Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ οὕτως (fr. 29 B4)·

  1. πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
  2. πολλὰ δὲ μύρσινα φύλλα
  3. καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας.
καὶ Ἀλκμάν (fr. 143). ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ (I 765 K)·
  1. κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.
καὶ Φιλήμων δ’ ἐν Ἀγροίκῳ (II 478 K) τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ’ ἐν τῇ Ϛʹ τῶν ἱστοριῶν (FHG I 336) τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. ‘τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν, φησίν, εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.’

Ἕρμων δ’ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. Πολέμων δ’ ἐν εʹ τῶν πρὸς Τίμαιον (fr. 43 Pr) ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν

v.1.p.190
λέγῃ (fr. 90)· ‘μεῖον ἢ κοδύμαλον.’ Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν βʹ τῆς ἱστορίας (2, 5).

διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ’ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησίν (p. 44 M)·

  1. ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις
  2. πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.
μνημονεύει δ’ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως (fr. 50 Schn)·
  1. αὐτίχ’ ὅ γ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων
  2. μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.
ὅτι δ’ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν αʹ Ἡρακλείας (p. 178 M) καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν εʹ περὶ νεῶν καταλόγου. Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησίν (p. 170 Wil)·
  1. ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δ’ ἀριμήλων
  2. πορφυρέων, Ἐφύρῃ τά τ’ ἀέξεται ἠνεμοέσσῃ.

φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως (I 211 K)·

  1. ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι
  2. φαυλίων μήλων.
καὶ Θεόπομπος ἐν Θησεῖ (I 738 K). Ἀνδροτίων δ’ ἐν τῷ Γεωργικῷ ‘τὰς δὲ μηλέας, φησί, φαυλίας καὶ
v.1.p.191
στρουθίας· οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν· τὰς δὲ ἠρινὰς ἢ Λακωνικὰς ἢ Σιδουντίας ἢ χνοωδίας.’ ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ κατὰ τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων. τούτων δ’ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος ὁ Συρακόσιος οὑτωσί πως λέγων (2, 120)·
  1. μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
  2. κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.
Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων. ‘ἐπιμηλὶς δὲ καλεῖται, φησὶ Πάμφιλος, τῶν ἀπίων τι γένος.’ Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δʹ Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δ’ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δʹ Λακωνικῶν (FHG IV 332)· ‘ἔτι δὲ μῆλα καὶ μηλέασ τὰς λεγομένας ἑσπερίδας.’

ΠΕΡΣΙΚΑ. Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν ὁ καρπὸς οὐ φανερός, γράφει καὶ τάδε· ‘ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἡ ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου,

v.1.p.192
τῶν ἄλλων ὅσα τοιαῦτα πλὴν τοῦ Περσικοῦ, τούτου δ’ ἥκιστα· καὶ πάλιν ῥόας, ἀπίου, μηλέας.’ Δίφιλος δ’ ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσίν φησι· ‘τὰ δὲ Περσικὰ λεγόμενα μῆλα, ὑπό τινων δὲ Περσικὰ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων.’ Φυλότιμος δ’ ἐν τῷ τρίτῳ περὶ τροφῆς τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δ’ ὑπάρχειν καὶ πιεζόμενον πλεῖστον ἔλαιον ἀνιέναι. Ἀριστοφάνης δ’ ὁ γραμματικὸς ἐν Λακωνικαῖς Γλώσσαις (p. 188 N) τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά, ἅ τινες ἄδρυα.

