Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος ὁ Μάχων τάδε φησίν·

  1. ἴσως δ’ ἂν ἀπορήσαι τις εὐλόγως θ’ ἅμα
  2. τῶν νῦν ἀκροατῶν, εἴ τις Ἀττικὴ γυνὴ
  3. προσηγορεύετ’ ἢ ἐνομίσθη Μανία.
  4. αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ’ ἔχειν,
  5. καὶ ταῦθ’ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος,
  6. μὴ τὴν Ἀθηναίων τι κωλῦσαι πόλιν,
  7. ὑφ’ ἧς ἅπαντές εἰσ’ ἐπηνορθωμένοι.
  8. τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου
  9. αὐτῇ Μέλιττ’ ἦν ὄνομα. τῷ μεγέθει μὲν ἦν
  10. τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα·
    v.3.p.275
  11. φωνῇ δ’ ὁμιλίᾳ τε κεχορηγημένη
  12. πάνυ τ’ εὐπρόσωπος οὖσα καὶ καταπληκτικὴ
  13. πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους
  14. ἔχουσ’ — ὅπου περὶ τῆσ γυναικός τις λόγος
  15. γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν
  16. ἔφασκον εἶναι, καὶ προσεξειργάζετο
  17. αὐτὴ τὸ πλεῖον. ἡνίκα σκώψειε γάρ,
  18. ῥημάτιον εὐθὺ τοῦτο ‘μανίαν’ ἀνεβόα,
  19. αὐτή θ’ ὅτ’ ἐπαινοίη τιν’ ἢ ψέγοι πάλιν,
  20. ἐπ’ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων.
  21. διὸ τῆς μανίας τὸ ῥῆμ’ ἐπεκτείνας δοκεῖ
  22. καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν·
  23. μᾶλλον τὸ πάρεργον ἐπεκράτησ’ ἢ τοὔνομα.
  24. ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ᾽, ἡ Μανία·
  25. Γνάθαινα δ’ εἰς τὰ στρώμαθ’ ὅτι προίετο,
  26. ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
  27. μετὰ ταῦτα δ’ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν
  28. ἐλοιδορεῖτο καὶ λέγει ‘τί τοῦτο, παῖ,
  29. εἰ καὶ λίθον εἶχες;’ ὑπολαβοῦσ’ ἡ Μανία
  30. ‘ἔδωκ’ ἄν, ἵν’ εἶχες, φήσ᾽, ἀποψᾶσθαι, τάλαν.’

ὅτι δ’ ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει·

  1. τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ
  2. ὁ παγκρατιαστὴς καὶ συνεῖχ’ αὐτὴν μόνος
  3. γαμετῆς τρόπον γυναικός. ὑπὸ δ’ Ἀντήνορος
    v.3.p.276
μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον σφόδρ᾽ ἠγανάκτησ᾽. ἣ δὲ ‘μηθέν, φησί, σοί, ψυχή, μελέτω· μαθεῖν γὰρ αἰσθέσθαι θ’ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν παρὰ πληγὴν τί δύναταί ποτ’ ἤθελον.’

αἰτουμένην λέγουσι τὴν πυγήν ποτε ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα. δόντος δ᾽ ἐπιστρέψασα μετὰ μικρὸν λέγει ‘Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοι (Soph. El. 2).’

εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος καὶ παρεπιδημήσας Ἀθήνησίν ποτε τὴν Μανίαν μετεπέμψαθ᾽, ὅσον ᾔτησε δούς. εἰς τὸν πότον δ’ ἦν συμπαρειληφώς τινας ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν· βουλόμενος εἶναι γλαφυρὸς ἀστεῖός θ’ ἅμα, τῆς Μανίας ἄριστα παιζούσης σφόδρα ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα αὐτὴν ἐπικροῦσαι βουλόμενος ‘πρὸς τῶν θεῶν, μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν; ἡ Μανία δ’ ‘αὐτόμολος, ὦ βέλτιστ᾽,’ ἔφη. μετὰ ταῦτα δ’ ὡς εἰσῆλθε πάλιν ἡ Μανία, τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ’ ἔφη αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ. ὁ δὲ στρατιώτης ὑπό τι δὴ σκυθρωπάσας

v.3.p.277
  1. ἀπέπεμψε ταύτην· διαλιποῦσα δ’ ἡ ἑταίρα
  2. ‘μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε·
  3. οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα,
  4. μὰ τὴν Ἀφροδίτην, ἀλλ’ ὁ σοὶ χρήσας τότε.’
  5. ἐν συμποσίῳ δ᾽, ὥς φασι, παρὰ τῇ Μανίᾳ
  6. παρεδέξατ’ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
  7. κᾆθ’ ὡς ἐπηρώτησε ‘πότερ’ ἄνω θέλεις
  8. ἐλθοῦσ’ ἅμα βαλεῖν ἢ κάτω;’ γελάσασ’ ‘ἄνω,
  9. βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε,
  10. μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.’

καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα ὁ Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι. Γναθαίνης μὲν οὕτως·

  1. [παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ
  2. ‘ψυχρόν γ᾽, ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν᾽, ἔχεις.’
  3. ‘τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε,
  4. εἰς αὐτό γ’ αἰεὶ δραμάτων ἐμβάλλομεν.’]
  5. πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
  6. ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις,
  7. τιμώμενος μάλιστα τῶν ἐρωμένων
  8. (ᾔδει δ’ ὑπ’ αὐτῆς ἐκτενῶς ἀγαπώμενος)
  9. παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
  10. μύρον, στεφάνους, τραγήματ᾽, ἔριφον, ταινίας,
  11. ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ’ αὐλητρίδα.
  12. καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
  13. πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ’ ἕνα,
    v.3.p.278
αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον, μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν, τὴν χιόνα δ’ εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ· τῷ παιδί τ’ ἐπέταξ’ ἐγχέανθ’ ὅσον δέκα κυάθους προσενεγκεῖν Διφίλῳ ποτήριον. ὑπερηδέως δὲ τὴν κύλικ᾽ ἐκπιὼν ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος ‘νὴ τὴν Ἀθηνᾶν καὶ θεούς, ψυχρόν γ᾽, ἔφη, Γνάθαιν᾽, ἔχεις τὸν λάκκον ὁμολογουμένως.’ ἣ δ’ εἶπε ‘τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν.’

μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο. περιλαμβάνουσα δ’ αὐτόν, ὡς ἀνώμαλον τὸ νῶτον εἶχε παντελῶς, ‘τάλαν, τάλαν ἄνερ, πόθεν ἔχεις ταῦτ᾽, ἔφη, τὰ τραύματα;’ κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο ὅτι παῖς ποτ’ ὢν ἀνείλετ᾽, εἰς πυρὰν ὅτε παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν. ‘νὴ τὴν φίλην Δήμητρα, δικαίως τοιγαρ, ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν.’

παρὰ Δεξιθέᾳ δειπνοῦσα θᾐταίρᾳ ποτὲ Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν

v.3.p.279
τῆς Δεξιθέας τῇ μητρί, ‘νὴ τὴν Ἄρτεμιν, εἰ, φησίν, ᾔδειν, ἡ Γνάθαινα, τοῦτ᾽ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι.’

ἐπεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καὶ ἤδη τελέως ἦν ὁμολογουμένη σορός, εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου πωλεῖθ’ ἕκαστον. εἶτ’ ἰδοῦσα κατὰ τύχην ἱστῶντα κρεοπώλην τιν’ ἀστεῖον πάνυ τῇ θ’ ἡλικίᾳ σφόδρα νέον ‘ὦ πρὸς τῶν θεῶν, μειράκιον, ὁ καλός, φησί, πῶς ἵστης; φράσον.’ ὃ δὲ μειδιάσας ‘κύβδ᾽, ἔφη, τριωβόλου.’ ‘τίς δ’ οὑπιτρέψων ἐστί σοι, φησίν, τάλαν, ὄντα γ’ ἐν Ἀθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς;’

Στρατοκλῆς δύ’ ἐρίφους προῖκ’ ἐδίδου τοῖς γνωρίμοις λοπάδας συνάλμους τε συναρτύειν δοκῶν καὶ διψᾶν ὑπολειπόμενοι εἰς τὴν αὔριον τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν, μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολάς. Γνάθαινα δ’ αὑτῆς εἶπε πρὸς ἐραστήν τινα στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς· ‘Στρατοκλῆς ἐπ’ ἐρίφοις, φησί, χειμῶνας ποιεῖ.’

ἰδοῦσ’ ἔφηβον ἡ Γνάθαιν’ ἰσχνὸν πάνυ καὶ μέλανα λεπτόν θ᾽, ὡς ἔοιχ᾽, ὑπερβολῇ καὶ λιπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον,

v.3.p.280
  1. ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως
  2. τοῦ μειρακίσκου καὶ τυραννικώτερον
  3. αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ
  4. θυγατρὶ μετ’ αὐτῆς συμπορευομένῃ λέγει·
  5. ‘δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ ....’
  6. λέγουσι Ποντικόν τι μειρακύλλιον
  7. ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν
  8. πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ
  9. αὐτῷ παρασχεῖν· τὴν δὲ τοῦτ’ εἰπεῖν ‘τάλαν,
  10. ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε
  11. τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;’

καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει·

  1. εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος
  2. σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ’ ὢν ἐτῶν,
  3. Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον
  4. μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός,
  5. τό τ’ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν
  6. ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον
  7. τῆς νυκτός. ἡ Γνάθαινα δ’ εἰς τὴν πορφύραν
  8. καὶ τὰ δόρατ’ ἀποβλέψασα δραχμὰς χιλίας
  9. ἔταξεν. ὃ δ’ ἄφνω καιρίμην πληγεὶς ‘παπαῖ,
  10. ζωγρεῖς, γύναι, φήσ᾽, ἕνεκα τοῦ στρατιωτικοῦ·
  11. μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ
  12. καὶ στρῶσον ἡμῖν ἔνδον.’ ἣ δ’ ἐπιδέξιον
    v.3.p.281
  13. βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο,
  14. εἶπεν δέ· ‘.... δὸς ὅσον ἐπιθυμεῖς, πάτερ·
  15. οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθ’ ὅτι
  16. εἰς νύκτ’ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν.’
  17. ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρ’ εὐφυής,
  18. καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν
  19. οὐκέτι θ’ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως
  20. τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν
  21. τὸν ὑποκριτήν· τότε δ’ ὄντος ἐν ἀποδημίᾳ,
  22. ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον,
  23. οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν
  24. μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος
  25. πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον.
  26. ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς
  27. ἐν σκυτοτομείῳ μετά τινων καθήμενος
  28. κατεσχόλαζε τῆς Γναθαινίου λέγων,
  29. ἑτέρῳ τρόπῳ μὲν μὴ συγγεγενῆσθαι μηδενί,
  30. ἑξῆς καθιππάσθαι δ’ ὑπ’ αὐτῆς πεντάκις.
  31. μετὰ ταῦτ’ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς
  32. ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος
  33. ...... πικρῶς τε λοιδορούμενος
  34. παρὰ τὸν πότον ταῦτ’ ἔλεγε τῇ Γναθαινίῳ,
  35. αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι
  36. τούτου παρ’ αὐτῆς μηδέποτε τοῦ σχήματος,
  37. ἐν τῷδε δ’ ἑτέρους ἐντρυφᾶν μαστιγίας.
    v.3.p.282
ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον· ‘περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον· διὰ τοῦθ’ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, ἐφιλοσόφησά θ᾽, ἵν’ ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος.’

ἔπειτα, φασί, τῆς Γναθαινίου ποτὲ τὸν Ἀνδρόνικον οὐ θελούσης παρὰ πότον φιλεῖν, καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί, ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν, ἔπειθε πῶς ‘οὐχ ὁρᾷς, Γνάθαιν᾽, ἔφη, ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην;’ ἡ γραῦς δ’ ἀγανακτήσασα ‘τάλαν, ἔφη, τέκνον· περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει.’ ἣ δ’ εἶπε ‘μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντ’ ἔχειν.

