Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

τοσαῦτα τοῦ Δημοκρίτου εἰπόντος καὶ πιεῖν αἰτήσαντος ἐν τῷ Σαυρία βομβυλιῷ ὁ Οὐλπιανὸς ἔφη· ‘καὶ τίς ὁ Σαυρίας οὗτος;’ καὶ μέλλοντος ἀπεραντολογίας πολλὰς διεξιέναι παρεφάνη πλῆθος οἰκετῶν τὰ πρὸς τὴν ἐδωδὴν εἰσκομίζοντες. περὶ ὧν πάλιν ὁ Δημόκριτος κατὰ τὸ ἀκόλουθον ἔφη· ‘ἀεί ποτε ἐγώ, ἄνδρες φίλοι, τεθαύμακα τὸ τῶν δούλων γένος ὥς ἐστιν ἐγκρατὲς τοσαύταις ἐγκαλινδούμενον λιχνείαις. ταύτας γὰρ ὑπερορῶσιν οὐ μόνον διὰ φόβον ἀλλὰ καὶ κατὰ διδασκαλίαν, οὐ τὴν ἐν Δουλοδιδασκάλῳ Φερεκράτους, ἀλλὰ ἐθισθέντες· οὐχ ὡς ἀπειρημένου τοῦ τοιούτου, καθάπερ ἐν Κῷ τῇ νήσῳ, ὅταν τῇ Ἥρᾳ θύωσι· φησὶ γὰρ Μακαρεὺς ἐν τῇ τρίτῃ Κῳακῶν (FHG IV 442), ὅτι ὁπόταν τῇ Ἥρᾳ θύωσιν οἱ Κῷοι οὔτε εἴσεισιν εἰς τὸ ἱερὸν δοῦλος οὔτε γεύεταί τινος τῶν παρεσκευασμένων· καὶ Ἀντιφάνης δ’ ἐν Δυσπράτῳ φησίν (II 47 K)·

  1. ὁρᾶν τε κείμενα
  2. ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
  3. ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
  4. ὥς φασιν αἱ γυναῖκες.
Ἐπικράτης δ’ ἐν Δυσπράτῳ ἀγανακτοῦντα ποιεῖ τινα τῶν οἰκετῶν καὶ λέγοντα (II 284 K)·
  1. τί γὰρ
  2. ἔχθιον ἢ ‘παῖ παῖ’ καλεῖσθαι παρὰ πότον,
  3. καὶ ταῦτ’ ἀγενείῳ μειρακυλλίῳ τινί,
    v.2.p.84
  4. ἢ τὴν ἀμίδα φέρειν ὁρᾶν τε κείμενα
  5. ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
  6. ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
  7. ὥς φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν ποιεῖ,
  8. γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ
  9. ἡμῶν τι τούτων.
ἐκ τῆς παραθέσεως τῶν ἰαμβείων δῆλός ἐστιν ὁ Ἐπικράτης τὰ τοῦ Ἀντιφάνους μετενεγκών.

Διευχίδας δ’ ἐν τοῖς Μεγαρικοῖς (FHG IV 389)... τὰς καλουμένας, φησίν, Ἀραιὰς (μεταξὺ δὲ τῆς Κνιδίας καὶ τῆς Σύμης εἰσι) γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον καὶ τῶν μὲν εἰς τὸ Δώτιον ἀναχωρησάντων, ... οἳ μὲν μετὰ Φόρβαντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἳ δὲ μετὰ Περιέργου τὴν Καμιρίδα κατέσχον. τότε λέγεται καταράσασθαι τὸν Περίεργον τῷ Φόρβαντι καὶ διὰ τοῦτο τὰς νήσους Ἀραιὰς κληθῆναι. ναυαγήσας δ’ ὁ Φόρβας καὶ Παρθενία ἡ τοῦ Φόρβαντος καὶ τοῦ Περιέργου ἀδελφὴ διενήξαντο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον τόπον Σχεδίαν. καὶ αὐτοῖς περιτυχὼν Θαμνεύς, ὃς ἐτύγχανε κατὰ τὴν Σχεδίαν κυνηγετῶν, ἦγεν ὡς ξενίσων εἰς οἶκον καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀπαγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν ὡς ἄγοντος αὐτοῦ ξένους. ἐλθὼν δ’ εἰς οἶκον ὡς οὐδὲν εὗρε παρεσκευασμένον αὐτὸς ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ τἄλλα τἀκόλουθα ἐπιτελέσας ἐξένισεν αὐτούς. καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη ὡς καὶ

v.2.p.85
τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις δι’ ἐλευθέρων τοὺς ἐναγισμοὺς ἐπιτελεῖν αὐτῷ· καὶ τὸ ἔθος διαμένειν ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. ἐλεύθεροι γάρ εἰσιν οἱ διακονοῦντες, δούλῳ δὲ προσελθεῖν οὔκ ἐστιν ὅσιον.’

