Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Τὴν κατὰ τὴν Λυσιτανίαν (χώρα δ’ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι) διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης, ἀνδρῶν ἄριστε Τιμόκρατες, ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν (c. 8, 4 H) φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ
πολλῶν δὲ λεχθέντων ἐπὶ τοῖς ἰχθύσι λόγων δῆλος μὲν ἦν ἀχθόμενος ὁ Κύνουλκος. καὶ ὁ καλὸς Δημόκριτος αὐτὸν προφθάσας ἔφη· ‘ἀλλὰ μήν, ‘ἄνδρες ἰχθύες’ κατὰ τὸν Ἄρχιππον (I 685 K), παρελίπετε (δεῖ γὰρ καὶ ἡμᾶς μικρὰ προσοψωνῆσαι) τούς τε ὀρυκτοὺς ἰχθύας καλουμένους, οἳ ἐν Ἡρακλείᾳ γίγνονται καὶ περὶ Τίον τοῦ Πόντου τὴν Μιλησίων ἀποικίαν, ἱστοροῦντος περὶ αὐτῶν Θεοφράστου (fr. 171 W). ὁ δ’ αὐτὸς οὗτος φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων
Μνασέας δὲ ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ (FHG III 150) τοὺς ἐν τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους (fr. 272 R) φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. Φιλοστέφανος δ’ ὁ Κυρηναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος, ἐν τῷ περὶ τῶν παραδόξων ποταμῶν (FHG III 32) ἐν Ἀόρνῳ φησὶ τῷ ποταμῷ διὰ Φενεοῦ ῥέοντι ἰχθῦς εἶναι φθεγγομένους ὁμοίως κίχλαις· καλεῖσθαι δ᾽ αὐτοὺς ποικιλίας. Νυμφόδωρος δ’ ὁ Συρακόσιος ἐν τοῖς Περίπλοις (FHG II 376) ἐν τῷ Ἑλώρῳ ποταμῷ λάβρακας εἶναί φησι καὶ ἐγχέλεις μεγάλας οὕτω τιθασοὺς ὡς ἐκ τῶν χειρῶν δέχεσθαι τῶν προσφερόντων ἄρτους. ἐγὼ δὲ ἐν τῇ κατὰ Χαλκίδα Ἀρεθούσῃ τεθέαμαι, ἴσως δὲ καὶ ὑμῶν οἱ πλεῖστοι, κεστρεῖς χειροήθεις καὶ ἐγχέλεις ἐνώτια ἐχούσας ἀργυρᾶ καὶ χρυσᾶ, λαμβανούσας τε καὶ λαμβάνοντας παρὰ τῶν προσφερόντων τροφὰς τά τε ἀπὸ τῶν ἱερείων σπλάγχνα καὶ τυροὺς χλωρούς. Σῆμος δ’ ἐν ἕκτῳ Δηλιάδος (FHG IV 494) ‘Ἀθηναίοις, φησί, θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε κἀν τῇ φιάλῃ
Πολύβιος δ’ ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν (c. 10 H) μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποταμοῦ πεδίον εἶναι, δι’ οὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον ῥέοντας παρὰ πόλεις ὁμωνύμους κατοικουμένας ὑπὸ Κελτῶν. ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς. εἶναί τε τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον πεφυκυῖαν· ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ δύο καὶ τρεῖς πήχεις ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ· μεθ’ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς (φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζη) πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. ἐν Ἰνδοῖς δέ φησι Θεόφραστος (fr. 171 W) τοὺς ἰχθῦς ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντας καὶ πηδῶντας πάλιν εἰς τὸ ὕδωρ ἀπιέναι καθάπερ τοὺς βατράχους, ὁμοίους ὄντας τὴν ἰδέαν τοῖς μαξείνοις καλουμένοις ἰχθύσιν.