ΚΙΤΡΙΟΝ. περὶ τούτου πολλὴ ζήτησις ἐνέπεσε τοῖς δειπνοσοφισταῖς, εἴ τίς ἐστιν αὐτοῦ μνήμη παρὰ τοῖς παλαιοῖς. Μυρτίλος μὲν γὰρ ἔφασκεν, ὥσπερ εἰς αἶγας ἡμᾶς ἀγρίας ἀποπέμπων τοὺς ζητοῦντας, Ἡγήσανδρον τὸν Δελφὸν ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ μνημονεύειν, τῆς δὲ λέξεως τὰ νῦν οὐ μεμνῆσθαι. πρὸς ὃν ἀντιλέγων ὁ Πλούταρχος ‘ἀλλὰ μὴν ἔγωγε, φησί, διορίζομαι μηδ’ ὅλως τὸν Ἡγήσανδρον τοῦτο εἰρηκέναι, δι’ αὐτὸ τοῦτ’ ἐξαναγνοὺς αὐτοῦ πάντα τὰ ὑπομνήματα, ἐπεὶ καὶ ἄλλος τις τῶν ἑταίρων τοῦτ’ ἔχειν οὕτω διεβεβαιοῦτο, ὁρμώμενος ἔκ τινων σχολικῶν ὑπομνημάτων ἀνδρὸς οὐκ ἀδόξου· ὥστε ὥρα σοι, φίλε Μυρτίλε, ἄλλον ζητεῖν μάρτυρα.’ Αἰμιλιανὸς δὲ ἔλεγεν Ἰόβαν τὸν Μαυρουσίων βασιλέα, ἄνδρα πολυμαθέστατον, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι (FHG III 472) μνημονεύοντα τοῦ κιτρίου καλεῖσθαι φάσκειν

v.1.p.193
αὐτὸ παρὰ τοῖς Λίβυσι μῆλον Ἑσπερικόν, ἀφ’ ὧν καὶ Ἡρακλέα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἰδέαν λεγόμενα μῆλα. τὰ δὲ τῶν Ἑσπερίδων λεγόμενα μῆλα ὅτι ἐς τοὺς Διὸς καὶ Ἥρας λεγομένους γάμους ἀνῆκεν ἡ γῆ Ἀσκληπιάδης εἴρηκεν ἐν ἑξηκοστῷ Αἰγυπτιακῶν (FHG III 306). πρὸς τούτους ἀποβλέψας ὁ Δημόκριτος ἔφη· ‘εἰ μέν τι τούτων Ἰόβας ἱστορεῖ, χαιρέτω Λιβυκαῖσι βίβλοις ἔτι τε ταῖς Ἄννωνος πλάναις. ἐγὼ δὲ τὸ μὲν ὄνομα οὔ φημι κεῖσθαι τοῦ κιτρίου παρὰ τοῖς παλαιοῖς τοῦτο, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου Θεοφράστου οὕτως λεγόμενον ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ ἀναγκάζει με ἐπὶ τῶν κιτρίων ἀκούειν τὰ σημαινόμενα.

φησὶ γὰρ ὁ φιλόσοφος ἐν τῷ τετάρτῳ τῆς περὶ φυτῶν ἱστορίας οὕτως (4, 2)· ‘ἡ δὲ Μηδία χώρα καὶ ἡ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν ἢ Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς δάφνης ἀνδράχλης καὶ καρύας, ἀκάνθας δ’ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μέν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου· κἂν εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ. χρήσιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον (δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον) καὶ πρὸς στόματος εὐωδίαν· ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ ἢ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσῃ τε εἰς τὸ στόμα καὶ καταρροφήσῃ, ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα

v.1.p.194
διειργασμένας ἐπιμελῶς· εἶτ’ ἄρδεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας. ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν· τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ’ ἀνθεῖ, τὰ δ’ ἐκπέττει. τῶν δ’ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τινὰ ἐξέχουσαν, ταῦτά ἐστι γόνιμα· ὅσα δὲ μή, ἄγονα.’ κἀν τῷ πρώτῳ δὲ τῆς αὐτῆς πραγματείας (13, 4) τὰ περὶ τῆς ἠλακάτης καὶ τῶν γονίμων εἴρηκεν. ἐκ τούτων ἐγὼ κινούμενος, ὦ ἑταῖροι, ὧν φησιν ὁ Θεόφραστος περὶ χρόας, περὶ ὀδμῆς, περὶ φύλλων τὸ κιτρίον εἶναι λέγεσθαι πεπίστευκα, καὶ μηδεὶς ὑμῶν θαυμαζέτω εἴ φησιν μὴ ἐσθίεσθαι αὐτό, ὁπότε γε καὶ μέχρι τῶν κατὰ τοὺς πάππους ἡμῶν χρόνων οὐδεὶς ἤσθιεν, ἀλλ’ ὥς τι μέγα κειμήλιον ἀπετίθεντο ἐν ταῖς κιβωτοῖς μετὰ τῶν ἱματίων.