πανηγύρεως οὔσης ποθ’ ἡ Γναθαίνιον εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν εὐτελῶς ἐπ’ ἀστράβης, τὰ πάντ’ ἔχουσ’ ὀνάρια μεθ’ ἑαυτῆς τρία καὶ τρεῖς θεραπαίνας καὶ νέαν τιτθὴν μίαν. ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων·

v.3.p.283
  1. ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως,
  2. ἀλλὰ στενοχωρῶν εἶπεν ‘ὦ τρισάθλιε
  3. ὀνηλάτ᾽, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ
  4. ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ
  5. σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.’
  6. Γναθαίνιον δ’ εἶπ’ ‘ὦ τάλαν, μὴ δῆτ᾽, ἄνερ·
  7. οὐδέποτε γὰρ τοῦτ’ ἐστί σοι πεπραγμένον.’

  1. ἑξῆς δὲ καὶ ταῦτ’ ἀναγράφει·
  2. Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ
  3. Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ
  4. πινακίδα καὶ γραφεῖον ἐξηρτημένον
  5. ἔχοντ᾽· ‘ἀπόκριναι, φησίν, ὦ ποιητά μοι,
  6. τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ
  7. ‘ἔρρ᾽, αἰσχροποιέ (Med. 1346) ’ʼ;’ καταπλαγεὶς δ’ Εὐριπίδης
  8. τὴν τόλμαν αὐτῆς ‘σὺ γάρ, ἔφη, τίς εἶ, γύναι;
  9. οὐκ αἰσχροποιός;’ ἣ δὲ γελάσασ᾽ ἀπεκρίθη
  10. ‘τί δ’ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ (Eur. fr. 19 N) ;ʼ’
  11. ἡ Γλυκέριον λαβοῦσα παρ’ ἐραστοῦ τινος
  12. Κορίνθιον παράπηχυ καινὸν λῄδιον
  13. ἔδωκεν εἰς γναφεῖον· εἶτ’ ἐπεὶ τέλος
  14. ἔδοξ’ ἔχειν, πέμψασα τὴν θεραπαινίδα
  15. τὸ μισθάριον ἔχουσαν ἐκέλευ’ ἀποφέρειν
  16. θοἰμάτιον. ὁ γναφεὺς δ’ εἶπεν· ‘ἄν γ’ ἐλᾳδίου
  17. ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία,
    v.3.p.284
  18. κόμισαι. τὸ κωλῦον γάρ ἐστι τοῦτό με.’
  19. ἣ δ’ ὡς ἀπήγγειλ᾽, ‘ὦ τάλαιν᾽, εἶπεν, κακῶν’
  20. ἡ Γλυκέριον, ‘μέλλει γὰρ ὥσπερ μαινίδας
  21. ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον.’

ὁ τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ νέος ὢν ἔτ’ αὐτὸς εἶχεν. ἐπεκαλεῖτο δ’ Αἴξ, ὅτι τὸν μέγαν κατέφαγ’ ἐραστήν ποτε Θαλλόν· παρεγενήθη γὰρ εἰς τὴν Ἀττικὴν ὠνησόμενος χελιδονείους ἰσχάδας Ὑμήττιόν τε φορτιούμενος μέλι. λέγεται δ’ ἐκείνην τὴν γυναῖκ’ ἐσχηκέναι πυγὴν πάνυ καλήν, ἥν ποτ’ ἠξίου λαβεῖν ὁ Δημοφῶν. ἣ δ’ εἶπε γελάσασ’ ‘εὖ γ᾽, ἵνα Σοφοκλεῖ λαβὼν δῷς, φησί, παρ’ ἐμοῦ, φίλτατε.’

Καλλιστίου δὲ τῆς Ὑὸς καλουμένης πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτὲ μητέρα (Κορώνη δ’ ἐπεκαλεῖτο τοὔνομα), διέλυεν ἡ Γνάθαιν᾽. ἐρωτηθεῖσα δὲ τί διαφέρονται ‘τί γάρ, ἔφησεν, ἄλλο πλὴν ἄλλ’ ἡ Κορώνης, ἕτερ’ ἐκείνη μέμφεται.’

Ἵππην λέγουσι τὴν ἑταίραν Θεόδοτον ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε γενόμενον. αὕτη δ’ ὀψὲ τῆς ὥρας ποτὲ

v.3.p.285
  1. εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα
  2. Πτολεμαῖον· εἰώθει δὲ συμπίνειν αἰεὶ
  3. αὐτῷ. λέγει δ’ οὖν ὑστεροῦσα παρὰ πολύ·
  4. ‘Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα·
  5. ἀλλ’ ἐγχεάτω μοι τέτταρας κοτύλας ἔπειτα
  6. εἰς τὴν μεγάλην.’ ἔπειτεν ὁ βασιλεὺς λέγει·
  7. ‘εἰς τὴν λεκάνην μὲν οὖν· δοκεῖς γάρ μοι πολύν,
  8. Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.’
  9. Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν·
  10. κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν
  11. ὁ Μοίριχος ‘μέγ᾽, εἶπεν· οὐ πρῴην δύο
  12. χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;’
  13. ‘περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ
  14. βινητιάσω, καὶ τοσοῦτον λήψομαι.’
  15. Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος
  16. αὐτήν ποτ’ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν
  17. παχεῖαν ἀναλαβόντος, εἶτεν ὕστερον
  18. μεταπεμπομένου ποθ᾽, ὡς ἔοικ᾽, αὐτήν, λέγειν
  19. πρὸς τὸν μετιόντα παῖδα· ‘Πύθων, φήσ᾽, ἐπεὶ
  20. ἤδη διάμεστος τῶν ὑείων ἐγένετο,
  21. ἐπ’ αἴγει’ οἷός ἐστιν ἀνακάμπτειν πάλιν;’

μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνος εἰρημένων. αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον

v.3.p.286
γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. ἀναγέγραφε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ λεʹ, Ἀπολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δὲ πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ Ἀριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε, .... τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην· αὕτη δὲ ἦν γναφέως θυγάτηρ. ἄγραφοι δ’ εἰσὶν αὐτῷ Μεγίστη, Ἀγαλλίς, Θαυμάριον, Θεόκλεια (αὕτη δ’ ἐπεκαλεῖτο Κορώνη), Ληναιτόκυστος, Ἄστρα, Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς. τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται (p. 579e), Δίφιλος ὁ κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασιν ἱστορεῖ. ἐν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον ἐλθεῖν πρὸς τὴν Γνάθαιναν. κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, ἣ δὲ ‘τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις;’ σφόδρα δ’ ἦν εὔθικτος πρὸς τὰς ἀποκρίσεις ἡ Γνάθαινα. καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ’ αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι· διόπερ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν. κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις (FHG III 164), ὑποτυχοῦσα
v.3.p.287
ἡ Γλυκέρα ‘τὴν αὐτήν, ἔφη, ἔχομεν αἰτίαν, ὦ Στίλπων. σέ τε γὰρ λέγουσιν διαφθείρειν τοὺς ἐντυγχάνοντάς σοι ἀνωφελῆ καὶ ἐριστικὰ σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως. μηθὲν οὖν διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν ἢ μετὰ φιλοσόφου ζῆν ἢ ἑταίρας.’ κατὰ γὰρ τὸν Ἀγάθωνα (fr. 14 N)
  1. γυνὴ τὸ σῶμα δι’ ἀργίαν
  2. ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.

Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραψεν ὁ Λυγκεύς. παρασίτου γάρ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, ‘χαριέντως γ᾽, ἔφη, ὦ νεανίσκε, τὸ σωμάτιον διάκεισαι.’ ‘τί οὖν οἴει, εἰ μὴ ἐδευτεροκοίτουν;’ ‘τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες.’ Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, ‘ὁ λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν.’ ἐπιδόντος δέ τινος οἶνον ἐν ψυκτηριδίῳ μικρὸν καὶ εἰπόντος ὅτι ἑκκαιδεκαέτης, ‘μικρός γε, ἔφη, ὡς τοσούτων ἐτῶν.’ νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον ‘θάρρει, παιδίον· οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλ’ ἀργυρίτης.’ ὡς δ’ ὁ τὴν μνᾶν τῇ θυγατρὶ δοὺς αὐτῆς οὐδὲν ἔτι ἔφερεν, ἀλλ᾽ ἐφοίτα μόνον, ‘παιδίον, ἔφη, ὥσπερ πρὸς Ἱππόμαχον τὸν παιδοτρίβην μνᾶν δοὺς οἴει αἰεὶ φοιτήσειν;’ Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇ ‘εἰ δὲ λίθον, ἔφη, εἶχες’, ‘ἀποψήσασθαι ἄν σοι ἔδωκα.’ ἐτύγχανεν δὲ ἣ μὲν αἰτίαν ἔχουσα λιθιᾶν, ἣ

v.3.p.288
δὲ κοιλίαν προπετεστέραν ἔχειν. τῶν δὲ πινόντων παρ’ αὐτῇ συμβαλλομένων εἰς βολβοφακῆν καὶ τῆς παιδίσκης ἐν τῷ καθαίρειν εἰς τὸν κόλπον ἐμβαλλομένης τῶν φακῶν, ἡ Γνάθαινα ἔφη ‘κολποφακῆν διανοεῖται ποιεῖν.’ Ἀνδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ’ ἀγῶνός τινος, ἐν ᾧ τοὺς Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παρ’ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τὴν Γνάθαιναν προαναλῶσαι (fr. ad. 2 N) ‘ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον.’ πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμενον ὅτι παραγέγονεν ἀφ’ Ἑλλησπόντου ‘πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ;’ τοῦ δ᾽ εἰπόντος ‘εἰς ποίαν;’ ‘εἰς Σίγειον’ εἶπεν. εἰσελθόντος δέ τινος ὡς αὐτὴν καὶ ἰδόντος ἐπί τινος ἀγγείου ᾠὰ εἰπόντος τε ‘ὠμὰ ταῦτα, Γνάθαινα, ἢ ἑφθά;’ ‘ἔγχαλκα, ἔφη, παιδίον.’ Χαιρεφῶντος δ’ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ ἡ Γνάθαινα ‘λαβέ, ἔφησεν, ὑπερήφανε.’ καὶ ὃς ‘ἐγὼ ὑπερήφανος;’ ‘τίς δὲ μᾶλλον’, εἶπεν ἡ Γνάθαινα, ‘ὃς οὐδὲ καλούμενος ἔρχῃ;’ Νικὼ δὲ ἡ Αἲξ ἐπικαλουμένη, φησὶν ὁ Λυγκεύς, παρασίτου τινὸς ἀπαντήσαντος λεπτοῦ ἐξ ἀρρωστίας, ‘ὡς ἰσχνός’ ἔφη. ‘τί γὰρ οἴει με ἐν τρισὶν ἡμέραις καταβεβρωκέναι;’ ‘ἤτοι τὴν λήκυθον, ἔφη, ἢ τὰ ὑποδήματα.’

Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, ‘καὶ γὰρ σύ, φησί, σαυτὸν ἔδωκας οὗ ψῆφοι εἰσίν.’ διαπηδῶντος δ’ αὐτοῦ ἐπὶ τὴν πλησίον κλίνην ‘πρόσεχε, φησί, μὴ ἀνατραπῇς.’ τοῦτο ἱστορεῖ Ἡγήσανδρος

v.3.p.289
(FHG IV 419). Ἀριστόδημος δ’ ἐν δευτέρῳ Γελοίων Ἀπομνημονευμάτων ‘Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας· ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος ‘πῶς; ἔφησεν· ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος;’ ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν ἐραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰκίαν· ἐνηνοχέναι γὰρ δικέλλας καὶ ἄμας, ‘εἰ ταῦτ’ εἴχεθ’ ὑμεῖς,’ εἶπεν ἡ Γνάθαινα, ‘ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε.’ ἐμμελὴς δ’ ἦν πάνυ ἡ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι· ἥτις καὶ νόμον συσσιτικὸν συνέγραψεν, καθ’ ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συνταξαμένων φιλοσόφων. ἀνέγραψε δ’ αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων (fr. 100 25 Sch) καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο· ‘ὅδε ὁ νόμος ἴσος ἐγράφη καὶ ὅμοιος,’ στίχων τριακοσίων εἴκοσι τριῶν.

