Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

καὶ Βάτων δ’ ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας μειρακίου πατέρα ὡς διαφθαρέντος κατὰ τὴν δίαιταν ὑπὸ τοῦ παιδαγωγοῦ φησίν (IV 502 M)·

  1. ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
  2. ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
  3. ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς
  4. πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
  5. Β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
  6. Α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; Β. ὡς λέγουσιν οἱ σοφοί.
    v.1.p.237
  7. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
  8. τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δ’ ἔχειν
  9. ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως
  10. ευσωσιαπαντη τυχὸν δώσεις ἐμοί.
  11. Α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
  12. μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον;
  13. Β. ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες
  14. καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
  15. καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
  16. οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
  17. ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
  18. καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
  19. ὥστ’ ἐκπεπλῆχθαι πάντας.

καὶ παρ’ Ἀντιφάνει δ’ ἐν Στρατιώτῃ ἢ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν (II 98 K)·

  1. ὅστις ἄνθρωπος δὲ φὺς
  2. ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται,
  3. πλεῖστον ἡμάρτηκεν. ἢ γὰρ εἰσφορά τις ἥρπασεν
  4. τἄνδοθεν πάντ’ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο
  5. ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς
  6. ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ
  7. ἢ τριηραρχῶν ἀπήγξατ’ ἢ πλέων ἥλωκέ ποι
  8. ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν.
  9. οὐ βέβαιον οὐθέν ἐστι, πλὴν ὅσ’ ἂν καθ’ ἡμέραν
    v.1.p.238
  10. εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ,
  11. οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι
  12. κειμένην ἄν τις προσελθών· ἀλλ’ ὅταν τὴν ἔνθεσιν
  13. ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς,
  14. τοῦτ’ |ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.
τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.

εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησὶν ἐκ τούτων (IV 549 M)·

  1. ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης
  2. στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς·
  3. ‘ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη·
  4. σοφία δ’ ἴδιον, κρύσταλλος. οὐθεὶς πώποτε
  5. ταύτην λαβὼν ἀπώλεσ᾽.’ ὦ τάλας ἐγώ,
  6. οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν.
  7. ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα·
  8. ἀντέστροφέν σου τὸν βίον τὰ βιβλία·
  9. πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
  10. οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν λόγων.’
    v.1.p.239

ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων ΚΑΡΑΒΟΥΣ μείζονας Καλλιμέδοντος τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις μὲν οὖν αὐτὸν ἐν Δορκίδι ἢ Ποππυζούσῃ φίλιχθυν εἶναι κοινῶς παραδίδωσι, καθάπερ καὶ ἄλλοι τῶν κωμῳδιοποιῶν, λέγων οὕτως (II 316 K)·

  1. τοῖς ἰχθυοπώλαις ἐστὶ ἐψηφισμένον,
  2. ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
  3. στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
  4. ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
  5. ὡς αὐτὸν ὄντ’ αὐτοῖσι τῆς τέχνης μόνον
  6. σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
περισπούδαστος δὲ ἦν πολλοῖς ἡ τοῦ καράβου βρῶσις, ὡς ἔστι δεῖξαι διὰ πολλῶν τῆς κωμῳδίας μερῶν· ἀρκέσει δὲ τὰ νῦν Ἀριστοφάνης ἐν ταῖς Θεσμοφοριαζούσαις οὕτως λέγων (I 473 K)·
  1. ἰχθὺς ἐωνηταί τις ἢ σηπίδιον
  2. ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους
  3. ἢ νῆστις ὀπτᾶτ’ ἢ γαλεὸς ἢ τευθίδες;
  4. Β. μὰ τὸν Δί᾽, οὐ δῆτ᾽. Α. οὐδὲ βατίς; Β. οὔ
  5. φημ’ ἐγώ.
  6. Α. οὐδὲ χόρι’ οὐδὲ πυὸς οὐδ’ ἧπαρ κάπρου
  7. οὐδὲ σχαδόνες οὐδ’ ἠτριαῖον δέλφακος
  8. οὐδ’ ἐγχέλειον οὐδὲ κάραβος; μέγ’ ἂν
  9. γυναιξὶ κοπιώσαισιν ἐπεκουρήσατε.
πλατείας δὲ καρῖδας ἂν εἴη λέγων τοὺς ἀστακοὺς καλουμένους, ὧν μνημονεύει Φιλύλλιος ἐν Πόλεσι
v.1.p.240
(I 785 fr. 13 K). καὶ Ἀρχέστρατος γὰρ ἐν τῷ διαβοήτῳ ποιήματι οὐδ’ ὅλως που κάραβον ὀνομάζων ἀστακὸν προσαγορεύει, ὥσπερ κἀν τούτοις (fr. 8 Ri)·
  1. ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ
  2. τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,
  3. τοὺς δὲ πόδας μικρούς, βραδέως δ’ ἐπὶ γαῖαν ὀρούει.
  4. εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι
  5. ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.
καὶ Ἐπίχαρμος δ’ ἐν Ἥβας γάμῳ τὸν προειρημένον ἀστακὸν ὑπὸ τοῦ Ἀρχεστράτου δηλοῖ ὅτι κάραβός ἐστι λέγων οὕτως (p. 231 L)·
  1. ἐντὶ δ’ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι’ ἔχει
  2. μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα.