ὅτι δ’ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται. Ἀντιφάνης μὲν ἐν Βοιωτίῳ (II 35 K)·

  1. καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν
  2. ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε,
  3. παρθένε, τὰ μῆλα. Β. καλά γε. Α. καλὰ δῆτ᾽,
  4. ὦ θεοί·
  5. νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον
  6. εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
    v.1.p.195
  7. Β. παρ’ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Φωσφόρον,
  8. φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία
  9. μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
  10. καὶ τίμιον.
Ἔριφος δ’ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει (II 429 K)·
  1. Β. παρ’ Ἑσπερίδων ᾤμην γε, νὴ τὴν Ἄρτεμιν,
  2. φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι; τρία
  3. μόνον ἐστίν. Α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
  4. καὶ τίμιον. Β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
  5. τίθημι· λογιοῦμαι γάρ. Α. αὗται δὲ ῥόαι.
  6. Β. ὡς εὐγενεῖς. Α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
  7. δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
  8. Β. βέρβεαι πολυτίμητε· κᾆτα τρεῖς μόνας
  9. καὶ τάσδ’ ἐκόμισας; Α. οὐ γὰρ εἶχον πλείονας.

τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω· καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου ἔννοιαν ἡμῖν διδόντος μήποτε ἀπὸ τῆς κέδρου τὸ κεδρίον ὠνόμασται. καὶ γὰρ τὴν κέδρον φησὶν ἐν πέμπτῳ περὶ φυτῶν (FHG II 300) ἀκάνθας ἔχειν περὶ τὰ φύλλα. ὅτι δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὸ κιτρίον ἐστὶ παντὶ δῆλον.

ὅτι δὲ καὶ προλαμβανόμενον τὸ κιτρίον πάσης τροφῆς ξηρᾶς τε καὶ ὑγρᾶς ἀντιφάρμακόν ἐστι παντὸς δηλητηρίου εὖ οἶδα, μαθὼν παρὰ πολίτου ἐμοῦ πιστευθέντος τὴν τῆς Αἰγύπτου ἀρχήν. οὗτος κατεδίκασέ

v.1.p.196
τινας γενέσθαι θηρίων βορὰν κακούργους εὑρεθέντας, καὶ ἔδει αὐτοὺς ἀποσίτοις ζῴοις παραβληθῆναι. εἰσιοῦσι δὲ αὐτοῖς εἰς τὸ τοῖς λῃσταῖς εἰς τιμωρίαν ἀποδεδειγμένον θέατρον κατὰ τὴν ὁδὸν κάπηλίς τις γυνὴ κατ’ ἔλεον ἔδωκεν οὗ μετὰ χεῖρας εἶχεν ἐσθίουσα κιτρίου, καὶ λαβόντες ἔφαγον καὶ μετ’ οὐ πολὺ παραβληθέντες πελωρίοις καὶ ἀγριωτάτοις ζῴοις ταῖς ἀσπίσι δηχθέντες οὐδὲν ἔπαθον. ἀπορία δὲ κατέσχε τὸν ἄρχοντα. καὶ τὸ τελευταῖον ἀνακρίνων τὸν αὐτοὺς φυλάττοντα στρατιώτην εἴ τι ἔφαγον ἢ ἔπιον, ὡς ἔμαθε κατὰ τὸ αὐτὸν ἐξ ἀκεραίου τὸ κιτρίον δεδομένον, τῇ ἐπιούσῃ τῶν ἡμερῶν τῷ μὲν πάλιν ἐκέλευσε δοθῆναι κιτρίου, τῷ δ’ οὔ· καὶ ὁ μὲν φαγὼν δηχθεὶς οὐδὲν ἔπαθεν, ὃ δὲ παραυτίκα πληγεὶς ἀπέθανε. δοκιμασθέντος οὖν διὰ πολλῶν τοῦ τοιούτου εὑρέθη τὸ κιτρίον ἀντιφάρμακον ὂν παντὸς δηλητηρίου φαρμάκου. ἐὰν δέ τις ἐν μέλιτι Ἀττικῷ ὅλον κιτρίον ὡς ἔχει φύσεως συνεψήσῃ μετὰ τοῦ σπέρματος, διαλύεται μὲν ἐν τῷ μέλιτι, καὶ ὁ ἀπ’ αὐτοῦ λαμβάνων ἕωθεν δύο ἢ τρεῖς δακτύλους οὐδ’ ὁτιοῦν ὑπὸ φαρμάκου πείσεται.

τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ. φησὶ γὰρ οὗτος ἐν τῇ ὀγδόῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν (FHG I 311) περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ τυράννου, ὡς

v.1.p.197
βιαίως ἀνῄρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου ἀκόνιτον πιεῖν· ‘ἐπειδὴ οὖν, φησί, πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον· τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον· ὃ καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ τὴν Ἡράκλειαν.’

ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου θαυμάσαντες οἱ πολλοὶ τὴν τοῦ κιτρίου δύναμιν ἀπήσθιον ὡς μὴ πρότερον φαγόντες ἢ πιόντες τι. Πάμφιλος δ’ ἐν ταῖς Γλώσσαις Ῥωμαίους φησὶν αὐτὸ κίτρον καλεῖν.

ἑξῆς δὲ τοῖς προειρημένοις κατ’ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ’ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων (p. 230 L)·

  1. ἄγει δὲ παντοδαπὰ κογχύλια,
  2. λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθυνάκια,
  3. .... βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,
  4. τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽
  5. εὐμαρέα·
  6. μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,
    v.1.p.198
  7. τὰ γλυκέα μέν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα,
  8. τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε
  9. κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ’ ἰσωνία·
  10. θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες,
  11. ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας
  12. πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.

ἐν δὲ Μούσαις γράφεται (p. 238 L) ἀντὶ τοῦ

  1. κόγχος, ἅπερ κογχοθηρᾶν παισίν ἐστ᾽ ἰσωνία
  2. κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ’ ἅδιστον κρέας.
τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ’ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι (p. 274 N) ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ’ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ’ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή (fr. 51 B4)·
  1. πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,
ἧς ἐπὶ τέλει γεγράφθαι·
  1. ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς.
ὁ δ’ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας· τὰ παιδάρια δὲ ἡνίκ’ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ’ ἡμῖν
v.1.p.199
τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ·
  1. ἀλλ’ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέ τις
  2. ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.
πάλιν δ’ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι (p. 250 L)·
  1. κἄν τις ἑλλήνων τὸν ἀναρίταν, θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.
παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται (fr. 65 Bo)· ‘μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.’ ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν (fr. 55) χηράμβας ὀνομάζει. καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται (fr. 198 B), τοῦ δ’ ἀναρίτου Ἴβυκος (fr. 22). καλεῖται δ’ ὁ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ’ ἐν Συνεργαζομέναις (fr. 2 B)·
  1. προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.
Αἰσχύλος δ’ ἐν Πέρσαις τις ἀνηρει τοὺς ‘νήσους νηριτοτρόφους’ εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται (Il. 16.747).

Διοκλῆς δ’ ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν

v.1.p.200
καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. Ἄρχιππος δ’ ἐν Ἰχθύσι (I 683 K)·
  1. λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε·
ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας, πορφύρας, κήρυκας. περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει (ibid)·
  1. κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως (fr. 302)·
  1. ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα
  2. δυναίμεθ’ εὑρεῖν ...
ἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. Ἀραρὼς δὲ Καμπυλίωνί φησιν (II 217 K)·
  1. τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα,
  2. κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
  3. καρῖδες ἐξήλλοντο δελφίνων δίκην.
Σώφρων δ’ ἐν Μίμοις (fr. 38 Bo)· ‘τίνες δέ ἐντί ποκα, φίλα, τοιδέ τοι μακραὶ κόγχαι; Β. σωλῆνές θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.’ τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν Ἀρχιλόχοις (I 14 K)·
  1. ἣ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
    v.1.p.201
Φιλύλλιος δ’ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι (I 785 K)·
  1. πουλυπόδειον σηπιδάριον, κάραβον, ἀστακόν,
  2. ὄστρειον,
  3. χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
  4. ἐκ Μιτυλήνης·
  5. αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
  6. πέρκη, κορακῖνοι.
Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς (FHG 386. 292) τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.

τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ἀριστοφάνης Βαβυλωνίοις (I 409 K)·

  1. ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
  2. ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
Τηλεκλείδης δ’ ἐν Ἡσιόδοις (I 214 K) κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις (fr. 33 Bo)· ‘αἵ γα μὰν κόγχαι, ὥσπερ αἴ κ’ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.’ ἀρσενικῶς δ’ Αἰσχύλος ἐν Ποντίῳ Γλαύκῳ (fr. 32 N)·
  1. κόγχοι μύες κὤστρεια.
Ἀριστώνυμος Θησεῖ (I 668 K)·
  1. κόγχος ἦν βάπτων ἄλλων ὁμοίως.
παραπλησίως δ’ εἴρηκε καὶ Φρύνιχος Σατύροις (I 383 K).

Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ λείασ βασιλικάς. καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους,

v.1.p.202
εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους· τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασι (FGH IV 420) τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς.

τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ’ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε τούτων. ‘οἱ δὲ κτένες τροφιμώτεροι μέν εἰσι, κακοχυλότεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι καὶ οἱ τούτοις ὅμοιοι τῇ εὐχυλίᾳ τῶν μὲν κτενῶν βελτίονες, τῶν δὲ χημῶν λειπόμενοι· οὐρητικώτεροι δὲ μᾶλλον ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι. εἰσὶ δ’ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ᾽ ἐλάσσονες τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλότεροι τῶν σκιλλωδῶν, ἀτροφώτεροι δέ, διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι. οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοί τέ εἰσι καὶ ἀτροφώτεροι μυῶν τε καὶ χημῶν καὶ κτενῶν· τοῖς δ’ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι τὴν τροφὴν εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες. τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης ἐστίν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι, πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι. τροφιμώτεραι

v.1.p.203
δὲ τούτων εἰσὶ καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδέστεραι ὑπάρχουσι· καὶ γὰρ ὅλον τὸ κογχύλιον τοιοῦτόν ἐστιν. ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι παρέπεται τὸ ἑψομέναις παχὺν ποιεῖν τὸν ζωμόν. ἑψόμενοι δὲ τὸ καθ’ ἑαυτοὺς καὶ οἱ τράχηλοι τῶν πορφυρῶν εὐθετοῦσι πρὸς τὰς τῶν στομάχων διαθέσεις.’ μνημονεύει δ’ αὐτῶν Ποσείδιππος ἐν Λοκρίσιν (IV 517 M) οὕτως·
  1. ὥρα περαίνειν· ἐγχέλεια, καράβους,
  2. κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
  3. πίνας, τραχήλους, μύας.

αἱ βάλανοι δ’ εἰ μείζονες, εὐέκκριτοι καὶ εὔστομοι. τὰ δ᾽ ὠτάρια — γίνεται δὲ ταῦτα κἀν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένῃ Φάρῳ νήσῳ — τροφιμώτερα τῶν προειρημένων ἁπάντων, οὐκ εὐέκκριτα δέ. Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως (p. 174 Wil) τὸ ὄστρεον τοῦτο ὑπὸ Αἰολέων καλεῖσθαι οὖς Ἀφροδίτης. αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. γίνεται δέ τινα καὶ ἄγρια λεγόμενα ὄστρεα· πολύτροφα δ’ ἐστὶ καὶ βρομώδη προσέτι τε εὐτελῆ κατὰ τὴν γεῦσιν. Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων (p. 229 R) ‘ὄστρεα, φησίν, πίνη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λεπάς, τῆθος, βάλανος. πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἐστὶ δ’ ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτός, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, ἡ δὲ