Καλλίστιον δὲ τὴν ἐπικληθεῖσαν Πτωχελένην μαστιγίας ἐμισθώσατο. θέρους δὲ ὄντος ἐπεὶ γυμνὸς κατέκειτο, τοὺς τύπους τῶν πληγῶν ἰδοῦσα ‘πόθεν οὗτοι, τάλαν;’ εἶπε. καὶ ὃς ‘παιδὸς ὄντος μου ζωμὸς κατεχύθη.’ ἣ δὲ ‘δηλαδὴ μόσχειος.’ Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῥοφῆσαι· ὃ δ᾽ ‘οὐ θέλω’ εἶπεν. ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ. ἣ δὲ ‘ἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ.’ Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ

v.3.p.290
λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι, ‘ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον.’ Λεόντιον κατακειμένη μετ’ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν. ὡς δ’ ἐπιστρέψας ὁ γνώριμος αὐτὴν ἠρώτησε τί λυπεῖται, ‘ἡ ὑστέρα με λυπεῖ’ ἔφη. πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. ἣ δ’ ‘οὐ δύναμαι’ εἶπε· ‘πηλός ἐστι.’ Θαὶς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν (Eur. Med. 1385)· ‘Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.’ Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνην ‘λαβέ, εἶπε, καὶ ταῦτα τράγε.’ πέμψαντος δέ τινος αὐτῇ τῶν γνωρίμων οἶνον χρηστὸν μέν, ὀλίγον δέ, καὶ λέγοντος ὅτι δεκαέτης ἐστίν, ‘μικρὸς ὡς πολλῶν ἐτῶν’ ἔφη. ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, εἶπεν ‘ὅτι ψυχαγωγοῦσιν.’ μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθ’ ὑπόκρισιν ἐσκυθρώπασεν. ἐπερωτήσαντος δὲ τὴν αἰτίαν ‘ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις.’ φιλάργυρος δέ τις ἐραστὴς ὑποκοριζόμενος αὐτὴν εἶπεν ‘Ἀφροδίσιον εἶ Πραξιτέλους·’ ἣ δὲ ‘σὺ δ’ Ἔρως Φειδίου.’

ἐπεὶ δὲ καὶ τῶν πολιτικῶν οἶδά τινας μνημονεύοντας αὐτῶν ἢ κατηγοροῦντας ἢ ἀπολογουμένους, μνησθήσομαι καὶ τούτων. Δημοσθένης μὲν γὰρ ἐν

v.3.p.291
τῷ κατὰ Ἀνδροτίωνος (56) Σινώπης μέμνηται καὶ Φανοστράτης. καὶ περὶ μὲν τῆς Σινώπης Ἡρόδικος ὁ Κρατήτειος ἐν Ϛʹ Κωμῳδουμένων φησὶν ὅτι Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. μνημονεύει δ’ αὐτῆς Ἀντιφάνης ἐν Ἀρκάδι (II 27 K) καὶ ἐν Κηπουρῷ (ib. 57), ἐν Ἀκεστρίᾳ (ib. 18), ἐν Ἁλιευομένῃ (ib. 20, 12), ἐν Νεοττίδι (ib. 80), καὶ Ἄλεξις ἐν Κλεοβουλίνῃ (ib. 333) καὶ Καλλικράτης ἐν Μοσχίωνι (ib. 416). περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν Ἑταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Ὑπερείδης δ’ ἐν τῷ κατὰ Ἀρισταγόρας φησί (fr. 28 Bl)· ‘καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε.’ ἑταιρῶν ἐπωνυμίαι αἱ ἀφύαι, περὶ ὧν ὁ προειρημένος Ἀπολλόδωρός φησι· ‘Σταγόνιον καὶ Ἄνθις ἀδελφαί· αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον.’ Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα φησὶν Ἀφύην κληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν. ὁ δ’ αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αἰκίας περὶ Γλυκέρας τάδε λέγει (fr. 124 Bl)· ‘ἄγων Γλυκέραν τε τὴν Θαλασσίδος, ζεῦγος ἔχων.’ ἄδηλον εἰ αὕτη ἐστὶν ἡ Ἁρπάλῳ συνοῦσα· περὶ ἧς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς (FHG I 325), ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον ὁ Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν· ἣν καὶ ἐλθοῦσαν οἰκεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλήθους
v.3.p.292
βασίλισσαν προσαγορευομένην· ἀπειρῆσθαί τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. ἐν Ῥωσσῷ δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς ἱστάναι τολμῆσαι παρὰ τὴν ἑαυτοῦ. τὰ ὅμοια δ᾽ εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς περὶ Ἀλέξανδρον Ἱστορίαις (fr. 21 M). ὁ δὲ γράψας τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον, εἴτε Πύθων ἐστὶν ὁ Καταναῖος ἢ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος, φησίν (p. 810 N ed.)·
  1. καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
  2. αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας
  3. σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
  4. Β. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ’ ἴσως
  5. αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.

Λυσίας δ’ ἐν τῷ πρὸς Λαίδα, εἴ γε γνήσιος ὁ λόγος, τούτων μνημονεύει (fr. 155 Tur)· ‘Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια.’ μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς Ἀνθείας Ἄντειαν. οὐ γὰρ εὑρίσκομεν παρ’ οὐδενὶ Ἄνθειαν ἀναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ Ἀντείας καὶ ὅλον δρᾶμα ἐπιγραφόμενον, ὡς προεῖπον (p. 567c), Εὐνίκου ἢ Φιλυλλίου Ἄντειά ἐστιν. καὶ ὁ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς (19). ἐν δὲ τῷ κατὰ Φιλωνίδου βιαίων ὁ Λυσίας, εἰ γνήσιος ὁ λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται (fr. 245 Tur), κἀν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν (fr. 167)Ἀντικύρασ. ἐπώνυμον δ’

