀν πράγμασιν ἀναστραφῆναι καὶ διαβλέψαι τί που στρατηγός ἐστιν, ἡγεμὼν δὲ θάτερον, οὕτως ἐφ’ ἡμῖν σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσμαθ’ ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτ’ ἄν· ὀψοποιὸς οὖν μόνον ἐστὶν ὁ τοιοῦτος, ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ καὶ τίν’ ἰχθὺν ἀγοράσαι, ....... πάντα μὲν λήψει σχεδὸν αἰεὶ γάρ· οὐκ αἰεὶ δὲ τὴν τούτων χάριν ἔχεις ὁμοίαν οὐδ’ ἴσην τὴν ἡδονήν. Ἀρχέστρατος γέγραφέ τε καὶ δοξάζεται παρά τισιν οὕτως ὡς λέγων τι χρήσιμον. τὰ πολλὰ δ’ ἠγνόηκε κοὐδὲ ἓν λέγει. μὴ πάντ᾽ ἄκουε μηδὲ πάντα μάνθανε τῶν βιαίων ἔσθ’ ἕνεκα τὰ γεγραμμένα, κενὰ μᾶλλον ἢ ὅτε ἦν οὐδέπω γεγραμμένα. οὐδ᾽ ἔστιν εἰπεῖν περὶ μαγειρικῆς, ἐπεὶ εἶπ’ ἀρτίως ...................
v.2.p.384
  1. ὅρον γὰρ οὐκ ἔσχηκεν οὗ ὁ καιρός
  2. αὐτὴ δ’ ἑαυτῆς ἐστι δεσπότης. ἐὰν δ᾽
  3. εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης
  4. καιρὸν δ’ ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη.
  5. ΣΙΜ. ἄνθρωπε, μέγας εἶ. Α. τουτονὶ δ᾽, ὃν ἀρτίως
  6. ἔφης ἔχοντα πεῖραν ἥκειν πολυτελῶν
  7. πολλῶν τε δείπνων, ἐπιλαθέσθαι, Σιμία,
  8. πάντων ποιήσω, θρῖον ἂν δείξω μόνον
  9. παραθῶ τε δεῖπνον ὄζον αὔρας Ἀττικῆς.
  10. ἐξ ἀντλίας ἥκοντα καὶ γέμοντ’ ἔτι
  11. φορτηγικῶν μοι βρωμάτων ἀγωνίαις
  12. τἠμῇ ποιήσω νυστάσαι παροψίδι.’

  1. πρὸς ταῦτα Αἰμιλιανὸς ἔφη·
  2. ‘βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
  3. εἰρημέν’ ἐστί
κατὰ τοὺς Ἡγησίππου Ἀδελφούς (IV 479 M)· σὺ οὖν ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτ’ ἐμέ, καὶ δεῖξον ὃ φέρεις καὶ λέγε τί ἐστι.’ καὶ ὅς· ‘καταφρονεῖς ὅτι μάγειρός εἰμι ἴσως· ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ, κατὰ τὸν κωμικὸν Δημήτριον, ὃς ἐν τῷ ἐπιγραφομένῳ Ἀρεοπαγίτῃ ταῦτ’ εἴρηκεν (IV 539 M)·
  1. ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ,
  2. οὐδεὶς ὑποκριτής ἐσθ’ ὅλως εἰργασμένος.
  3. καπνιζομένη τυραννὶς αὕτη ᾽σθ’ ἡ τέχνη.
    v.2.p.385
  4. ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην,
  5. παρ’ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ’ ἐγὼ
  6. τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.
  7. τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός,
  8. ὅτ’ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,
  9. ἀνάληψιν ἐποίησ’ εἰσενέγκας κάππαριν.’
‘γυμνὴν ἐποίησεν Ἀθηνᾶν Λαχάρης, οὐδὲν ἐνοχλοῦσαν· σὲ δ’ ἐνοχλοῦντα νῦν ἐγώ, ὁ Αἰμιλιανὸς ἔφη, εἰ μὴ δείξεις ὅ τι φέρεις.’ καὶ ὃς μόλις ἔφη· ‘ῥοδωνιὰν καλῶ μὲν τὴν λοπάδα ταύτην ἐγώ· ἐσκεύασται δ’ οὕτως, ἵνα καὶ ἥδυσμα στεφανωτικὸν μὴ μόνον ἐπὶ τῆς κεφαλῆς λαβὼν σχῇς, ἀλλὰ καὶ ἔνδον σεαυτοῦ καὶ πανδαισίᾳ τὸ σωμάτιον πᾶν ἑστιάσῃς. ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδει τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθ’ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ.’ καὶ ἅμα λέγων ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς ἀληθῶς τινα τῶν παρόντων εἰπεῖν· Il. 14.173
  1. τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
  2. ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ αὐτμή.
τοσαύτη διεχύθη ἀπὸ τῶν ῥόδων εὐωδία.