ἴδιον δ’ ἐστὶ γένος καράβων τε καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων. τὸν δ’ ἀστακὸν οἱ Ἀττικοὶ διὰ τοῦ ο ὀστακὸν λέγουσι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος δὲ ἐν Γᾷ καὶ Θαλάσσᾳ φησίν (p. 223 L)·

  1. κἀστακοὶ γαμψώνυχοι.
Σπεύσιππος δὲ ἐν βʹ Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον. Διοκλῆς δ’ ὁ Καρύστιός φησι· ‘καρῖδες, καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά.’ κολύβδαιναν δ’ εἴρηκεν Ἐπίχαρμος ἐν τοῖς προεκκειμένοις (Litt. b), ὡς μὲν Νίκανδρός φησι (fr. 139 Schn), τὸ θαλάσσιον αἰδοῖον, ὡς δ’ ὁ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα.
v.1.p.241
Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων (h. a. V p. 541b 19) ‘τῶν μαλακοστράκων ὀχεύονται, φησί, κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων. ὀχεύονται δὲ τοῦ ἔαρος ἀρχομένου πρὸς τῇ γῇ (ἤδη γὰρ ὦπται ἡ ὀχεία πάντων τῶν τοιούτων), ἐνιαχοῦ δὲ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι. γίνονται δ’ οἱ μὲν κάραβοι (ib. p. 549b 13) ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ’ ἀστακοὶ ἐν τοῖς λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι. διὸ καὶ ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δ’ οἱ κάραβοι μακρόβιοι πάντες.’ Θεόφραστος δ’ ἐν τῷ περὶ τῶν φωλευόντων (fr. 177 W) τοὺς ἀστακοὺς καὶ καράβους καὶ καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας.

περὶ δὲ τῶν ΚΑΡΙΔΩΝ, ὅτι καὶ πόλις ἦν Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γʹ ἱστορεῖ (FHG I 242), κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας. ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος παραινεῖ τάδε (fr. 24 Ri)·

  1. ἢν δέ ποτ’ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι,
  2. καρῖδ’ εὐμεγέθη λήψῃ· σπανία δὲ πρίασθαι·
  3. ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαί.
ἐκτεταμένως δ’ εἴρηκε καρῖδα Ἀραρὼς μὲν ἐν Καμπυλίωνι (II 217 K)·
v.1.p.242
  1. αἵ τε καμπύλαι
  2. καρῖδες ἐξήλλοντο δελφίνων δίκην
  3. εἰς σχοινόπλεκτον ἄγγος.
καὶ Εὔβουλος ἐν Ὀρθάννῃ (II 192 K)·
  1. καρῖδα καθηκατω κἀνέσπασ’ αὖθις.
Ἀναξανδρίδης Λυκούργῳ (II 144 K)·
  1. καὶ συμπαίζει καριδαρίοις
  2. μετὰ περκιδίων καὶ θρᾳττιδίων
  3. καὶ ψητταρίοις μετὰ κωθαρίων
  4. καὶ σκινδαρίοις μετὰ κωβιδίων.
ὁ δ’ αὐτὸς κἀν Πανδάρῳ φησίν (ib. 149)·
  1. οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ᾽, ἔσῃ·
  2. αὕτη δὲ καριδοι τὸ σῶμα καμπύλη,
  3. ἄγκυρά τ’ ἐστὶν ἄντικρυς τοῦ σώματος.
ἐν δὲ Κερκίῳ (ib. 143)·
  1. ἐρυθρότερον καρῖδος ὀπτῆς σ’ ἀποφανῶ.
Εὔβουλος Τιτθαῖς (II 204 K)
  1. καρῖδάς τε τῶν
  2. κυφῶν.
καὶ Ὠφελίων Καλλαίσχρῳ (ib. 294)·
  1. κυρταὶ δ’ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω.
καὶ ἐν Ἰαλέμῳ (ib. 293)·
  1. ὠρχοῦντο δ’ ὡς καρῖδες ἀνθράκων ἔπι
  2. πηδῶσι κυρταί.
    v.1.p.243
συνεσταλμένως δ’ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν οὕτως (I 259 K)·
  1. πλὴν
  2. ἅπαξ ποτ’ ἐν Φαίακος ἔφαγον καρίδας.
καὶ ἐν Δήμοις (ib. 286)·
  1. ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.

ὠνομάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα· τὸ πλεῖστον γὰρ μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδες δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως· παρὰ γὰρ τὸ κάρη γέγονε διὰ τὸ μείζονι κεχρῆσθαι κεφαλῇ. ὡς οὖν παρὰ τὸ γραφὴ γραφὶς καὶ βολὴ βολίς, οὕτως καὶ παρὰ τὸ κάρη καρίς. ταθείσης δὲ τῆς παρατελευταίας ἐτάθη καὶ τὸ τέλος, καὶ ὁμοίως λέγεται τῷ ψηφὶς καὶ κρηπίς καὶ τευθίς.

περὶ δὲ τῶν ὀστρακοδέρμων τούτων Δίφιλος μὲν ὁ Σίφνιος οὕτω γράφει· ‘τῶν δ’ ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δ᾽ ἐστὶν ὁ λέων τοῦ ἀστακοῦ. οἱ δὲ κάραβοι καὶ γραψαῖοι λέγονται· τῶν καρκίνων δ’ εἰσὶν σαρκωδέστεροι. ὁ δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος.’ Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘κάραβοι, φησί, καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια δύσπεπτα μὲν πάντα, τῶν δ’ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δ’ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἢ ἕψεσθαι.’

κουρίδας δὲ τὰς καρῖδας εἴρηκε Σώφρων ἐν γυναικείοις οὕτως (fr. 34 Bo)· ‘ἴδε καλᾶν κουρίδων, ἴδε

v.1.p.244
καμμάρων, ἴδε φίλα· θᾶσαι μὰν ὡς ἐρυθραί τ’ ἐντὶ καὶ λειοτριχιῶσαι.’ Ἐπίχαρμος δ’ ἐν Γᾷ καὶ Θαλάσσᾳ (p. 224 L)·
  1. κουρίδες τε φοινίκιαι.
ἐν δὲ Λόγῳ καὶ Λογίννᾳ διὰ τοῦ ω εἴρηκεν (ib. 244)·
  1. ἀφύας τε κωρίδας τε καμπύλας.
Σιμωνίδης δέ (fr. 15 B4)·
  1. θύννοισι τευθίς, κωβιοῖσι κωρίδες.

ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ΕΠΙΠΛΩΙ, ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοιον εἴρηκεν (II 235 K). εἰς ἃ ἀποβλέψας ὁ Κύνουλκος ‘λέγε ἡμῖν, ἔφη, ὦ σοφὲ Οὐλπιανέ, εἴ που κεῖται οὕτως τὸ ἧπαρ ἐντετυλιγμένον.’ καὶ ὅς· ‘ἐὰν πρότερον δείξῃς σὺ παρὰ τίνι ὁ ἐπίπλους εἴρηται ἐπὶ τοῦ λίπους καὶ τοῦ ὑμένος.’ ἀντικορυσσομένων οὖν τούτων ὁ Μυρτίλος ἔφη· ‘ὁ μὲν ἐπίπλους παρ’ Ἐπιχάρμῳ ἐν Βάκχαις (p. 222 L)·

  1. καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.
καὶ ἐν Θεαροῖς (p. 242)·
  1. ὀσφύος τε πέρι κἠπιπλόου.
καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις (FHG II 47) ἔφη· ‘τῷ ἐπίπλῳ ἐπικαλύψας.’ ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν’ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι (p. 95a) ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν ἐζητοῦμεν, ὅτι Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δ’ ἡ
v.1.p.245
ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι. φησὶ δ’ οὕτως ὁ κωμικός (II 335 K)·
  1. πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι
  2. ἰδὼν γέροντι φυκί’ ἠμφιεσμένα
  3. ἔλαβον ἐχίνους τ᾽· ἐστὶ γὰρ προοίμιον
  4. δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
  5. τούτων δ’ ἀπολυθείς, κειμένων ἰχθυδίων
  6. μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
  7. θαρρεῖν κελεύσας ἕνεκ’ ἐμοῦ ταῦτ’ οὐδὲ ἓν
  8. φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν.
  9. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
  10. ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
  11. ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
  12. ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
  13. καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
  14. ἐποίησά τ’ αὐτὸ ποικιλώτερον ταῶ.
  15. κρεᾴδι’ ἄττα, ποδάρια, ῥύγχη τινά,
  16. ὠτάρι’ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον·
  17. αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι.
  18. τούτοις μάγειρος οὐ πρόσεισ’ οὐδ’ ὄψεται·
  19. οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ’ ἐγὼ σοφῶς
  20. ταῦτ’ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
  21. οὕτω (ποῶ γὰρ τοὔψον αὐτός) ὥστε τοὺς
    v.1.p.246
  22. δειπνοῦντας εἰς τὰ λοπάδι’ ἐμβάλλειν ποῶ
  23. ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
  24. τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις
  25. τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
  26. προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.