v.3.p.293
ἐστὶ τοῦτο ἑταίρας· τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστοφάνης εἴρηκεν ἐν τῷ περὶ Ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ἢ ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος καὶ ἀποθνῄσκων κατέλιπεν αὐτῇ πολὺν ἐλλέβορον, ἄλλο δὲ οὐδέν. καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους (17) Εἰρηνίδος ἑταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει. Ναννίου δὲ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους (fr. 144 Bl). αὕτη δὲ ὅτι Αἲξ ἐπεκαλεῖτο προείπομεν (p. 582e), διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι. ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδ’ εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδ’ ὅλως Ἀθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος. ἀλλ’ ὅ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως (fr. 461 N)·
  1. ἑωθινὸς γάρ, πρίν τιν’ αὐλιτῶν ὁρᾶν,
  2. θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα
  3. εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως (II 379 K)·
  1. Νάννιον δὲ μαίνεται
  2. ἐπὶ τῷ Διονύσῳ,
κωμῳδῶν αὐτὴν ὡς μέθυσον. Μένανδρος δ’ ἐν Ψευδηρακλεῖ φησιν (fr. 524 K)·
v.3.p.294
  1. οὐκ ἐπείρα Νάννιον;
Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν ‘Προσκήνιον, φησίν, ἐπεκαλεῖτο ἡ Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, ἐκδῦσα δὲ ἦν αἰσχροτάτη. ἦν δὲ Κορώνης τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα.’ καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους (fr. 168 Bl). περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον Ἀθηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένην· ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως (fr. 3 Pr).

καὶ Ὠκίμου δὲ τῆς ἐμῆς, ὡς σὺ φής, Κύνουλκε (cf. p. 567c), καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ Ἀρισταγόρας βʹ λέγων οὕτως (fr. 17 Bl)· ‘ὥστε Λαὶς μὲν ἡ δοκοῦσα τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα ...’ Νικόστρατος δὲ ὁ τῆς μέσης κωμῳδίας ποιητὴς ἐν Πανδρόσῳ οὑτωσὶ λέγων (II 225 K)·

  1. ἔπειτα τῆς αὐτῆς ὁδοῦ
  2. πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα
  3. αὐτὴν κέλευε, φησί, καὶ παρ’ Ὠκίμου
  4. χαλκώματα.
    v.3.p.295
Μένανδρος δ’ ἐν Κόλακι τάσδε καταλέγει ἑταίρας (fr. 295 K)·
  1. Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
  2. καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
Φιλέταιρος ἐν Κυναγίδι (II 232 K)·
  1. οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια,
  2. ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;
  3. Θεολύτην δ’ οὐδ᾽ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
  4. οὐχὶ Λαὶς μὲν τελευτῶσ’ ἀπέθανεν βινουμένη,
  5. Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
  6. Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
  7. περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.
Θεόφιλος Φιλαύλῳ (II 476 K)·
  1. τοῦ μή ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα
  2. φερόμενον ἢ Μηκωνίδ’ ἢ Σισύμβριον
  3. ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά,
  4. ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
ἢ Ναύσιον ἢ Μαλθάκην.’

τοσαῦτ’ εἰπὼν μετά τινος τροχιλίας ὁ Μυρτίλος ‘μή τι τοιοῦτοι ὑμεῖς οἱ φιλόσοφοι, ἔφη, οἱ καὶ πρὸ τῶν Ἡδονικῶν καλουμένων αὐτοὶ τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που ὁ Ἐρατοσθένης ἔφη (p. 193 B). κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν

v.3.p.296
ἀποφθέγματα πεπεράνθω μέχρι τούτων· ἐπ’ ἄλλο δ’ εἶδος μεταβήσομαι λόγων. καὶ πρῶτον μὲν μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου· ὅστις ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε καὶ τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος (fr. 117 Us)· ‘μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης παιδείας ἐπὶ φιλοσοφίαν ὥρμησαι.’ ὅθεν αὐτὸν καὶ ὁ Τίμων φησὶν (fr. 55 W)
  1. γραμμοδιδασκαλίδην, ἀναγωγότατον ζωόντων.
οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην; ἣ δὲ οὐδ’ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστ’ ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτ’ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν (fr. 121 Us).

Λαίδος τε τῆς ἐξ Ὑκκάρων (πόλις δ’ αὕτη Σικελική, ἀφ’ ἧς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων ἐν τῷ ἕκτῳ τῶν πρὸς Τίμαιον (fr. 44 Pr)· ἧς καὶ Ἀρίστιππος ἤρα καὶ Δημοσθένης ὁ ῥήτωρ Διογένης τε ὁ κύων· ᾗ καὶ Ἀφροδίτη ἡ ἐν Κορίνθῳ ἡ Μελαινὶς καλουμένη νυκτὸς ἐπιφαινομένη ἐμήνυεν ἐραστῶν ἔφοδον πολυταλάντων) οὐχ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Ἀρισταγόρας δευτέρῳ (fr. 17 Bl) ;ʼ Ἀπελλῆς δὲ ὁ ζωγράφος ἔτι παρθένον οὖσαν τὴν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης ὑδροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος ἤγαγέν ποτε

v.3.p.297
αὐτὴν εἰς φίλων συμπόσιον. χλευασάντων δ’ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθ’ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι, ‘μὴ θαυμάσητε, εἶπεν· ἐγὼ γὰρ αὐτὴν εἰς μέλλουσαν ἀπόλαυσιν μετ’ οὐδ’ ὅλην τριετίαν καλὴν δείξω.’ τὸ δ’ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ Θεοδότης τῆς Ἀθηναίας, ὥς φησι Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν (III 11, 1)· ‘ὅτι δὲ καλλίστη εἴη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός τινος, ‘ἰτέον ἡμῖν, ἔφη, θεασομένοις τὴν γυναῖκα· οὐ γὰρ δὴ ἀκούουσιν ἔστιν κρῖναι τὸ κάλλος.’ οὕτω δ’ ἦν ἡ Λαὶς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στέρνα. διαζηλοτυπουμένη δέ ποτε ἡ Λαὶς Φρύνῃ πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον ἢ πένητα οὐδ’ ὑβριστικῶς αὐτοῖς χρωμένη.