ἐπεὶ δὲ καὶ τοῦτ’ ἐστι τῶν ὑπὸ τοῦ Οὐλπιανοῦ προβεβλημένων, καὶ τὸ περὶ τοὺς οἰκέτας, φέρε εἴπωμέν τι καὶ ἡμεῖς ἀναπεμπασάμενοι περὶ αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. Φερεκράτης μὲν γὰρ ἐν Ἀγρίοις φησίν (I 147 K)·

  1. οὐ γὰρ ἦν τότ’ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ
  2. δοῦλος, ἀλλ’ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ’ ἐν οἰκίᾳ.
  3. εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,
  4. ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.
καὶ Ἀναξανδρίδης δὲ ἐν Ἀγχίσῃ φησίν (II 137 K)·
  1. οὐκ ἔστι δούλων, ὦγάθ᾽, οὐδαμοῦ πόλις,
  2. τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα.
  3. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι,
  4. εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην
  5. ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει
  6. δαίμων ἑκάστῳ.

Ποσειδώνιος δέ φησιν ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τῶν ἱστοριῶν ἑνδεκάτῃ (FHG III 257) ‘πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρ’ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδιδῶσιν ἐκείνοις δι’ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί. καὶ τούτῳ

v.2.p.86
τῷ τρόπῳ Μαριανδυνοὶ μὲν Ἡρακλεώταις ὑπετάγησαν, διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ’ ἐν αὐτῇ μόνον τῇ ἰδίᾳ χώρᾳ.’ τάχ᾽ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκε (fr. 73 M)·
  1. δωροφόροι καλεοίαθ’ ὑποφρίσσοντες ἄνακτας.
λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος (FHG IV 355), ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους ἀφαιροῦντες τὸ πικρὸν τῆς ἀπὸ τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δ’ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ’ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατ’ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον· διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας. ὁ Ἔφορος δ’ ἐν γʹ ἱστοριῶν (FHG I 242)· ‘κλαρώτας, φησί, Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δ’ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίᾳ, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ’ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους. Σωσικράτης δ’ ἐν δευτέρῳ Κρητικῶν (FHG IV 501) ‘τὴν μὲν κοινήν, φησί, δουλείαν οἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ ὑπηκόους περιοίκους.’ τὰ παραπλήσια ἱστορεῖ καὶ Δωσιάδας ἐν δʹ Κρητικῶν (FHG IV 399).

Θετταλῶν δὲ λεγόντων πενέστας τοὺς μὴ γόνῳ δούλους,

v.2.p.87
διὰ πολέμου δ’ ἡλωκότας, Θεόπομπος ὁ κωμικὸς ἀποχρησάμενος τῇ φωνῇ φησι (I 752 K)·
  1. δεσπότου πενέστου ῥυσὰ βουλευτήρια.
Φιλοκράτης δ’ ἐν βʹ Θετταλικῶν (FHG IV 477) (̓εἰ γνήσια τὰ συγγράμματα) καλεῖσθαί φησι τοὺς πενέστας καὶ Θετταλικέτας. Ἀρχέμαχος δ᾽ ἐν τῇ τρίτῃ Εὐβοικῶν (FHG IV 314) ‘Βοιωτῶν, φησίν, τῶν τὴν Ἀρναίαν κατοικησάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλ’ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θεσσαλοῖς δουλεύειν καθ’ ὁμολογίας, ἐφ’ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δὲ τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξεις ἀποδώσουσιν· οὗτοι οὖν οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι.’ καὶ Εὐριπίδης δὲ ἐν Φρίξῳ λάτριας αὐτοὺς ὀνομάζει διὰ τούτων (fr. 827 N)·
  1. λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων.

Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν (FHG I 207) ‘οὐκ ἦν, φησί, πάτριον τοῖς Ἕλλησιν ὑπὸ ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθαι’, γράφων οὕτως· ‘καθόλου δὲ ᾐτιῶντο τὸν Ἀριστοτέλη (p. 497 R) διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν· οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς, ὁμοίως δὲ οὐδὲ Φωκεῦσιν, οὔτε θεραπαίνας οὔτε οἰκέτας πλὴν ἐγγὺς τῶν χρόνων. ἀλλὰ πρώτῃ τῇ Φιλομήλου γυναικὶ τοῦ καταλαβόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παραπλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους

v.2.p.88
ἑταῖρον χιλίους οἰκέτας κτησάμενον διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν ὡς τοσούτους τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφῃρημένον. εἰθίσθαι γὰρ ἐν ταῖς οἰκειακαῖς διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέροις.’

Πλάτων δ’ ἐν ἕκτῳ Νόμων φησί (p. 776 c)· ‘τὰ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. σχεδὸν γὰρ πάντων Ἑλλήνων ἡ Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτ’ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δ’ ὡσ οὐκ εὖ γεγονυῖά ἐστιν· ἐλάττω δὲ ἡ Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι τὸ Θετταλῶν τ’ αὖ πενεστικὸν ἔθνος. εἰς ἃ καὶ πάντα ἀποβλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν; οὐ γὰρ ὑγιὲς οὐδὲν ψυχῆς δούλης· οὐ δεῖ γὰρ οὐδὲν ὑγιὲς πιστεύειν αὐτοῖς τὸν νοῦν κεκτημένον. ὁ δὲ σοφώτατος τῶν ποιητῶν φησιν· Od. 17.322

  1. ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς
  2. ἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι.
χαλεπὸν οὖν τὸ κτῆμα ἔργῳ πολλάκις ἐπιδέδεικται περί τε τὰς Μεσσηνίων συχνὰς ἀποστάσεις καὶ περὶ τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων περὶ τὴν Ἰταλίαν παντοδαπὰ κλοπῶν ἔργα καὶ παθήματα· πρὸς ἅ τις ἂν πάντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων. δύο δὴ λείπεσθον μηχαναί, μὴ πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας δουλεύσειν ἀσυμφώνους τε ὅτι μάλιστα
v.2.p.89
εἰς δύναμιν, τρέφειν δ’ αὐτοὺς ὀρθῶς μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δ’ ἑαυτῶν προτιμῶντας ὑβρίζειν τε ἥκιστα εἰς αὐτούς. κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτ᾽ οὖν θηλείαις μήτε ἄρρεσιν· ἃ δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν.’

πρώτους δ’ ἐγὼ τῶν Ἑλλήνων οἶδα ἀργυρωνήτοις δούλοις χρησαμένους Χίους, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἑβδόμῃ καὶ δεκάτῃ τῶν ἱστοριῶν (FHG I 300)· ‘Χῖοι πρῶτοι τῶν Ἑλλήνων μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους ἐχρήσαντο δούλοις, τὴν μέντοι κτῆσιν αὐτῶν οὐ τὸν αὐτὸν τρόπον ἐκείνοις ... Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἳ μὲν εἵλωτας, οἳ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες.’ ὁ μὲν οὖν Θεόπομπος ταῦθ’ ἱστόρησεν· ἐγὼ δὲ τοῖς Χίοις ἡγοῦμαι διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον· χρόνοις γὰρ ὕστερον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Παράπλῳ (FHG II 378) τάδ’ ἱστορεῖ περὶ αὐτῶν· ‘τῶν Χίων οἱ δοῦλοι

v.2.p.90
ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας αὐτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες· ἡ γὰρ νῆσός ἐστι τραχεῖα καὶ κατάδενδρος. μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ ὃν μυθολογοῦσιν αὐτοὶ οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι, ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια ἐπιτυχῆ τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος. καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπ’ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλυμένους ὁ Δρίμακος (τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτη) λέγει πρὸς αὐτοὺς τάδε· ‘ὑμῖν, ὦ Χῖοί τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται· πῶς γὰρ ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; ἀλλ’ ἐὰν ἐμοὶ σπείσησθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός.’

σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιησαμένων χρόνον τινὰ κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. καὶ δείξας τοῖς Χίοις εἶπε διότι ‘λήψομαι ὅ τι ἂν παρά τινος ὑμῶν λαμβάνω τούτοις τοῖς μέτροις καὶ σταθμοῖς καὶ λαβὼν τὰ ἱκανὰ ταύτῃ τῇ σφραγῖδι τὰ ταμιεῖα σφραγισάμενος καταλείψω. τοὺς δ’ ἀποδιδράσκοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετ’ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας.’ ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους

v.2.p.91
πολλῷ ἔλαττον ἀπεδίδρασκον φοβούμενοι τὴν ἐκείνου κρίσιν· καὶ οἱ ὄντες δὲ μετ’ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον ἢ τοὺς ἰδίους αὑτῶν δεσπότας καὶ πάντ’ αὐτῷ τὰ δέοντ’ ἐποίουν, πειθαρχοῦντες ὡς ἂν στρατηγῷ. ἐτιμωρεῖτό τε γὰρ τοὺς ἀτακτοῦντας καὶ οὐθενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδ’ ἄλλο ἀδικεῖν οὐδὲ ἓν ἄνευ τῆς αὑτοῦ γνώμης. ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα ὅσα μὴ αὐτοὶ δοίησαν οἱ κύριοι· καὶ εἴ τινα αἴσθοιτο ἐπιβουλεύοντα αὑτῷ ἢ ἐνέδρας κατασκευάζοντα ἐτιμωρεῖτο.

εἶτ’ (ἐκήρυξε γὰρ ἡ πόλις χρήματα δώσειν πολλὰ τῷ αὐτὸν λαβόντι ἢ τὴν κεφαλὴν κομίσαντι) οὗτος ὁ Δρίμακος πρεσβύτερος γενόμενος καλέσας τὸν ἐρώμενον τὸν ἑαυτοῦ εἴς τινα τόπον λέγει αὐτῷ ὅτι ‘ἐγώ σε πάντων ἀνθρώπων ἠγάπησα μάλιστα καὶ σύ μοι εἶ καὶ παῖς καὶ υἱὸς καὶ τὰ ἄλλα πάντα· ἐμοὶ μὲν οὖν χρόνος ἱκανὸς βεβίωται, σὺ δὲ νέος εἶ καὶ ἀκμὴν ἔχεις τοῦ ζῆν. τί οὖν ἐστιν; ἄνδρα σε δεῖ γενέσθαι καλὸν καὶ ἀγαθόν· ἐπεὶ γὰρ ἡ πόλις τῶν Χίων δίδωσι τῷ ἐμὲ ἀποκτείναντι χρήματα πολλὰ καὶ ἐλευθερίαν ὑπισχνεῖται, δεῖ σε ἀφελόντα μου τὴν κεφαλὴν εἰς Χίον ἀπενεγκεῖν καὶ λαβόντα παρὰ τῆς πόλεως τὰ χρήματα εὐδαιμονεῖν.’ ἀντιλέγοντος δὲ τοῦ νεανίσκου πείθει αὐτὸν τοῦτο ποιῆσαι. καὶ ὃς ἀφελόμενος αὐτοῦ τὴν κεφαλὴν λαμβάνει παρὰ τῶν Χίων τὰ ἐπικηρυχθέντα χρήματα καὶ θάψας τὸ σῶμα τοῦ δραπέτου εἰς τὴν ἰδίαν ἐχώρησε. καὶ οἱ Χῖοι πάλιν ὑπὸ τῶν οἰκετῶν ἀδικούμενοι καὶ διαρπαζόμενοι μνησθέντες τῆς τοῦ τετελευτηκότος

v.2.p.92
ἐπιεικείας ἡρῷον ἱδρύσαντο κατὰ τὴν χώραν καὶ ἐπωνόμασαν ἥρωος εὐμενοῦς· καὶ αὐτῷ ἔτι καὶ νῦν οἱ δραπέται ἀποφέρουσιν ἀπαρχὰς πάντων ὧν ἂν ἕλωνται. φασὶ δὲ καὶ καθ’ ὕπνους ἐπιφαινόμενον πολλοῖς τῶν Χίων προσημαίνειν οἰκετῶν ἐπιβουλάς· καὶ οἷς ἂν ἐπιφανῇ οὗτοι θύουσιν αὐτῷ ἐλθόντες ἐπὶ τὸν τόπον οὗ τὸ ἡρῷόν ἐστιν αὐτοῦ.’