οὐκ ἔλαθεν δέ με οὐδὲ Κλέαρχος ὁ ἀπὸ τοῦ περιπάτου ὅσ᾽ εἴρηκε καὶ περὶ τοῦ ἐξωκοίτου καλουμένου ἰχθύος ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐνύδρων (FHG II 325). εἴρηκε γὰρ — κρατεῖν δ’ οἶμαι καὶ τῆς λέξεως οὕτως ἐχούσης· ‘ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν ἅδωνιν, τοὔνομα μὲν εἴληφε διὰ τὸ πολλάκις τὰς ἀναπαύσεις ἔξω τοῦ ὑγροῦ ποιεῖσθαι· ἐστὶ δὲ ὑπόπυρρος καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς
ἔτι ὁ αὐτὸς Κλέαρχος καὶ ταῦτά φησι, σαφέστερον τοῦ Κυρηναίου Φιλοστεφάνου, οὗ πρότερον ἐμνήσθην (p. 331 d)· ‘ἐπεί τινες τῶν ἰχθύων οὐκ ἔχοντες βρόγχον φθέγγονται. τοιοῦτοι δ’ εἰσὶν οἱ περὶ Κλείτορα τῆς Ἀρκαδίας ἐν τῷ Λάδωνι καλουμένῳ ποταμῷ· φθέγγονται γὰρ καὶ πολὺν ἦχον ἀποτελοῦσιν.’ Νικόλαος δ’ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν (FHG III 416) ‘περὶ Ἀπάμειαν, φησί, τὴν Φρυγιακὴν κατὰ τὰ Μιθριδατικὰ
οἶδα δὲ καὶ Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς εἰπόντα καὶ περὶ πλήθους ἰχθύων τάδε (FHG III 254)· ‘ὅτε Τρύφων
οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν (FHG IV 479) γράφων οὕτως· ‘ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἐστιν ἡ δῖνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφ’ ἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. καὶ ὁ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, ὁ δὲ μαντευόμενος ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δῖναν καὶ ἀποθεωρεῖ τὸ γινόμενον. μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης ἡ δῖνα καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον ὥστ’ ἐκπλήττεσθαι τὸ ἀόρατον τοῦ πράγματος, τῷ δὲ
οἶδα δὲ καὶ Φύλαρχον εἰρηκότα που (FHG I 334) περὶ μεγάλων ἰχθύων καὶ τῶν συμπεμφθέντων αὐτοῖς σύκων χλωρῶν, ὅτι αἰνιττόμενος Πάτροκλος ὁ Πτολεμαίου στρατηγὸς Ἀντιγόνῳ τῷ βασιλεῖ ἔπεμπεν, ὡς Δαρείῳ Σκύθαι ἐπερχομένῳ αὐτῶν τῇ χώρᾳ· ἔπεμψαν γὰρ οὗτοι μέν, ὥς φησιν Ἡρόδοτος (IV 131), ὄρνιν καὶ ὀιστὸν καὶ βάτραχον· ἀλλ’ ὅ γε Πάτροκλος, ὡς διὰ τῆς τρίτης τῶν ἱστοριῶν φησιν ὁ Φύλαρχος, πεμφθέντων τῶν προειρημένων σύκων καὶ ἰχθύων. ἐτύγχανεν δὲ κωθωνιζόμενος ὁ βασιλεὺς καὶ ὡς πάντες διηποροῦντο ἐπὶ τοῖς δώροις, ὁ Ἀντίγονος γελάσας πρὸς τοὺς φίλους ἔφη γινώσκειν τί βούλεται τὰ ξένια· ἢ γὰρ θαλαττοκρατεῖν ἡμᾶς φησι Πάτροκλος ἢ τῶν σύκων τρώγειν.
οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες
καὶ ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν ἢ Στασῖνος ἢ ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων (fr. 6 K)·
- πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες,
- τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι·
- τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα
- Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ’ ἀνάγκης.
- φεῦγε γὰρ οὐδ’ ἔθελεν μιχθήμεναι ἐν φιλότητι
- πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ
- καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ
- φεῦγεν, Ζεὺς δ’ ἐδίωκε· λαβεῖν δ’ ἐλιλαίετο θυμῷ
- ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
- ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξορόθυνεν,
- ἄλλοτ’ ἀν’ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης,
- ἄλλοτ’ ἀν’ ἤπειρον πολυβώλακα. γίγνετο δ’ αἰεὶ
- θηρί’ ὅσ’ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.