μετὰ ταῦτα περιενεχθεισῶν ὀρνίθων τε ὀπτῶν

v.2.p.386
φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις, ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει· ‘πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος ἣ μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἷον ὁ κύαμος, πισός· ἐτνηρὸν γὰρ ἐκ τούτων ἕψημα γίνεται· τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος· τὸ δὲ φακῆς, οἷον ἀφάκη, φακός· τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων.’ πισοῦ δὲ τοῦ ὀσπρίου μνημονεύει καὶ Εὔπολις ἐν Χρυσῷ γένει. Ἡλιόδωρος δ’ ὁ περιηγητὴς ἐν αʹ περὶ ἀκροπόλεως (FHG IV 425) ‘τῆς τῶν πυρῶν, φησίν, ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν.’ τοιούτων ἔτι πολλῶν λεγομένων ὁ Δημόκριτος ἔφη· ‘ἀλλὰ κἂν τῆς φακῆς ἐάσατε ἡμᾶς μεταλαβεῖν ἢ αὐτῆς γε τῆς χύτρας, μὴ καὶ λίθοις τις ὑμῶν βεβλήσεται, κατὰ τὸν Θάσιον Ἡγήμονα.’ καὶ ὁ Οὐλπιανὸς ἔφη· ‘τίς δ’ αὕτη ἡ λιθίνη βαλλητύς; Ἐλευσῖνι γὰρ τῇ ἐμῇ οἶδά τινα πανήγυριν ἀγομένην καὶ καλουμένην Βαλλητύν· περὶ ἧς οὐκ ἄν τι εἴποιμι μὴ παρ’ ἑκάστου μισθὸν λαβών.’ ‘ἀλλ’ ἔγωγε, φησὶν ὁ Δημόκριτος, οὐκ ὢν ‘λαβάργυρος ὡρολογητὴς’ κατὰ τὸν Τίμωνος Πρόδικον (fr. 11 W) λέξω τὰ περὶ τοῦ Ἡγήμονος.

Χαμαιλέων ὁ Ποντικὸς ἐν ἕκτῳ περὶ τῆς ἀρχαίας κωμῳδίας (fr. 18 Koepke) ‘Ἡγήμων ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο καὶ ἐποίησεν ἔν τινι τῶν παρῳδιῶν·

v.2.p.387
  1. ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
  2. χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον·
  3. δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει ᾽ς τὸν ἀγῶνα.
  4. καὶ τότ’ ἐγὼ θάρσησα.
εἰσῆλθε δέ ποτε καὶ εἰς τὸ θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε·
  1. λίθοι μὲν οἵδε· βαλλέτω δ’ εἴ τις θέλει·
  2. ἀγαθὸν δὲ κἀν χειμῶνι κἀν θέρει φακῆ.
εὐδοκίμει δ’ ὁ ἀνὴρ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ ταῦτα σφόδρα παρὰ τοῖς Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν γενομένων περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς ἀπέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δ᾽, ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ· διέμειναν δ’ ἀκροώμενοι καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθ’ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς τὰς Ἀθήνας. ὃ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ τὸν Διόνυσον τεχνίτας προσῆλθε μετ’ αὐτῶν Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὃ δὲ
v.2.p.388
θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δ’ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων τὰς ἡσυχίας ἤγαγον δι’ Ἀλκιβιάδην, φυγόντος δι’ εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου.’