Ἀρίστιππος δὲ κατ’ ἔτος δύο μῆνας συνδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ τοῖς Ποσειδωνίοις· καὶ ὀνειδιζόμενος ὑπὸ οἰκέτου, ὅτι ‘σὺ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδως, ἣ δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται’, ἀπεκρίνατο· ‘ἐγὼ Λαίδι χορηγῶ πολλά, ἵνα αὐτὸς αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλος.’ τοῦ δὲ Διογένους εἰπόντος αὐτῷ· ‘Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ. ἢ κύνιζε οὖν, ὡς ἐγώ, ἢ πέπαυσο‘ — καὶ ὁ Ἀρίστιππος· ‘ἆρά γε μή τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι;’ ‘οὐ γάρ’ ἔφη. ‘τί δὲ ναῦν ἐν ᾗ πολλοὶ

v.3.p.298
πεπλεύκασιν;’ ‘οὐδὲ τοῦτο’ ἔφη. ‘οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν ᾗ πολλοὶ κέχρηνται.’ Νυμφόδωρος δ’ ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ Θαυμαζομένων (FHG II 375) ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τὴν Λαίδα. Στράττις δ’ ἐν Μακεδόσιν ἢ Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων (I 718 K)·
  1. εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
  2. Β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ
  3. Κορίνθιαι· Λαὶς μὲν ἡδὶ Μεγακλέους.
Τίμαιος δ’ ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἱστοριῶν (FHG I 219) ἐξ Ὑκκάρων· καθὰ καὶ Πολέμων εἴρηκεν (fr. 44 Pr), ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ταῖς ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ. διὸ καὶ τὸ τέμενος κληθῆναι ἀνοσίας Ἀφροδίτης. δείκνυσθαι δ’ αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε·
  1. τῆσδέ ποθ’ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν
  2. Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου,
  3. Λαίδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
  4. κεῖται δ’ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ.

Ἀριστοτέλης δ’ ὁ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας

v.3.p.299
ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ (FHG III 46), ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις. ὁ δὲ καλὸς ἡμῶν Πλάτων οὐκ Ἀρχεάνασσαν τὴν Κολοφωνίαν ἑταίραν ἠγάπα; ὡς καὶ ᾄδειν εἰς αὐτὴν τάδε (ep. 30 B4)·
  1. Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην,
  2. ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
  3. ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
  4. πρωτοπόρου, δι’ ὅσης ἤλθετε πυρκαιῆς.
Περικλῆς δὲ ὁ Ὀλύμπιος, ὥς φησι Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν (FHG II 314), οὐχ ἕνεκεν Ἀσπασίασ — οὐ τῆς νεωτέρας ἀλλὰ τῆς Σωκράτει τῷ σοφῷ συγγενομένησ — καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ πολιτικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν Ἑλλάδα; ἦν δ’ οὗτος ὁ ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής· ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμβροτος ὁ Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτῷ χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγραφομένῳ περὶ Θεμιστοκλέους καὶ Θουκυδίδου καὶ Περικλέους (FHG II 56). Ἀντισθένης δ’ ὁ Σωκρατικὸς ἐρασθέντα φησὶν αὐτὸν Ἀσπασίας δὶς τῆς ἡμέρας εἰσιόντα καὶ ἐξιόντα ἀπ’ αὐτῆς ἀσπάζεσθαι τὴν ἄνθρωπον, καὶ φευγούσης ποτὲ αὐτῆς γραφὴν ἀσεβείας λέγων
v.3.p.300
ὑπὲρ αὐτῆς πλείονα ἐδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου καὶ τῆς οὐσίας ἐκινδύνευε. καὶ Κίμωνος δ᾽ Ἐλπινίκῃ τῇ ἀδελφῇ παρανόμως συνόντος, εἶθ’ ὕστερον ἐκδοθείσης Καλλίᾳ, καὶ φυγαδευθέντος μισθὸν ἔλαβε τῆς καθόδου αὐτοῦ ὁ Περικλῆς τὸ τῇ Ἐλπινίκῃ μιχθῆναι. Πυθαίνετος δ’ ἐν τρίτῳ περὶ Αἰγίνης (FHG IV 487) Περίανδρόν φησιν ἐξ Ἐπιδαύρου τὴν Προκλέους θυγατέρα Μέλισσαν ἰδόντα Πελοποννησιακῶς ἠσθημένην (ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν καὶ ᾠνοχόει τοῖς ἐργαζομένοις) ἐρασθέντα γῆμαι. Πύρρου δὲ τοῦ Ἠπειρωτῶν βασιλέως, ὃς ἦν τρίτος ἀπὸ Πύρρου τοῦ ἐπ’ Ἰταλίαν στρατεύσαντος, ἐρωμένη ἦν Τίγρις ἡ Λευκαδία· ἣν Ὀλυμπιὰς ἡ τοῦ νεανίσκου μήτηρ φαρμάκοις ἀπέκτεινεν.’

καὶ ὁ Οὐλπιανός, ὥσπερ ἕρμαιόν τι, ἔτι λαλοῦντος τοῦ Μυρτίλου ἔφη, εἰ ἔχομεν ἀρρενικῶς εἰρημένον τὸν τίγριν. ‘Φιλήμονα γὰρ οἶδα τοῦτ’ εἰρηκότα ἐν Νεαίρᾳ (II 490 K)·

  1. ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν τίγριν,
  2. ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει
  3. τι ἡμᾶς παρ’ ἡμῶν ἀντιπέμψαι θηρίον
  4. τρυγέρανον· οὐ γὰρ γίγνεται τοῦτ’ αὐτόθι.’
πρὸς ὃν ὁ Μυρτίλος ἔφη· ‘ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμένοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείτου Ἠοίους ἢ τὸν τῶν
v.3.p.301
γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου ἢ Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, ‘Φοῖνιξ ἄττα γεραιέ (Il. 9.607).’ μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις ἐν Πυραύνῳ οὕτως (II 372 K)·
  1. ἄνοιγ᾽, ἄνοιγε τὴν θύραν· ἐλάνθανον
  2. πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος,
  3. ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.
ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν περὶ τῶν καλῶν γυναικῶν κατάλογον.

Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως (FHG II 310)· ‘Ἐπαμινώνδας δ’ ὁ Θηβαῖος σεμνότερον μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς ὁμιλίας ἐσφάλλετο τὴν γνώμην, εἴ τις θεωροίη τὰ πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα.’ Ὑπερείδης δ’ ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν υἱὸν ἀποβαλὼν Γλαύκιππον Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν ἀνέλαβε, καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν Πειραιεῖ δὲ Ἀρισταγόραν, Φίλαν δ’ ἐν Ἐλευσῖνι, ἣν πολλῶν ὠνησάμενος χρημάτων εἶχεν ἐλευθερώσας, ὕστερον δὲ καὶ οἰκουρὸν αὐτὴν ἐποιήσατο, ὡς Ἰδομενεὺς ἱστορεῖ (FHG II 492). ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερείδης ὁμολογῶν ἐρᾶν τῆς γυναικὸς (fr. 174 Bl) καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλαγμένος τὴν προειρημένην Μυρρίνην εἰς τὴν οἰκίαν εἰσήγαγεν.

ἦν δ’ ἡ Φρύνη ἐκ Θεσπιῶν. κρινομένη δὲ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν· διόπερ ὀργισθεὶς ὁ Εὐθίας οὐκ

v.3.p.302
ἔτι εἶπεν ἄλλην δίκην, ὥς φησιν Ἕρμιππος (FHG III 50). ὁ δὲ Ὑπερείδης (fr. 181 Bl) συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι, παραγαγὼν αὐτὴν εἰς τοὐμφανὲς καὶ περιρήξας τοὺς χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογικοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπερρητόρευσεν δεισιδαιμονῆσαί τε ἐποίησεν τοὺς δικαστὰς τὴν ὑποφῆτιν καὶ ζάκορον Ἀφροδίτης ἐλέῳ χαρισαμένους μὴ ἀποκτεῖναι. καὶ ἀφεθείσης ἐγράφη μετὰ ταῦτα ψήφισμα, μηδένα οἰκτίζεσθαι τῶν λεγόντων ὑπέρ τινος μηδὲ βλεπόμενον τὸν κατηγορούμενον ἢ τὴν κατηγορουμένην κρίνεσθαι. ἦν δὲ ὄντως μᾶλλον ἡ Φρύνη καλὴ ἐν τοῖς μὴ βλεπομένοις. διόπερ οὐδὲ ῥᾳδίως ἦν αὐτὴν ἰδεῖν γυμνήν· ἐχέσαρκον γὰρ χιτώνιον ἠμπείχετο καὶ τοῖς δημοσίοις οὐκ ἐχρῆτο βαλανείοις. τῇ δὲ τῶν Ἐλευσινίων πανηγύρει καὶ τῇ τῶν Ποσειδωνίων ἐν ὄψει τῶν Πανελλήνων πάντων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰς κόμας ἐνέβαινε τῇ θαλάττῃ· καὶ ἀπ᾽ αὐτῆς Ἀπελλῆς τὴν Ἀναδυομένην Ἀφροδίτην ἀπεγράψατο. καὶ Πραξιτέλης δὲ ὁ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν Ἀφροδίτην ἀπ’ αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ Ἔρωτος βάσει τῇ ὑπὸ τὴν σκηνὴν τοῦ θεάτρου ἐπέγραψε (Anth. Pl. 204)·
  1. Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα,
  2. ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
  3. Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ βάλλω
  4. οὐκέτ’ ὀιστεύων, ἀλλ’ ἀτενιζόμενος.
    v.3.p.303
ἐκλογὴν δὲ αὐτῇ τῶν ἀγαλμάτων ἔδωκεν, εἴτε τὸν Ἔρωτα θέλοι λαβεῖν εἴτε τὸν ἐπὶ Τριπόδων Σάτυρον. ἣ δὲ ἑλομένη τὸν Ἔρωτα ἀνέθηκεν αὐτὸν ἐν Θεσπιαῖς. αὐτῆς δὲ τῆς Φρύνης οἱ περικτίονες ἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ· κατεσκεύασε δ’ αὐτὸν Πραξιτέλης. ὃν καὶ θεασάμενος Κράτης ὁ κυνικὸς ἔφη τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνάθημα. ἕστηκε δὲ καὶ ἡ εἰκὼν αὕτη μέση τῆς Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως καὶ τῆς Φιλίππου τοῦ Ἀμύντου, ἔχουσα ἐπιγραφὴν ‘Φρύνη Ἐπικλέους Θεσπική’, ὥς φησιν Ἀλκέτας ἐν βʹ περὶ τῶν ἐν Δελφοῖς Ἀναθημάτων (FHG IV 295).

Ἀπολλόδωρος δ’ ἐν τῷ περὶ Ἑταιρῶν δύο ἀναγράφει Φρύνας γεγονέναι, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ ἐν ἕκτῳ Κωμῳδουμένων τὴν μὲν παρὰ τοῖς ῥήτορσί φησιν ὀνομαζομένην Σηστὸν καλεῖσθαι διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ἐπλούτει δὲ σφόδρα ἡ Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτι ‘Ἀλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἡ ἑταίρα’, ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ Ἑταιρῶν. εἴρηκεν δὲ περὶ τοῦ πλούτου αὐτῆς Τιμοκλῆς ὁ κωμικὸς ἐν Νεαίρᾳ — πρόκειται τὸ μαρτύριον (p. 567e) — καὶ Ἄμφις ἐν Κουρίδι (cf. p. 567 f). παρεσίτει δὲ τῇ Φρύνῃ Γρυλλίων εἷς ὢν τῶν Ἀρεοπαγιτῶν, ὡς καὶ Σάτυρος ὁ Ὀλύνθιος

v.3.p.304
ὑποκριτὴς Παμφίλῃ. Ἀριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης (fr. 7 Tur) τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην. οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ’ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι. Ποσείδιππος δ’ ὁ κωμικὸς ἐν Ἐφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς (III 339 K)·
  1. Φρύνη ποθ’ ἡμῶν γέγονεν ἐπιφανεστάτη
  2. πολὺ τῶν ἑταιρῶν. καὶ γὰρ εἰ νεωτέρα
  3. τῶν τότε χρόνων εἶ, τόν γ’ ἀγῶν’ ἀκήκοας.
  4. βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας
  5. τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος ...
  6. καὶ τῶν δικαστῶν καθ’ ἕνα δεξιουμένη
  7. μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.