ὅτι δ’ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν ὑπομνήμασί φησι (FHG IV 419) Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν·

  1. ἀπόλωλα, πέπλων μ’ ὤλεσαν περιπτυχαί.
μήποτε δὲ καὶ Κρώβυλος ὁ κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ Ἄλεξις, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως (IV 567 M)·
  1. καὶ πλεκτάνην στιφρὰν σφόδρ’ ἐπὶ τούτοις τέ που
  2. αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.
ἡπάτιον δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς (fr. 506, 2 K) καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ (I 762 K) Εὔβουλός τ’ ἐν Δευκαλίωνι (II 173). δασυντέον δὲ λέγοντας τὸ ἧπαρ· καὶ γὰρ ἡ συναλοιφή ἐστιν παρ’ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ (fr. 131 B4)
  1. χολὴν γὰρ οὐκ ἔχεις ἐφ’ ἥπατι.
ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν ὁ αὐτὸς Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ οὐκ ἔχειν χολήν (II 185 K)·
v.1.p.247
  1. οὐκ ᾤου σύ με
  2. χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου;
  3. ἐγὼ δέ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι.
Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασιν (FHG IV 420) ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ἐν τοῖσ ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.

ΤΑΓΗΝΙΣΤΩΝ δ’ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ (II 315 K) καθάπερ κἀν τῷ προκειμένῳ δράματι. Εὔβουλος Ὀρθάννῃ (II 190 K)·

  1. πᾶσα δ’ εὔμορφος γυνὴ
  2. ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα
  3. τριβαλλοπανόθρεπτα μειρακύλλια,
  4. ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη
  5. σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη
  6. πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ.
  7. ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας
  8. θερμῇ παροξύνουσα τηγάνου πνοῇ·
  9. ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη
  10. ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη
  11. κοίλη φάραγγος δακτύλου πιέσματι
  12. σύρει τριήρους ἐμβολὰς μιμουμένη,
  13. δείπνου πρόδρομον ἄριστον.
ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ φησίν (II 221 K)·
v.1.p.248
  1. οὔποτ’ ἂν αὖθις αὖ
  2. σηπίαν ἀπὸ τηγάνου
  3. τολμήσαιμι φαγεῖν μόνος.
Ἡγήμων δ’ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις (I 700 K)·
  1. μάλα ταχέως αὐτῶν πρίω .. πουλύπουν
  2. καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.’

ἐπὶ τούτοις οὐχ ἡσθεὶς ὁ Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου Εὐβούλου ἰαμβεῖα εἰπών (II 192 K)·

  1. ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου
  2. ὁ θεοῖσιν ἐχθρὸς
Μυρτίλος· ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε (ib. 194)·
  1. τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς,
  2. πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος,
  3. ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.
ἐπεὶ δὲ πεπαιδευμένος ἦν ὁ νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε (II 79 K)·
  1. παῖς ὢν μετ’ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε
  2. ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,
  3. Σύρος τὸ γένος ὤν. περιτυχὼν δ’ ἡμῖν ὁδὶ
  4. κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,
  5. ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν,
    v.1.p.249
  6. τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν,
  7. μηδ’ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν
  8. ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.’

ἔτι τοῦ Οὐλπιανοῦ τοιαῦτά τινα παίζοντος ὁ Κύνουλκος ἀνέκραγεν· ‘ἄρτου δεῖ καὶ οὐ τοῦ Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι (fr. 89 Pr). μνημονεύει δ’ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζʹ (c. 33) καὶ Δημήτριος ὁ κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων (I 795 K)·

  1. κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ
  2. διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους·
  3. Ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς.
  4. Β. ξένος γε χαρίεις. Α. ἦν ἐκεῖ .... μέγας
  5. καὶ λαμπρὸς ἦν.
οὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Σιμαλίδος· οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου (fr. 74 Pr). ἐν δὲ τῷ αʹ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.’ ἐπεὶ δὲ ἤδη
v.1.p.250
ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπ’ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη·
  1. ‘τοῖς ἄρτοις ὅσας
  2. ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί,
φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ (II 319 K). ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ΑΡΤΩΝ.’