αὕτη παρ’ ἡμῶν, Οὐλπιανέ, ἡ βαλλητύς. σὺ δ’ ὅταν βουληθῇς ἐρεῖς περὶ τῆς Ἐλευσῖνι.’ καὶ ὁ Οὐλπιανός· ‘ἀλλά με ἀνέμνησας, καλὲ Δημόκριτε, μνησθεὶς χύτρας ποθοῦντα μαθεῖν πολλάκις τίς ἡ Τηλεμάχου καλουμένη χύτρα καὶ τίς ὁ Τηλέμαχος.’ καὶ ὁ Δημόκριτος ἔφη· ‘Τιμοκλῆς ὁ τῆς κωμῳδίας ποιητὴς (ἦν δὲ καὶ τραγῳδίας) ἐν μὲν δράματι Λήθῃ φησί (II 461 K)·

  1. μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανε.
  2. καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
  3. ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας,
  4. ἐν αἷσιν ἕψεις τοὺς κυάμους.’ καὶ ταῦτά γε
  5. ἔφη τε καὶ παριόντα Φείδιππον πάλιν
  6. τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
  7. ἐπόππυσ᾽, εἶτ’ ἐκέλευσε πέμπειν σαργάνας.
ὅτι δὲ καὶ τῶν δήμων Ἀχαρνεὺς ὁ Τηλέμαχος ὁ αὐτὸς ποιητής φησιν ἐν Διονύσῳ οὕτως (II 454 K)·
  1. ὁ δ’ Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ.
  2. οὗτος δ’ ἔοικε τοῖς νεωνήτοις Σύροις.
  3. Β. πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.
  4. Α. θανατηγὸν καλὴν χύτραν φέρει.
ἐν δ’ Ἰκαρίοις σατύροις φησίν (II 459 K)·
v.2.p.389
  1. ὥστ’ ἔχειν οὐδὲν παρ’ ἡμῖν. νυκτερεύσας δ’ ἀθλίως
  2. πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος
  3. βδέων
  4. παντελῶς ἔπνιξεν ἡμᾶς, εἶθ’ ὁ λιμὸς ἥπτετο.
  5. ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ
  6. οὐδ’ ἐκεῖνος οὐθὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν
  7. δραμὼν
  8. Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν
  9. ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ’ ὄνος ἡμᾶς
  10. ὡς ὁρᾷ,
  11. ..... ὁ Κηφισόδωρος περὶ τὸ βῆμ᾽, ἐπέρδετο.
ἐκ τούτων δῆλόν ἐστιν ὅτι Τηλέμαχος κυάμων χύτρας ἀεὶ σιτούμενος ἦγε Πυανέψια πορδὴν ἑορτήν.