οἶδα δὲ καὶ τὰ περὶ τὴν ἀπόπυριν καλουμένην περὶ τὴν Βόλβην λίμνην, περὶ ἧς Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι φησὶν οὕτως (FHG IV 420)· ‘Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ περιρρέουσιν Ἀμμίτης καὶ Ὀλυνθιακός· ἐμβάλλουσι δ’ ἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου τοῦ Ἡρακλέους καὶ Βόλβης υἱοῦ.
καὶ ταῦτα μὲν ταύτῃ, ἄνδρες ἰχθύες· ὑμεῖς γὰρ πάντα συναθροίσαντες βορὰν ἡμᾶς τοῖς ἰχθύσι παραβεβλήκατε καὶ οὐκ ἐκείνους ἡμῖν, τοσαῦτα εἰπόντες ὅσα οὐδὲ Ἰχθύας ὁ Μεγαρικὸς φιλόσοφος οὐδ’ Ἰχθύων· ὄνομα δὲ καὶ τοῦτο κύριον, οὗ μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσι (I 212 K). δι’ ὑμᾶς δὲ καὶ τῷ παιδὶ παρακελεύσομαι κατὰ τοὺς Φερεκράτους Μυρμηκανθρώπους (I 180 K)·
καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν βʹ Δηλιάδος (FHG IV 493) ‘ὅταν θύωσι τῇ Βριζοῖ — αὕτη δ’ ἐστὶν ἡ ἐνυπνιόμαντις· βρίζειν δ᾽ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν ( Od. 12.7)·
- μηδέποτ’ ἰχθύν, ὦ Δευκαλίων, μηδ’ ἢν αἰτῶ παραθῇς μοι.
ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.’
- ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν —
Χρύσιππον δ᾽, ἄνδρες φίλοι, τὸν τῆς στοᾶς ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον αἰεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα, ὅπερ φησὶ ποιῆσαι Αἰσχρίων ὁ Σάμιος ἰαμβοποιὸς Πολυκράτη τὸν σοφιστὴν ἐπὶ διαβολῇ τῆς ἀνθρώπου σωφρονεστάτης γενομένης. ἔχει δὲ οὕτως τὰ ἰαμβεῖα (II 517 B)·
ἀλλ’ οὖν ὅ γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησι· ‘καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων
- ἐγὼ Φιλαινὶς ἡ ᾽πίβωτος ἀνθρώποις
- ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι.
- μή μ᾽, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων
- χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην·
- οὐ γὰρ μὰ τὸν Ζεῦν, οὐ μὰ τοὺς κάτω κούρους,
- οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης·
- Πολυκράτης δὲ τὴν γενῆν Ἀθηναῖος,
- λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα,
- ἔγραψεν ἅσσ’ ἔγραψ᾽· ἐγὼ γὰρ οὐκ οἶδα.
ὑμεῖς δὲ πολλάκις τοῦ Ἀρχεστράτου τούτου μνημονεύσαντες ἀκολασίας ἐπληρώσατε τὸ συμπόσιον. τί γὰρ τῶν ἐπιτρῖψαι δυναμένων παρέλιπεν ὁ καλὸς οὗτος ἐποποιὸς καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι ἢ κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη (fr. 67 R), ἐφ’ οὗ τοῦ τάφου ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε·
καὶ ἐπὶ τῶν Φαιάκων δὲ ὁ ποιητὴς ἔφη· Od. 8.248
- εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε,
- τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις.
- καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας·
- κεῖν’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι
- τέρπν’ ἔπαθον· τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται.
- [ἥδε σοφὴ βιότοιο παραίνεσις, οὐδέ ποτ’ αὐτῆς
- λήσομαι· ἐκτήσθω δ’ ὁ θέλων τὸν ἀπείρονα
- χρυσόν.]
καὶ ἄλλος δέ τίς φησι τῷ Σαρδαναπάλλῳ
- αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε
- εἵματά τ’ ἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί.
καὶ Ἄμφις δ’ ὁ κωμῳδιοποιὸς ἐν Ἰαλέμῳ (II 242 K) φησί·
- πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι
- τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανὼν
- τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός.
- μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών.
καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει (II 238 K)·
- ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ
- ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ,
- μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς
- κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.
καὶ Βακχίδας δέ τις τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει·
- πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος·
- ὁ θάνατος δ’ ἀθάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.
- πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν·
- κἠγὼ γὰρ ἕστακ’ ἀντὶ Βακχίδα λίθος.
Ἄλεξις δ’ ἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων· (ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι· πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλ’ οὐδ’ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα· οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης
- τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω
- Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας,
- λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν.
- πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων,
- χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν.
- τύρβαζε, Μάνη· γαστρὸς οὐδὲν ἥδιον.
- αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη.
- ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι
- κόμποι κενὰ ψοφοῦντες ἀντ’ ὀνειράτων.
- ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ·
- ἕξεις δ’ ὅσ’ ἂν φάγῃς τε καὶ πίῃς μόνα·
- σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.
κρεῖττον δ’ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως·
παγκάλως δὲ καὶ ὁ Τίμων ἔφη (cf. p. 24 Wachsm.)·
- εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε,
- τερπόμενος μύθοισι· φαγόντι σοι οὔτις ὄνησις.
- καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ
- ἡσθείς.
- ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ
- τούτων
- ἔσθλ’ ἔπαθον· τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.
v.2.p.241
- πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.
Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν (FHG II 319) καὶ διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον Γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδιακέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε·
ἄλλοι δ’ οὕτως λέγουσιν·
- ἢ κρῆ χελώνης δεῖ φαγεῖν ἢ μὴ φαγεῖν.
- ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν.
πόθεν δὲ ὑμῖν, ὦ σοφώτατοι, ἐπῆλθε καὶ ὁ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος; ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων ὁ κωμῳδιοποιὸς οὕτως·
Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ
- ὁ κρουματοποιὸς Δωρίων ποτ’ εἰς Μυλῶν
- ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην
- δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί,
- ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον,
- ἰδών τ’ ἐκεῖ θύοντα τὸν νεωκόρον,
- ‘πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον,
- ἐστὶν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί;’
- ὃ δ’ εἶπεν αὐτῷ ‘Ζηνοποσειδῶνος, ξένε.’
- ὁ Δωρίων δὲ ‘πῶς ἂν οὖν ἐνταῦθ᾽, ἔφη,
- δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ
- καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο;’
- ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν,
- ἀλλ’ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.’
Ἡγήσανδρος δ’ ἐν τοῖς ὑπομνήμασι (FHG IV 416) τάδε φησὶ περὶ αὐτοῦ· ‘Δωρίων ὁ ὀψοφάγος τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς μαστιγῶν αὐτὸν ἐκέλευεν τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν. τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος ‘ἰχθύων σε, φησίν, ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν.’ ὁ αὐτὸς Δωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου Ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ γελοίων ἀπομνημονευμάτων (FHG III 310) φησί· ‘Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς ‘οὐθέν, ἔφη, πλεῖον καταράσομαι τῷ κλέψαντι ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.’ ὅτι δ’ ἦν ὁ Δωρίων οὗτος ἐπὶ ὀψοφαγίᾳ
- οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων
- ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.
οἶδα δὲ καὶ ἃ ὁ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ὁ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε (fr. 12 Koepke)· τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ὃ ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ὃ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητόν· ὡσαύτως οὖν καὶ ὃ ἔστιν ἰδεῖν τοῦτ’ εἶναι ὀπτόν· ὥστ’ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ ὤμοσεν μήτ’ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτ’ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτ’ αὐτὸς ἔλαβεν οὔτ’ ἄλλον ἔχοντα οἶδεν· εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ (p. 245 L)·
- ὁ Ζεύς μ’ ἐκάλεσε, Πέλοπί γ’ ἔρανον ἑστιῶν.
- Β. ἦ παμπόνηρον ὄψον, ὦ ᾽τάν, ὁ γέρανος.
- Α. ἀλλ’ οὔτι γέρανον, ἀλλ’ ἔρανόν γά τοι λέγω.