προφθάσας δ’ αὐτὸν ὁ Ποντιανὸς ἔφη· ‘Τρύφων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς φυτικοῖς ἐπιγραφομένοις (fr. 117 V) ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, συγκομιστόν — τοῦτον δ’ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ — , τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται μέν, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως (II 465 K)·

  1. καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην
  2. θερμῶν ἰπνιτῶν ἤσθιον.
ΕΣΧΑΡΙΤΗΣ. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ (II 411 K)·
  1. λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;
  2. τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.
καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ (IV 565 M)·
  1. καὶ σκάφην λαβών τινα
  2. τῶν ἐσχαριτῶν τῶν καθαρῶν.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ
v.1.p.251
συγκρίνων τὰ Ἀθήνησι γινόμενα τῶν ἐδωδίμων πρὸς τὰ ἐν Ῥόδῳ φησίν· ‘ἔτι δὲ σεμνυνομένων παρ᾽ ἐκείνοις τῶν ἀγοραίων ἄρτων, ἀρχομένου μὲν τοῦ δείπνου καὶ μεσοῦντος οὐθὲν λειπομένους ἐπιφέρουσιν· ἀπειρηκότων δὲ καὶ πεπληρωμένων ἡδίστην ἐπεισάγουσι διατριβὴν τὸν διάχριστον ἐσχαρίτην καλούμενον, ὃς οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος θαυμαστόν τι συντελεῖ· καθάπερ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα.’
  1. ΑΤΑΒΥΡΙΤΗΝ. Σώπατρος ἐν Κνιδίᾳ·
  2. Ἀταβυρίτης δ’ ἄρτος ἦν πλησίγναθος.
  3. ΑΧΑΙΝΑΣ. τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος
ἐν ηʹ Δηλιάδος (FHG IV 494) λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια ἐπιλεγόντων τῶν φερόντων·
  1. ἀχαΐνην στέατος ἔμπλεων τράγον.
  2. ΚΡΙΒΑΝΙΤΗΝ. τούτου μνημονεύει Ἀριστοφάνης
ἐν Γήρᾳ· ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων (I 422 K)·
v.1.p.252
  1. τουτὶ τί ἦν τὸ πρᾶγμα; Β. θερμούς, ὦ τέκνον.
  2. Α. ἀλλ’ ἦ παραφρονεῖς; Β. κριβανίτας, ὦ τέκνον.
  3. Α. τί κριβανίτας; Β. πάνυ δὲ λευκούς, ὦ τέκνον.
ΕΓΚΡΥΦΙΑΝ. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ (II 223 K) καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν (p. 111 f) τὸ μαρτύριον παραθήσομαι.
  1. ΔΙΠΥΡΟΝ. Εὔβουλος ἐν Γανυμήδει.
  2. διπύρους τε θερμούς. Β. οἱ δίπυροι δ’ εἰσὶν τίνες;
  3. Β. ἄρτοι τρυφῶντες,
Ἀλκαῖος Γανυμήδει (I 757 K).

ΛΑΓΑΝΟΝ. τοῦτο ἐλαφρόν τ’ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ΕΠΑΝΘΡΑΚΙΣ καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων (843)·

  1. λάγανα πέττεται,
τῆς δ’ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν οὑτωσὶ λέγων· ‘ἡ δ’ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.’ ἔοικε δὲ καὶ οὗτος ἐπ᾽ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ’ Ἀττικοῖς ἐγκρυφίας· ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.

Ἐπίχαρμος δ’ ἐν Ἥβης γάμῳ κἀν Μούσαισ — τοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένου — ἄρτων ἐκτίθεται γένη (p. 231 L) ΚΡΙΒΑΝΙΤΗΝ, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, |ἡμιάρτιον. ὧν καὶ

v.1.p.253
Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων οὕτως (fr. 11 Bo)· ‘δεῖπνον ταῖς θείαις κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον ἑκάστᾳ.’ οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην, Ἡρόδοτος δ’ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη (c. 92)· ‘κλιβάνῳ διαφανεῖ.’ καὶ ὁ Σώφρων δὲ ἔφη (fr. 10 Bo)· ‘τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει;’ ὁ δ’ αὐτὸς μνημονεύει καὶ ΠΛΑΚΙΤΑ τινὸς ἄρτου ἐν γυναικείοις (fr. 12)· ‘εἰς νύκτα μ᾽ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.’ καὶ ΤΥΡΩΝΤΟΣ δ’ ἄρτου μνημονεύει ὁ Σώφρων ἐν τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως (fr. 32)· ‘συμβουλεύω τ’ ἐμφαγεῖν· ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.’ Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις (fr. 184 Schn) τὸν ἄζυμον ἄρτον καλεῖ ΔΑΡΑΤΟΝ. Πλάτων δ’ ὁ κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς ΚΙΛΙΚΙΟΥΣ ὀνομάζει διὰ τούτων (I 624 K)·
  1. κἆθ’ ἧκεν ἄρτους πριάμενος
  2. μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ΑΛΕΛΑΙΟΥΣ τινὰς ἄρτους καλεῖ (ib. 622). ΑΥΤΟΠΥΡΟΥ δ’ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ (II 340 K)·
  1. τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.
Φρύνιχος δ’ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν (I 380 K)·
  1. αὐτοπυρίταισί τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.
    v.1.p.254
ΟΡΙΝΔΟΥ δ’ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 548 N) ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. ΚΟΛΛΑΒΟΥ δ’ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς (I 520 K)·
  1. λαμβάνετε κόλλαβον ἕκαστος.
καὶ πάλιν (fr. 506 K)·
  1. ἢ δέλφακος ὀπωρινῆς
  2. ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
  3. χλιερῶν.
γίνονται δ’ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν (I 782 K)·
  1. αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
  2. γαλακτοχρῶτας κολλάβους θερμούς.
ΜΑΚΩΝΙΔΩΝ δ’ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ εʹ οὕτως (fr. 74 b B4)·
  1. κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι
  2. μακωνίδων ἄρτων ἐπιστέφοισαι
  3. λίνω τε σασάμω τε κἠν πελίχναις
  4. πεδεσσι χρυσοκόλλα.
ἐστὶ δὲ βρωμάτιον διὰ μέλιτος καὶ λίνου.