ὁ μὲν οὖν Νυμφόδωρος ταῦτα ἱστόρησεν· ἐν πολλοῖς δὲ ἀντιγράφοις ἐξ ὀνόματος αὐτὸν καλούμενον οὐχ εὗρον. οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἶμαι οὐδὲ ἃ ὁ καλὸς Ἡρόδοτος ἱστόρησε (VIII 105) περὶ Πανιωνίου τοῦ Χίου καὶ ὧν ἐκεῖνος ἔπαθεν δικαίως ἐλευθέρων παίδων ἐκτομὰς ποιησάμενος καὶ τούτους ἀποδόμενος. Νικόλαος δ’ ὁ περιπατητικὸς (FHG III 415) καὶ Ποσειδώνιος ὁ στωικὸς (ibid. 265) ἐν ταῖς ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν᾽ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν· οὕτως αὐτοῖς ἀληθῶς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις τῶν πολλῶν αὐτουργῶν ὄντων κατὰ τὰς διακονίας. μήποτ’ οὖν διὰ ταῦτα καὶ ἡ παροιμία ‘Χῖος δεσπότην ὠνήσατο’, ᾗ κέχρηται Εὔπολις ἐν Φίλοις (I 332 K).

Ἀθηναῖοι δὲ καὶ τῆς τῶν δούλων προνοοῦντες τύχης ἐνομοθέτησαν καὶ ὑπὲρ δούλων γραφὰς ὕβρεως εἶναι. Ὑπερείδης γοῦν ὁ ῥήτωρ ἐν τῷ κατὰ Μαντιθέου αἰκίας φησίν (fr. 123 Bl.)· ‘ἔθεσαν οὐ μόνον ὑπὲρ τῶν ἐλευθέρων, ἀλλὰ καὶ ἐάν τις εἰς δούλου σῶμα

v.2.p.93
ὑβρίσῃ γραφὰς εἶναι κατὰ τοῦ ὑβρίσαντος.’ τὰ ὅμοια εἴρηκε καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος πρώτῳ (fr. 72 Tur) καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (46). Μάλακος δ’ ἐν τοῖς Σιφνίων ὥροις ἱστορεῖ (FHG IV 412), ὡς τὴν Ἔφεσον δοῦλοι τῶν Σαμίων ᾤκισαν χίλιοι τὸν ἀριθμὸν ὄντες, οἳ καὶ τὸ πρῶτον ἀποστάντες εἰς τὸ ἐν τῇ νήσῳ ὄρος κακὰ πολλὰ ἐποίουν τοὺς Σαμίους· ἔτει δὲ ἕκτῳ μετὰ ταῦτα ἐκ μαντείας οἱ Σάμιοι ἐσπείσαντο τοῖς οἰκέταις ἐπὶ συνθήκαις, καὶ ἀθῷοι ἐξελθόντες τῆς νήσου ἐκπλεύσαντες κατέσχον τὴν Ἔφεσον· καὶ οἱ Ἐφέσιοι ἐκ τούτων ἐγένοντο.

διαφέρειν δέ φησι Χρύσιππος δοῦλον οἰκέτου γράφων ἐν δευτέρῳ περὶ ὁμονοίας διὰ τὸ τοὺς ἀπελευθέρους μὲν δούλους ἔτι εἶναι, οἰκέτας δὲ τοὺς μὴ τῆς κτήσεως ἀφειμένους. ‘ὁ γὰρ οἰκέτης, φησί, δοῦλός ἐστι κτήσει κατατεταγμένος.’ καλοῦνται δ’ οἱ δοῦλοι, ὡς μὲν Κλείταρχός φησιν ἐν ταῖς Γλώσσαις, ἆζοι καὶ θεράποντες καὶ ἀκόλουθοι καὶ διάκονοι καὶ ὑπηρέται, ἔτι δ’ ἑπάμονες καὶ λάτρεις. Ἀμερίας δὲ ἑρκίτας φησὶ καλεῖσθαι τοὺς κατὰ τοὺς ἀγροὺς οἰκέτας. Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώτταις μνώτας τοὺς εὐγενεῖς οἰκέτας, Σέλευκος δ’ ἄζους τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἀποφράσην δὲ τὴν δούλην καὶ βολίζην, σίνδρωνα δὲ τὸν δουλέκδουλον, ἀμφίπολον δὲ τὴν περὶ τὴν δέσποιναν θεράπαιναν, πρόπολον δὲ τὴν προπορευομένην. Πρόξενος δ’ ἐν δευτέρῳ Λακωνικῆς πολιτείας (FHG II 463) ἐπικαλεῖσθαί φησιν χαλκίδας