ἔτνους δὲ κυαμίνου μνημονεύει Ἡνίοχος ὁ κωμικὸς ἐν Τροχίλῳ λέγων οὕτως (II 432)·

  1. πρὸς ἐμαυτὸν ἐνθυμούμενος, νὴ τοὺς θεούς,
  2. ὅσῳ διαφέρει σῦκα καρδάμων. σὺ δὲ
  3. Παύσωνι φὴς τὸ δεῖνα προσλελαληκέναι;
  4. Β. καὶ πρᾶγμά γ᾽ ἠρώτα με δυστράπελον πάνυ,
  5. ἔχον δὲ πολλὰς φροντίδων διεξόδους.
  6. Α. λέγ’ αὐτό· καὶ γὰρ οὐκ ἀγέλοιόν ἐστ’ ἴσως.
  7. Β. ἔτνος κυάμινον διότι τὴν μὲν γαστέρα
  8. φυσᾷ, τὸ δὲ πῦρ οὔ. Α. χάριεν οἷς γινώσκεται
  9. τὸ πρᾶγμα τοῦ Παύσωνος. ὡς δ’ ἀεί ποτε
    v.2.p.390
  10. περὶ τοὺς κυάμους ἔσθ’ οὗτος ὁ σοφιστὴς γέλως.

τοιούτων οὖν πολλάκις λεγομένων ὕδωρ ἐφέρετο κατὰ χειρῶν. καὶ πάλιν ὁ Οὐλπιανὸς ἐζήτει εἰ τὸ χέρνιβον εἴρηται, καθάπερ ἡμεῖς λέγομεν ἐν τῇ συνηθείᾳ. καί τις αὐτῷ ἀπήντησεν λέγων τὸ ἐν Ἰλιάδι · Il. 24.302

  1. ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν’ ὁ γεραιὸς
  2. χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
  3. χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα.
Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως (i. e. Andoc. 29)· ‘τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.’ χειρόνιπτρον δ᾽ Εὔπολις ἐν Δήμοις (I 289 K)·
  1. κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον·
  2. ἀνὴρ δ’ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης
  3. νικᾷ τε πάντασ χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
Ἐπίχαρμος δ’ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων (p. 242 L)·
  1. κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι,
  2. χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.
ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δ’ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως (I 782 K)·
  1. καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες· ἀλλ’ ἀφαιρεῖν
  2. ὥρα ᾽στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
    v.2.p.391
  3. ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
Μένανδρος Ὑδρίᾳ (IV 208 M)·
  1. οἳ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι φίλτατοι.

Ἀριστοφάνης δὲ ὁ γραμματικὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας (p. 251 N) χλευάζει τοὺς οὐκ εἰδότας τὴν διαφορὰν τοῦ τε κατὰ χειρὸς καὶ τοῦ ἀπονίψασθαι. παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρὸς, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δ’ ὁ γραμματικὸς τοῦτο πεφυλαχέναι παρὰ τοῖς Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πῃ μέν φησι Od. 1.138

  1. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
πῂ δέ· Od. 1.146
  1. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  2. σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι.
καὶ Σώφρων ἐν γυναικείοις (fr. 23 Bo)· ‘τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος πόχ’ ἁμῖν τὰν τράπεζαν.’ παρὰ μέντοι τοῖς τραγικοῖς καὶ τοῖς κωμικοῖς παροξυτόνως ἀνέγνωσται χερνίβα· παρ’ Εὐριπίδῃ ἐν Ἡρακλεῖ (929)·
  1. εἰς χερνίβ’ ὡς βάψειεν Ἀλκμήνης γόνος.
ἀλλὰ καὶ παρ’ Εὐπόλιδι ἐν Αἰξίν (I 262 K)·
  1. αὐτοῦ τὴν χερνίβα παύσεις.
ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφ’ οὗ τὴν θυσίαν ἐπετέλουν· καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου
v.2.p.392
φυλάσσουσιν, ἄν τε ἔχῃ τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνεται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοίκλεψ, παρὰ Σοφοκλεῖ Ἑρμῆς (fr. 927), βέβλεμμαι κατῶβλεψ, παρὰ Ἀρχελάῳ τῷ Χερρονησίτῃ ἐν τοῖς Ἰδιοφυέσιν. ἐν δὲ ταῖς πλαγίοις τὰ τοιαῦτα ἐπὶ τῆς αὐτῆς συλλαβῆς φυλάττειν τὴν τάσιν. Ἀριστοφάνης δ’ ἐν Ἥρωσι (I 472 K) χερνίβιον εἴρηκεν.