τοῦ δὲ ΚΟΛΛΥΡΑΣ καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ (122)·

  1. κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ’ αὐτῇ.
καὶ ἐν Ὁλκάσι (I 499 K)·
v.1.p.255
καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι
  1. τρόπαιον.

ὁ δὲ ΟΒΕΛΙΑΣ ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ἢ ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης Γεωργοῖς (I 417 K)·

  1. εἶτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
Φερεκράτης Ἐπιλήσμονι (I 160 K)·
  1. ὠλεν ὀβελίαν σποδιν, ἄρτου δὲ μὴ προτιμᾶν.
ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν Ϛʹ Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις.

ΕΤΝΙΤΑΣ ἄρτος ὁ προσαγορευόμενος λεκιθίτας, ὥς φησιν Εὐκράτης. πανὸς ἄρτος· Μεσσάπιοι. καὶ τὴν πλησμονὴν πανίαν καὶ πάνια τὰ πλήσμια· Βλαῖσος ἐν Μεσοτρίβᾳ καὶ Δεινόλοχος ἐν Τηλέφῳ (p. 305 L) Ῥίνθων τε ἐν Ἀμφιτρύωνι. καὶ Ῥωμαῖοι δὲ πᾶνα τὸν ἄρτον καλοῦσι.

ΝΑΣΤΟΣ ἄρτος ζυμίτης καλεῖται μέγας, ὥς φησι Πολέμαρχος καὶ Ἀρτεμίδωρος, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος δ᾽ ἐν Κλίνῃ (II 223 K)·

  1. ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
  2. λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
  3. ὀσμὴ δέ, τουπίβλημ’ ἐπεὶ περιῃρέθη,
    v.1.p.256
  4. ἄνω ᾽βάδιζε καὶ μέλιτι μεμιγμένη
  5. ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.
ΚΝΗΣΤΟΣ ἄρτος ποιὸς παρὰ Ἴωσι, Ἀρτεμίδωρος ὁ Ἐφέσιός φησιν ἐν Ἰωνικοῖς ὑπομνήμασι.

ΘΡΟΝΟΣ ἄρτου ὄνομα. Νεάνθης ὁ Κυζικηνὸς ἐν βʹ Ἑλληνικῶν γράφων οὕτως (FHG III 2)· ‘ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει καὶ κρέας καὶ τῷ πρεσβυτάτῳ νέμουσι.’

ΒΑΚΧΥΛΟΣ δ’ ἐστὶν ἄρτος σποδίτης παρ’ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν βʹ Γλωσσῶν ἱστορεῖ (fr. 121 Schn). μνημονεύει δ’ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως (II 548 K)·

  1. ἄρτους σποδίτας κρησερίτας περιφέρειν.
ἄρτου δ’ εἶδός ἐστι καὶ ὁ ΑΠΟΠΥΡΙΑΣ καλούμενος, ἐπ’ ἀνθράκων δ’ ὀπτᾶται. καλεῖται δ’ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος Μαλθακοῖς (I 45 K)· ‘πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνεφαλλον.’

Ἀρχέστρατος δ’ ἐν τῇ Γαστρονομίᾳ περὶ ἀλφίτων καὶ ἄρτων οὕτως ἐκτίθεται (fr. 3 Ri)·

  1. πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο
  2. Δήμητρος, φίλε Μόσχε· σὺ δ’ ἐν φρεσὶ βάλλεο σῇσιν.
  3. ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων,
  4. εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,
  5. ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ,
  6. λευκότερ’ αἰθερίας χιόνος. θεοὶ εἴπερ ἔδουσιν
  7. ἄλφιτ᾽, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει.
    v.1.p.257
  8. ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ
  9. κἀν Θάσῳ ἔν τ’ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα
  10. φαίνονται πρὸς ἐκεῖνα· σαφεῖ τάδ’ ἐπίστασο δόξῃ.
  11. στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα
  12. κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι
  13. κεῖνοι κριμνίταν, οἱ δ’ ἄλλοι χόνδρινον ἄρτον.
  14. εἶτα τὸν ἐκ Τεγέας σεμιδάλεος υἱὸν ἐπαινῶ
  15. ἐγκρυφίαν. τὸν δ’ εἰς ἀγορὰν ποιεύμενον ἄρτον
  16. αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι.
  17. ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν
  18. λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον.
ταῦτ’ εἰπὼν ὁ τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδόν· ἠγνόει γὰρ τοὺς ἀπὸ τῆς Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας. λέγει δ᾽ οὕτως (fr. 4)·
  1. ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ,
  2. ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ’ ἦμαρ
  3. παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.