v.2.p.94
παρὰ Λακεδαιμονίοις τὰς θεραπαίνας. Ἴων δ’ ὁ Χῖος ἐν Λαέρτῃ (fr. 14 N) τὸν οἰκέτην ἐπὶ δούλου τέθεικεν εἰπών·
  1. ἴθι μοι, δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος,
  2. μή τις ἔλθῃ βροτῶν.
Ἀχαιὸς δ’ ἐν Ὀμφάλῃ (fr. 30) περὶ τοῦ Σατύρου λέγων φησίν·
  1. ὡς εὔδουλος, ὡς εὔοικος ἦν,
ἰδίως λέγων ὡς χρηστὸς ἐς τοὺς δούλους ἐστὶ καὶ τοὺς οἰκέτας. ὅτι δὲ οἰκέτης ἐστὶν ὁ κατὰ τὴν οἰκίαν διατρίβων κἂν ἐλεύθερος ᾖ κοινόν.

οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι ὅτι οὐκ ἦν τότε δούλων χρεία τοιάδε ἐκτίθενται· Κρατῖνος μὲν ἐν Πλούτοις (I 64 K)·

  1. οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν,
  2. ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι
  3. παλαίστραις
  4. Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι.
Κράτης δ’ ἐν Θηρίοις (I 133 K)·
  1. ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ’ οὐδὲ δούλην,
  2. ἀλλ’ αὐτὸς αὑτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει;
  3. Β. οὐ δῆθ᾽· ὁδοιποροῦντα γὰρ τὰ πάντ’ ἐγὼ ποιήσω.
  4. Α. τί δῆτα τοῦτ’ αὐτοῖς πλέον; Β. πρόσεισιν αὔθ᾽
  5. ἕκαστον
  6. τῶν σκευαρίων, ὅταν καλῇ τι· παρατίθου τράπεζα·
  7. αὕτη παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε.
    v.2.p.95
  8. ἔγχει κύαθε. ποὖσθ’ ἡ κύλιξ; διάνιζ’ ἰοῦσα σαυτήν.
  9. ἀνάβαινε μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα.
  10. ἰχθύ, βάδιζ᾽. ἀλλ’ οὐδέπω ᾽πὶ θάτερ’ ὀπτός εἰμι.
  11. οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων;
ἑξῆς δὲ μετὰ ταῦτα ὁ τὸν ἐναντίον τούτῳ παραλαμβάνων λόγον φησίν·
  1. ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν
  2. τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς
  3. ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου,
  4. ἀπὸ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται
  5. εἰς τὴν πύελον· ἐρεῖ δὲ θὔδωρ ‘ἀνέχετε’.
  6. εἶτ’ ἁλάβαστος εὐθέως ἥξει μύρου
  7. αὐτόματος ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.

  1. βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι
  2. (I 209 K)·
  3. λέξω τοίνυν βίον ἐξ ἀρχῆς ὃν ἐγὼ θνητοῖσι παρεῖχον·
  4. εἰρήνη μὲν πρῶτον ἁπάντων ἦν ὥσπερ ὕδωρ κατὰ χειρός.
  5. ἡ γῆ δ’ ἔφερ’ οὐ δέος οὐδὲ νόσους, ἀλλ’ αὐτόματ’ ἦν τὰ δέοντα·
  6. οἴνῳ γὰρ ἅπασ’ ἔρρει χαράδρα, μᾶζαι δ’ ἄρτοις ἐμάχοντο
  7. περὶ τοῖς στόμασιν τῶν ἀνθρώπων ἱκετεύουσαι καταπίνειν,
    v.2.p.96
  8. εἴ τι φιλοῖεν τὰς λευκοτάτας. οἱ δ’ ἰχθύες οἴκαδ᾽ ἰόντες
  9. ἐξοπτῶντες σφᾶς αὐτοὺς ἂν παρέκειντ’ ἐπὶ ταῖσι τραπέζαις.
  10. ζωμοῦ δ’ ἔρρει παρὰ τὰς κλίνας ποταμὸς κρέα θερμὰ κυλίνδων·
  11. ὑποτριμματίων δ’ ὀχετοὶ τούτων τοῖς βουλομένοισι παρῆσαν,
  12. ὥστ’ ἀφθονία τὴν ἔνθεσιν ἦν ἄρδονθ’ ἁπαλὴν καταπίνειν.
  13. λεκανίσκαισιν δ’ ἂν ψαιστὰ παρῆν ἡδυσματίοις κατάπαστα,
  14. ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽ εἰσεπέτοντο·
  15. τῶν δὲ πλακούντων ὠστιζομένων περὶ τὴν γνάθον ἦν ἀλαλητός.
  16. μήτρας δὲ τόμοις καὶ χναυματίοις οἱ παῖδες ἂν ἠστραγάλιζον.
  17. οἱ δ’ ἄνθρωποι πίονες ἦσαν τότε καὶ μέγα χρῆμα γιγάντων.