v.1.p.204
πίνη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, δίθυρον δὲ καὶ λειόστρακον, λεπὰς δὲ μονόθυρον καὶ λειόστρακον, συμφυὲς δὲ μῦς, μονοφυὲς δὲ καὶ λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ’ ἐξ ἀμφοῖν κόγχη.’ τὸ δ’ ἐντὸς τῆς πίνης Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καλεῖσθαί φησι μήκωνα. ἐν δὲ πέμπτῳ ζῴων μορίων ὁ Ἀριστοτέλης (h. a. V p. 544a 15) ‘γίνονται, φησίν, αἱ μὲν πορφύραι περὶ τὸ ἔαρ, οἱ δὲ κήρυκες λήγοντος τοῦ χειμῶνος. ὅλως δέ, φησί, τὰ ὀστρακόδερμα ἐν τῷ ἔαρι φαίνεται ἔχοντα τὰ καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων. οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις αἰεί τε ἰσχύουσι καὶ τὸ πλέον ἐν ταῖς πανσελήνοις καὶ ταῖς ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρραίων· ἐκεῖνοι δ’ ἀμείνονες τοῦ χειμῶνος καί εἰσι μικροί, πλήρεις δὲ ᾠῶν. κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν.’

προελθὼν δὲ πάλιν φησὶν ὁ φιλόσοφος (p. 546b 18)· ‘αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν· τοῦτο δ’ ἐστὶν οἷον κηρίον, ἀλλ’ οὐχ οὕτως γλαφυρόν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὗται καὶ τὰ ἄλλα ὀστρακόδερμα ἐξ ἰλύος καὶ σήψεως. τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι· κηριάζουσι γὰρ καὶ οὗτοι. ἀφιᾶσι δ’ ἀρχόμεναι

v.1.p.205
κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται. ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφιᾶσι δ’ ἰχῶρα εἰς τὴν γῆν· καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι. ἐὰν δὲ πρὶν ἐκτεκεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ ταὐτὸ συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνεται οἱονεὶ βότρυς. ἐστὶ δὲ τῶν πορφυρῶν γένη πλείονα· καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ τὸ Λεκτόν, αἳ δὲ μικραί, οἷον ἐν τῷ Εὐρίπῳ καὶ περὶ Καρίαν. καὶ αἱ μὲν ἐν τοῖς κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ’ ἐρυθρὸν μικρόν. γίνονται δ’ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι. αἱ δ’ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθός εἰσι μικραί, τὸ δὲ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ’ ἐν μὲν τοῖς προσβόρροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον.’

Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰ ‘λιχνοτέρα τᾶν προφυρᾶν’ (fr. 60 Bo) φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες, ἀπὸ τοῦ βάμματος· οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ’ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγήν· ἄλλοι δ’ ἀπὸ τοῦ ζῴου. ‘ἁλίσκονται δέ, φησὶν ὁ Ἀριστοτέλης (h. a. V p. 547a 13), τοῦ ἔαρος, ὑπὸ κύνα δ’ οὐχ ἁλίσκονται· οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ (ib. p. 547b 3)

v.1.p.206
καὶ αὐτὴ καὶ ὁ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα. νέμονται δ’ ἐξείροντα τὴν καλουμένην γλῶτταν ὑπὸ τὸ κάλυμμα. τὸ δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. μακρόβια δ’ ἐστὶν καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἐκ τῆς ἐν τῷ ὀστράκῳ ἕλικος. αἱ δὲ κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.

αἱ δὲ πῖναι ὀρθαὶ φύονται ἐκ τοῦ βυθοῦ ἔχουσί τε ἐν αὑταῖς τὸν πινοφύλακα αἳ μὲν καρίδιον, αἳ δὲ καρκίνιον· οὗ στερόμεναι θᾶττον διαφθείρονται.’ τοῦτο δὲ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων συμπεφυκέναι φησὶν αὐταῖς. Χρύσιππος δ’ ὁ Σολεὺς ἐκ τοῦ εʹ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς· ‘ἡ πίννη, φησίν, καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ’ ἰδίαν οὐ δυνάμενα συμμένειν. ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος μικρός. καὶ ἡ πίννη διαστήσασα τὸ ὄστρακον ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἣ δὲ δηχθεῖσα συμμύει. καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.’ φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν δὲ ὁ Ἀριστοτέλης φησί (ibid. b 18)· ‘πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα

v.1.p.207
καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον λεπάδες καὶ νηρῖται.’ —