τῶν δ’ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημονεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως (II 83 K)·

  1. πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς
  2. δύναιτ’ ἂν ἐξελθεῖν ποτ’ ἐκ τῆσδε στέγης,
  3. ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους
  4. ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
  5. ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,
    v.1.p.258
  6. μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
  7. Θεαρίων ἔδειξεν.
οὗτός ἐστι Θεαρίων ὁ ἀρτοποιός, οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων (p. 518 b)· ‘.. οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὃ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὃ δὲ ὄψον, ὃ δὲ οἶνον.’ καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ καὶ Αἰολοσίκωνι διὰ τούτων (I 392 K)·
  1. ἥκω Θεαρίωνος ἀρτοπώλιον
  2. λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια.
Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος ὡς διαφόρων ἐν Ὀρθάννῃ διὰ τούτων (II 192 K)·
  1. δεινὸν μὲν ἰδόντα παριππεῦσαι
  2. Κυπρίους ἄρτους· Μαγνῆτις γὰρ
  3. λίθος ὣς ἕλκει τοὺς πεινῶντας.
τῶν δὲ ΚΟΛΛΙΚΙΩΝ ἄρτων — οἱ αὐτοὶ δ’ εἰσὶ τοῖς κολλάβοισ — Ἔφιππος ἐν Ἀρτέμιδι μνημονεύει οὕτως (II 250 K)·
  1. παρ’ Ἀλεξάνδρου δ’ ἐκ Θετταλίας
  2. κολλικοφάγου κρίβανος ἄρτων.
Ἀριστοφάνης δ’ ἐν Ἀχαρνεῦσιν (872)·
  1. ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.

τούτων οὕτω λεχθέντων ἔφη τις τῶν παρόντων γραμματικῶν, Ἀρριανὸς ὄνομα· ‘ταῦτα σιτία

v.1.p.259
Κρονικά ἐστιν, ὦ ἑταῖροι. ἡμεῖς γὰρ ‘οὔτ’ ἀλφίτοισι χαίρομεν (πλήρης γὰρ ἄρτων ἡ πόλις) ’ οὔτε τῷ τῶν ἄρτων τούτων καταλόγῳ. ἐπεὶ δὲ καὶ ἄλλῳ Χρυσίππου τοῦ Τυανέως συγγράμματι ἐνέτυχον ἐπιγραφομένῳ Ἀρτοποιικῷ καὶ πεῖραν ἔσχον τῶν αὐτόθι ὀνομασθέντων παρὰ πολλοῖς τῶν φίλων, ἔρχομαι καὶ αὐτὸς λέξων τι περὶ ἄρτων. ὁ ΑΡΤΟΠΤΙΚΙΟΣ ἄρτος καλούμενος κλιβανικίου καὶ φουρνακίου διαφέρει. ἐὰν δ’ ἐκ σκληρᾶς ζύμης ἐργάζῃ αὐτόν, ἔσται καὶ λαμπρὸς καὶ εὔβρωτος πρὸς ξηροφαγίαν· εἰ δ’ ἐξ ἀνειμένης, ἔσται μὲν ἐλαφρός, οὐ λαμπρὸς δέ. κλιβανίκιος δὲ καὶ φουρνάκιος χαίρουσιν ἁπαλωτέρᾳ τῇ ζύμῃ. παρὰ δὲ τοῖς Ἕλλησι καλεῖταί τις ἄρτος ΑΠΑΛΟΣ ἀρτυόμενος γάλακτι ὀλίγῳ καὶ ἐλαίῳ καὶ ἁλσὶν ἀρκετοῖς. δεῖ δὲ τὴν ματερίαν ἀνειμένην ποιεῖν. οὗτος δὲ ὁ ἄρτος λέγεται Καππαδόκιος, ἐπειδὴ ἐν Καππαδοκίᾳ κατὰ τὸ πλεῖστον ἁπαλὸς ἄρτος γίνεται. τὸν δὲ τοιοῦτον ἄρτον οἱ Σύροι λαχμὰν προσαγορεύουσι, καί ἐστιν οὗτος ἐν Συρίᾳ χρηστότατος γινόμενος διὰ τὸ θερμότατος τρώγεσθαι καί ἐστιν ... ἄνθει παραπλήσιος. ὁ δὲ ΒΩΛΗΤΙΝΟΣ καλούμενος ἄρτος πλάττεται μὲν ὡς βωλήτης, καὶ ἀλείφεται ἡ μάκτρα ὑποπασσομένης μήκωνος, ἐφ’ ᾗ ἐπιτίθεται ἡ ματερία, καὶ ἐν τῷ ζυμοῦσθαι οὐ κολλᾶται τῇ καρδόπῳ. ἐπειδὰν δ’ ἐμβληθῇ
v.1.p.260
εἰς τὸν φοῦρνον, ὑποπάσσεται τῷ κεράμῳ χόνδρος τις καὶ τότ’ ἐπιτίθεται ὁ ἄρτος καὶ ἕλκει χρῶμα κάλλιστον, ὅμοιον τῷ φουμώσῳ τυρῷ. ὁ δὲ ΣΤΡΕΠΤΙΚΙΟΣ ἄρτος συναναλαμβάνεται γάλακτι ὀλίγῳ, καὶ προσβάλλεται πέπερι καὶ ἔλαιον ὀλίγον· εἰ δὲ μή, στέαρ. εἰς δὲ τὸ καλούμενον ΑΡΤΟΛΑΓΑΝΟΝ ἐμβάλλεται οἰνάριον ὀλίγον καὶ πέπερι γάλα τε καὶ ἔλαιον ὀλίγον ἢ στέαρ. εἰς δὲ τὰ ΚΑΠΥΡΙΑ τὰ καλούμενα τράκτα μίξεις ὥσπερ καὶ εἰς ἄρτον.’