πρὸς τῆς Δήμητρος ὑμῖν, ὦ ἑταῖροι, εἰ ταῦτα οὕτως ἐγίνετο, χρεία τίς ἡμῖν ἦν οἰκετῶν; ἀλλὰ γὰρ αὐτουργοὺς εἶναι ἐθίζοντες ἡμᾶς οἱ ἀρχαῖοι διὰ τῶν ποιημάτων ἐπαίδευον εὐωχοῦντες λόγοις. ἐγὼ δ’ ἐπειδὴ ὥσπερ λαμπάδιον κατασείσαντος τοῦ θαυμασιωτάτου Κρατίνου τὰ προκείμενα ἔπη καὶ οἱ μετ’ αὐτὸν γενόμενοι μιμησάμενοι ἐπεξειργάσαντο, ἐχρησάμην τῇ τάξει

v.2.p.97
τῶν δραμάτων ὡς ἐδιδάχθη· καὶ εἰ μὴ ἐνοχλῶ τι ὑμῖν (τῶν γὰρ κυνικῶν φροντὶς οὐδὲ ἡ σμικροτάτη), ἀπομνημονεύσω κατὰ τὴν τάξιν καὶ τὰ τοῖς ἄλλοις εἰρημένα ποιηταῖς· ὧν εἷς ἐστιν ὁ Ἀττικώτατος Φερεκράτης, ὃς ἐν μὲν τοῖς Μεταλλεῦσί φησιν (I 174 K)·
  1. πλούτῳ δ’ ἐκεῖν’ ἦν πάντα συμπεφυρμένα,
  2. ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα.
  3. ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ
  4. διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἔρρεον
  5. αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη,
  6. ὥστ’ εὐμαρῆ γε καὐτομάτοις τὴν ἔνθεσιν
  7. χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς.
  8. φύσκαι δὲ καὶ σίζοντες ἀλλάντων τόμοι
  9. παρὰ τοῖς ποταμοῖσιν ἐξεκέχυντ’ ἀντ’ ὀστράκων.
  10. καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα,
  11. καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ·
  12. σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται
  13. ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια
  14. ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς
  15. καὶ πλευρὰ δελφάκει’ ἐπεξανθισμένα
  16. χναυρότατα παρέκειτ’ ἐπ’ ἀμύλοις καθήμενα.
  17. παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος
  18. ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι.
  19. Β. οἴμ’ ὡς ἀπολεῖς μ’ ἐνταῦθα διατρίβουσ’ ἔτι,
  20. παρὸν κολυμβᾶν ὡς ἔχω ᾽ς τὸν Τάρταρον.
    v.2.p.98
Α. τί δῆτα λέξεις, τἀπίλοιπ’ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστ’ ἠρτυμέναι περὶ τὸ στόμ’ ἐπέτοντ᾽ ἀντιβολοῦσαι καταπιεῖν, ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι. τὰ δὲ μῆλ’ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐθενὸς πεφυκότα. κόραι δ’ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν. καὶ τῶνδ’ ἑκάστοτ’ εἰ φάγοι τις ἢ πίοι, διπλάσι’ ἐγίνετ’ εὐθὺς ἐξ ἀρχῆς πάλιν.

κἀν τοῖς Πέρσαις δέ φησιν (I 182 K)· τίς δ᾽ ἔσθ’ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ

  1. χαρακισμοῦ;
αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς
  1. ἐπιπάστοις
ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες
  1. ἐπιβλὺξ
ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν
  1. ἀρύτεσθαι.
ὁ Ζεὺς δ’ ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου
  1. βαλανεύσει,
ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων
  1. πολυτύρων
    v.2.p.99
  2. ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις.
  3. τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς
  4. ἐριφείοις
  5. φυλλοροήσει καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ᾽
  6. ἀναβράστοις.

τί δεῖ πρὸς τούτοις ἔτι παρατίθεσθαι τὰ ἐκ Ταγηνιστῶν τοῦ χαρίεντος Ἀριστοφάνους (I 523 K) ;ʼ πάντες γὰρ τῆς καταχήνης αὐτοῦ πλήρεις ἐστέ. τῶν δὲ Μεταγένους ἐκ Θουριοπερσῶν μνημονεύσας καταπαύσω τὸν λόγον, μακρὰ χαίρειν εἰπὼν ταῖς Νικοφῶντος Σειρῆσιν, ἐν αἷς τάδε γέγραπται (I 777 K)·

  1. νιφέτω μὲν ἀλφίτοις,
  2. ψακαζέτω δ’ ἄρτοισιν, ὑέτω δ’ ἔτνει,
  3. ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα,
  4. πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω.
ἀλλ’ ὅ γε Μεταγένης τάδε φησίν (I 706 K)·
  1. ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει
  2. μάζας μεγίστας αὐτομάτας μεμαγμένας,
  3. ὁ δ’ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν
  4. ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε·
  5. τὰ δὲ μικρὰ ταυτὶ ποτάμι’ ἐνμεντευθενὶ
  6. ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις,
  7. ἐντευθενὶ δ’ ἀλλᾶσι καὶ περικόμμασι,
    v.2.p.100
  8. τῃδὶ δ’ ἀφύαισι, τῇδε δ’ αὖ ταγηνίαις.
  9. τεμάχη δ’ ἄνωθεν αὐτόματα πεπνιγμένα
  10. εἰς τὸ στόμ’ ᾄττει, τὰ δὲ παρ’ αὐτὼ τὼ πόδε.
  11. ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ.
οἶδα δὲ ὅτι καὶ οἱ Θουριοπέρσαι καὶ τὸ τοῦ Νικοφῶντος δρᾶμα ἀδίδακτά ἐστι, διόπερ καὶ τελευταίων αὐτῶν ἐμνήσθην.’

ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, ὁ δὲ Κύνουλκος ἔφη· ‘ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς ὁ Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφ’ ὧν ‘ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι’ λόγους αὐτὸ μόνον καταβροχθίσας· ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας καὶ κατὰ τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν ἃ μήτ’ ἰσχὺν ἐντίθησι μήτ᾽ ἀποθνῄσκειν ἐᾷ (3, 33)·

  1. ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως
  2. οὐκ ἔστι· πεινῶσιν γὰρ ἡ Κύπρις πικρά,
Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ (fr. 6 N). παρ’ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη (fr. 887 N)·
  1. ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.’
πρὸς ὃν ὁ Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη·
  1. ‘πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,
σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι· τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.’ καὶ ἅμα
v.2.p.101
στραφεὶς πρὸς τὸν οἰκέτην ‘Λεῦκε, ἔφη, κἂν ἐκφατνισματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν.’ καὶ ὁ Κύνουλκος ‘εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης (οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον)· εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν,
  1. μικρὰς τίθημι συμβολὰς ἀκροώμενος
κατὰ τὸν Μένανδρον (IV 265 M). διὸ παραχωρῶ σοι, ὦ γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως·
  1. πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα
  2. χρυσοῦ τε κἀλέφαντος,
κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον (fr. 23 N).’

καὶ ἅμα ταῦτα λέγων οἷος ἦν ἀπανίστασθαι· ἐπιστραφεὶς δὲ καὶ θεασάμενος πλῆθος ἰχθύων καὶ ἄλλων παντοδαπῶν ὄψων παρασκευὴν εἰσκυκλουμένην τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγεν (A 586. 61)·

  1. ‘τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων·
  2. ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.
ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην (Phaedr. p. 238), ἀλλ’ ἤδη καὶ ἔπη· ‘λιμῶδες’ γὰρ ὄντως ‘ἡ ῥαψῳδία’. κατὰ γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη (I 675 K) περὶ σοῦ μαντευσάμενος, ὦ Λαρήνσιε,
  1. κοὐδ’ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος,
  2. καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν.
    v.2.p.102
  3. ὁρῶ γὰρ θαῦμ’ ἄπιστον, ἰχθύων γένη
  4. περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους,
  5. ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους,
  6. θύννους, μελανούρους, σηπίας, αὐλωπίας,
  7. τρίγλας, ἑλεδώνας, σκορπίους,
φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι (II 432 K)· δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα (I 709 K)
  1. εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου
τετλάναι.’