ἐχρῶντο δ’ εἰς τὰς χεῖρας ἀποπλύνοντες αὐτὰς καὶ σμήματι ἀπορύψεως χάριν, ὡς παρίστησιν Ἀντιφάνης ἐν Κωρύκῳ (II 67 K)·

  1. ἐν ὅσῳ δ’ ἀκροῶμαί σου κέλευσόν μοί τινα
  2. φέρειν ἀπονίψασθαι. Β. δότω τις δεῦρ’ ὕδωρ
  3. καὶ σμῆμα.
ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο τὰς ἀπομαγδαλίας ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ (fr. 77 Pr). περὶ δὲ τοῦ εὐώδεσι χρίεσθαι τὰς χεῖρας Ἐπιγένης ἢ Ἀντιφάνης φησὶν ἐν Ἀργυρίου ἀφανισμῷ οὕτως (II 26 K)·
  1. καὶ τότε
  2. περιπατήσεις κἀπονίψει κατὰ τρόπον
  3. τὰς χεῖρας εὐώδη λαβὼν τὴν γῆν.
καὶ Φιλόξενος δ’ ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν (fr. 2, 39 B)·
  1. ἔπειτα δὲ παῖδες νίπτρ’ ἔδοσαν κατὰ χειρῶν,
    v.2.p.393
  2. σμήμασιν ἰρινομίκτοις χλιεροθαλπὲς ὕδωρ ἐπεγχέοντες
  3. τόσσον ὅσον τις ἔχρῃζ᾽, ἐκτρίμματά τε ....
  4. λαμπρὰ
  5. σινδονυφῆ, δίδοσαν δὲ χρίματά τ᾽ ἀμβροσίοδμα
  6. καὶ στεφάνους ἰοθαλέας.
Δρόμων δ’ ἐν Ψαλτρίᾳ (II 419 K)·
  1. ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες,
  2. ..... περιεῖλε τὰς τραπέζας, νίμματα
  3. ἐπέχει τις, ἀπενιζόμεθα, τοὺς στεφάνους πάλιν
  4. τοὺς ἑσπερίνους λαβόντες ἐστεφανούμεθα.

ἐκάλουν δ’ ἀπόνιπτρον τὸ ἀπόνιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν. Ἀριστοφάνης (Ach. 616)·

  1. ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας.
ἴσως δὲ καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρ’ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Κλείδημος ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε (FHG I 363)· ‘ὄρυξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος. ἔπειτα παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε· ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις. ἔπειτα αὖθις μύρον κατάχεε.’ παρέθετο ταῦτα καὶ Δωρόθεος, φάσκων καὶ ἐν τοῖς τῶν Εὐπατριδῶν πατρίοις τάδε
v.2.p.394
γεγράφθαι περὶ τῆς τῶν ἱκετῶν καθάρσεως· ‘ἔπειτα ἀπονιψάμενος αὐτὸς καὶ οἱ ἄλλοι οἱ σπλαγχνεύοντες ὕδωρ λαβὼν κάθαιρε, ἀπόνιζε τὸ αἷμα τοῦ καθαιρομένου καὶ μετὰ τὸ ἀπόνιμμα ἀνακινήσας εἰς ταὐτὸ ἔγχεε.’

χειρόμακτρον δὲ καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ· ὅπερ ἐν τοῖς προκειμένοις (p. 409e) Φιλόξενος ὁ Κυθήριος ὠνόμασεν ἔκτριμμα. Ἀριστοφάνης Ταγηνισταῖς (I 521 K)·

  1. φέρε, παῖ, ταχέως κατὰ χειρὸς ὕδωρ,
  2. παράπεμπε τὸ χειρόμακτρον.
σημειωτέον δὲ ὅτι καὶ μετὰ τὸ δειπνῆσαι κατὰ χειρὸς ἔλεγον, οὐχ ὡς Ἀριστοφάνης ὁ γραμματικός φησιν ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ κατὰ χειρὸς ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι ἀπονίψασθαι (supra p. 408f). Σοφοκλῆς Οἰνομάῳ (fr. 429)·
  1. σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος.
καὶ Ἡρόδοτος ἐν δευτέρᾳ (c. 122). Ξενοφῶν δ’ ἐν αʹ Παιδείας γράφει (3, 5)· ‘ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρῃ τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ’ αὐτῶν ἐγένετο.’ Πολέμων δ’ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι (fr. 62 Pr). Δημόνικος δ’ ἐν τῷ Ἀχελωνίῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων (IV 570 M)·
  1. ἐσπουδάκει δ’ ἕκαστος ὡς ἂν ἑστιῶν
  2. ἅμα τ’ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον.
  3. τὸ γοῦν κατὰ χειρὸς περιέγραψ᾽, εἴπας ὅτι
  4. μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.
    v.2.p.395
ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις (I 14 K)· ‘ὠμολίνοις κόμη βρύουσ’ ἀτιμίας πλέως.’ Σαπφὼ δ’ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην (fr. 44 B)·
  1. χειρόμακτρα δὲ καγγονων
  2. πορφύρᾳ καταυταμενἀτατι
  3. Μνᾶσις πέμψ’ ἀπὺ Φωκάας
  4. δῶρα τίμια καγγόνων,
κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ (FHG I 25)· ‘γυναῖκες δ’ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.’ Ἡρόδοτος δ’ ἐν τῇ βʹ φησί (c. 122)· ‘μετὰ δὲ ταῦτα ἔλεγον τοῦτον τὸν βασιλέα ζωὸν καταβῆναι κάτω εἰς ὃν οἱ Ἕλληνες Ἅιδην νομίζουσι κἀκεῖθι συγκυβεύειν τῇ Δήμητρι, καὶ τὰ μὲν νικᾶν αὐτήν, τὰ δὲ ἑσσοῦσθαι ὑπ’ αὐτῆς· καί μιν πάλιν ἀναφικέσθαι δῶρον ἔχοντα παρ’ αὐτῆς χειρόμακτρον χρύσεον.’

τὸν δὲ τῷ χερνίβῳ ῥάναντα παῖδα διδόντα κατὰ χειρὸς Ἡρακλεῖ ὕδωρ, ὃν ἀπέκτεινεν ὁ Ἡρακλῆς κονδύλῳ, Ἑλλάνικος μὲν ἐν ταῖς ἱστορίαις Ἀρχίαν φησὶ καλεῖσθαι· δι’ ὃν καὶ ἐξεχώρησε Καλυδῶνος. ἐν δὲ τῷ δευτέρῳ τῆς Φορωνίδος Χερίαν αὐτὸν ὀνομάζει (FHG I 45). Ἡρόδωρος δ’ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθ’ Ἡρακλέα λόγου (FHG II 36) Εὔνομον. καὶ Κύαθον δὲ τὸν Πύλητος μὲν υἱόν, ἀδελφὸν δὲ Ἀντιμάχου ἀπέκτεινεν ἄκων Ἡρακλῆς οἰνοχοοῦντα αὐτῷ, ὡς Νίκανδρος ἱστορεῖ ἐν

v.2.p.396
δευτέρῳ Οἰταικῶν (fr. 17 Schn), ᾧ καὶ ἀνεῖσθαί φησι τέμενος ὑπὸ τοῦ Ἡρακλέους ἐν Προσχίῳ, ὃ μέχρι νῦν προσαγορεύεσθαι Οἰνοχόου.

ἡμεῖς δ’ ἐνταῦθα καταπαύσαντες τὸν λόγον ἀρχὴν ποιησόμεθα τῶν ἑξῆς ἀπὸ τῆς τοῦ Ἡρακλέους ἀδηφαγίας.