‘τὸν αὐτὸν δὲ τρόπον (ib. p. 548a 22) γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν. ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη· αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ’ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι.’ τὰς δὲ κνίδας ὁ Εὔπολις ἐν Αὐτολύκῳ (I 272 K) ἀκαλήφας ὀνομάζει ἔτι τε Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως (ib. p. 534)·

  1. ἔχε τὸν πρῶτον πάντων
  2. ἴφυα φῦναι
  3. εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
καὶ ἐν Σφηξί (884). Φερεκράτης δ’ ἐν Αὐτομόλοις (I 152 K)·
  1. κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.
Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς ‘ἡ δὲ ἀκαλήφη, φησίν, ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.’ ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτήν· ὑφ’ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη. κατ᾽ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται· οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως (IV 468 M)·
  1. ὄστρε᾽, ἀκαλήφας, λεπάδας .. παρέθηκέ μοι.
τὸ δ’ ἐν Λυσιστράτῃ Ἀριστοφάνους πέπαικται (549)·
v.1.p.208
  1. ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.
ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.

καὶ περὶ τῶν ἄλλων ὀστρέων ὁ Δίφιλος τάδε φησί· ‘χημῶν δὲ τῶν τραχειῶν αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι· αἱ δὲ λεῖαι, βασιλικαὶ δὲ πρός τινων καλούμεναι πελώριαί τε λεγόμεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι, εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους. τελλῖναι γίνονται μὲν ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν πληθύουσιν. ὧν λεπτότεραι μέν εἰσιν αἱ βασιλικαὶ διαχωρητικαί τε καὶ κοῦφαι, ἔτι δὲ καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως εἰσὶ τρόφιμοι, διαχωρητικοί, οὐρητικοί· κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί. αἱ δὲ μυίσκαι τῶν μυῶν οὖσαι μικρότεραι γλυκεῖαί τε καὶ εὔχυλοί εἰσι προσέτι τε καὶ τρόφιμοι. οἱ δὲ σωλῆνες μὲν πρός τινων καλούμενοι, πρός τινων δὲ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, πολύχυλοι καὶ κακόχυλοι, κολλώδεις. καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοί εἰσι καὶ οὐ μονοχρώματοι· εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ ἄλλοις δυσουροῦσιν εὔθετοι. οἱ δὲ θήλεις μονοχρώματοί τέ εἰσι καὶ γλυκύτεροι. λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί· κρείττονες δ’ εἰσὶν οἱ μέχρι τοῦ χανεῖν ἐπ’ ἀνθράκων ὀπτώμενοι.’ — ‘σωληνισταὶ δ’ ἐκαλοῦντο οἱ συνάγοντες τὰ ὄστρεα ταῦτα, ὡς ἱστορεῖ Φαινίας ὁ Ἐρέσιος

v.1.p.209
ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας γράφων οὕτως· ‘Φιλόξενος ὁ καλούμενος σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, ζῶν τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν· ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐκτήσατο.’ — ‘τῶν δὲ κτενῶν ἁπαλώτεροι μέν εἰσιν οἱ λευκοί· ἄβρομοι γὰρ καὶ εὐκοίλιοι. τῶν δὲ μελάνων καὶ πυρρῶν οἱ μείζονες καὶ εὔσαρκοι εὔστομοι. κοινῶς δὲ πάντες εὐστόμαχοι, εὔπεπτοι, εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως.’ — μνημονεύει δ᾽ αὐτῶν καὶ Ἄρχιππος ἐν Ἰχθύσι (I 683 K)·
  1. λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε.
— ‘αἱ δὲ βάλανοι καλούμεναι ἀπὸ τῆς πρὸς τὰς δρυίνας ὁμοιότητος διαφέρουσι παρὰ τοὺς τόπους. αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαί, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα. αἱ δὲ φωλάδες εὔστομοι, βρομώδεις δὲ καὶ κακόχυλοι.