ταῦτ’ ἐκθεμένου τἀρχεστράτεια δόγματα τοῦ Ῥωμαίων μεγαλοσοφιστοῦ ὁ Κύνουλκος ἔφη· ‘Δάματερ σοφίας· οὐκ ἐτὸς ἄρα ψαμμακοσίους ἔχει μαθητὰς ὁ θαυμάσιος Βλεψίας καὶ πλοῦτον ἀπηνέγκατο τοσοῦτον ἐκ τῆς καλῆς ταύτης σοφίας ὑπὲρ Γοργίαν καὶ Πρωταγόραν. ὅθεν ὀκνῶ μὰ τὰς θεὰς εἰπεῖν πότερον αὐτὸς οὐ βλέπει ἢ οἱ ἑαυτοὺς μαθητὰς αὐτῷ παραδιδόντες πάντες ἕνα ἔχουσιν ὀφθαλμόν, ὡς μόλις διὰ τὸ πλῆθος ὁρᾶν. μακαρίους οὖν αὐτούς, μᾶλλον δὲ μακαρίτας εἶναί φημι τοιαύτας δείξεις τῶν διδασκάλων ποιουμένων.’ πρὸς ὃν ὁ Μάγνος φιλοτράπεζος ὢν καὶ τὸν γραμματικὸν τοῦτον ὑπερεπαινῶν διὰ τὴν ἐκτένειαν ἔφη·

  1. ‘οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι,
κατὰ τὸν κωμικὸν Εὔβουλον (II 212 K),
  1. ἀνόσιοι λάρυγγες,
  2. ἀλλοτρίων κτεάνων παραδειπνίδες,
    v.1.p.261
οὐ χὠ προπάτωρ ὑμῶν Διογένης πλακοῦντά ποτε ἐσθίων ἐν δείπνῳ λάβρως πρὸς τὸν πυνθανόμενον ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πεποιημένον; ὑμεῖς δ’ ‘ὦ λοπαδάγχαι’ κατὰ τὸν αὐτὸν ποιητὴν Εὔβουλον, ‘λευκῶν ὑπογαστριδίων’, ἑτέροις οὐ παραχωροῦντες φθέγγεσθε καὶ τὰς ἡσυχίας οὐκ ἄγετε, ἕως ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ἢ ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ ΚΥΒΟΙ, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν ΘΑΡΓΗΛΟΝ, ὅν τινες καλοῦσι θαλύσιον — Κράτης δ’ ἐν βʹ Ἀττικῆς διαλέκτου (p. 63 W) θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον — καὶ τὸν ΣΗΣΑΜΙΤΗΝ. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ΑΝΑΣΤΑΤΟΝ καλούμενον, ὃς ταῖς ἀρρηφόροις γίνεται. ἐστὶ δὲ καὶ ὁ ΠΥΡΑΜΟΥΣ ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν αʹ φυτικῶν (fr. 116 V), καθάπερ καὶ τῶν ΘΙΑΓΟΝΩΝ ὀνομαζομένων· οὗτοι δ’ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ. ΔΡΑΜΙΚΕΣ δὲ καὶ ΑΡΑΞΙΣ παρ᾽ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται.