Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Θεόπομπος δ’ ἐν πεντεκαιδεκάτῃ Φιλιππικῶν Ἱστοριῶν (FHG I 299) ΣΤΡΑΤΩΝΑ φησι τὸν Σιδώνιον βασιλέα ὑπερβάλλειν ἡδυπαθείᾳ καὶ τρυφῇ πάντας ἀνθρώπους. οἷα γὰρ τοὺς Φαίακας Ὅμηρος (Od. 8.248) ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ πίνοντας καὶ κιθαρῳδῶν καὶ ῥαψῳδῶν ἀκροωμένους, τοιαῦτα καὶ ὁ Στράτων διετέλει ποιῶν πολὺν χρόνον. καὶ τοσούτῳ μᾶλλον ἐκείνων παρεκεκινήκει πρὸς τὰς ἡδονάς, ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν Ὅμηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, ὁ δὲ Στράτων μετ’ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετο τὰς συνουσίας· καὶ μετεπέμπετο πολλὰς μὲν ἑταίρας ἐκ Πελοποννήσου, πολλὰς δὲ μουσουργοὺς | ἐξ Ἰωνίας, ἑτέρας δὲ παιδίσκας ἐξ ἁπάσης τῆς Ἑλλάδος, τὰς μὲν ᾠδικάς, τὰς δὲ ὀρχηστρικάς, ὧν εἴθιστο μετὰ τῶν φίλων ἀγῶνας τιθέναι καὶ μεθ’ ὧν συνουσιάζων διέτριβεν,

v.3.p.172
χαίρων μὲν καὶ αὐτὸσ τῷ βίῳ τῷ τοιούτῳ, καὶ δοῦλος ὢν φύσει τῶν ἡδονῶν, ἔτι δὲ μᾶλλον πρὸς τὸν Νικοκλέα φιλοτιμούμενος. ἐτύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥᾳθυμότερον ποιεῖσθαι τὸν βίον· οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παρ’ ἑκατέρῳ γινομένας ἐφιλονίκουν ὑπερβάλλεσθαι τοῖς τοιούτοις ἀλλήλους. ἐσπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἶναι καὶ μακαριστοί. οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλ’ ἀμφότεροι βιαίῳ θανάτῳ διεφθάρησαν.’ Ἀναξιμένης δ’ ἐν τῷ ἐπιγραφομένῳ Βασιλέων Μεταλλαγαὶ (scr. Al. M. p. 38) περὶ τοῦ Στράτωνος τὰ αὐτὰ ἱστορήσας διημιλλῆσθαί φησιν αὐτὸν Νικοκλεῖ τῷ τῆς ἐν Κύπρῳ Σαλαμῖνος βασιλεύσαντι ἐσπουδακότι περὶ τρυφὴν καὶ ἀσέλγειαν, ἀποθανεῖν τ’ ἀμφοτέρους βιαίως.

ἐν δὲ τῇ αʹ τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησίν (FHG I 283)· ‘καὶ τριταῖος εἰς Ὀνόκαρσιν ἀφικνεῖται, χωρίον τι τῆς Θρᾴκης ἄλσος ἔχον πολὺ κατεσκευασμένον καλῶς καὶ πρὸς τὸ ἐνδιαιτηθῆναι κεχαρισμένον ἄλλως τε καὶ τὴν θερινὴν ὥραν. ἦν γὰρ καὶ τῶν ὑπὸ ΚΟΤΥΟΣ προκριθέντων, ὃς ἁπάντων τῶν βασιλέων τῶν ἐν τῇ Θρᾴκῃ γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια·

v.3.p.173
καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.’ διηγεῖταί τε ἑξῆς ὁ συγγραφεὺς ὅτι δεῖπνον κατεσκεύασεν ὁ Κότυς ὡς γαμουμένης αὐτῷ τῆς Ἀθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν. ἤδη δ᾽ ἔκφρων γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν ἡ θεὸς εἰς τὸν θάλαμον. ἀφικομένου δ’ ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν τῷ θαλάμῳ, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. ὁ δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.

ἐν δὲ τῇ τρισκαιδεκάτῃ τῶν Φιλιππικῶν περὶ ΧΑΒΡΙΟΥ τοῦ Ἀθηναίων στρατηγοῦ ἱστορῶν φησιν (ibid. 297)· ‘οὐ δυνάμενος δὲ ζῆν ἐν τῇ πόλει τὰ μὲν διὰ τὴν ἀσέλγειαν καὶ διὰ τὴν πολυτέλειαν τὴν αὑτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς Ἀθηναίους ἅπασι γάρ εἰσι χαλεποί· διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι ἔξω τῆς πόλεως καταβιοῦν, Ἰφικράτης μὲν ἐν Θρᾴκῃ, Κόνων δ’ ἐν Κύπρῳ, Τιμόθεος δ’ ἐν Λέσβῳ, Χάρης δ’ ἐν Σιγείῳ, καὶ αὐτὸς ὁ Χαβρίας ἐν Αἰγύπτῳ.’ καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ καὶ τεσσαρακοστῇ φησιν (ibid. 318)· ‘Χάρητός τε νωθροῦ τε ὄντος καὶ βραδέος, καίτοι γε καὶ πρὸς τρυφὴν ἤδη ζῶντος· ὅς γε

v.3.p.174
περιήγετο στρατευόμενος αὐλητρίδας καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν χρημάτων τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δ’ αὐτοῦ κατέλειπεν Ἀθήνησιν τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν καὶ τῶν ἰδιωτῶν τοῖς δικαζομένοις· ἐφ’ οἷς ὁ δῆμος ὁ τῶν Ἀθηναίων οὐδεπώποτε ἠγανάκτησεν, ἀλλὰ διὰ ταῦτα καὶ μᾶλλον αὐτὸν ἠγάπα τῶν πολιτῶν, καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν τρόπον ἔζων, ὥστε τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις καὶ παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρὸν ἐκείνων πρεσβυτέρους ἐν πότοις καὶ κύβοις καὶ ταῖς τοιαύταις ἀσωτίαις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἤπερ εἰς τὴν τῆς πόλεως διοίκησιν.’ ἐν δὲ τῷ ἐπιγραφομένῳ τοῦ Θεοπόμπου συγγράμματι περὶ τῶν ἐκ Δελφῶν συληθέντων Χρημάτων (ibid. 308) ‘Χάρητι, φησί, τῷ Ἀθηναίῳ διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα. ἀφ’ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους.’ ὧν ἡγεῖτο μὲν Ἀδαῖος ὁ Ἀλεκτρυὼν ἐπικαλούμενος· περὶ οὗ καὶ Ἡρακλείδης ὁ τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως (II 435 K)·
  1. Ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν
  2. ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον
  3. κατέκοψεν· οὐ γὰρ εἶχεν οὐδέπω λόφον.
    v.3.p.175
  4. ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν
  5. Χάρης Ἀθηναίων τόθ᾽· ὡς γενναῖος ἦν.
τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις (FHG II 470).

Ἰδομενεὺς δέ φησι (ibid. 491) καὶ τοὺς ΠΕΙΣΙΣΤΡΑΤΙΔΑΣ Ἱππίαν καὶ Ἵππαρχον εὑρεῖν θαλίας καὶ κώμους· διὸ καὶ ἵππων καὶ ἑτέρων πολλῶν ἐπιπολάσαι τὸ πλῆθος παρ’ αὐτοῖς· ὅθεν βαρεῖαν αὐτῶν γενέσθαι τὴν ἀρχήν. καίτοι ὁ πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς· ὅς γε οὐδ’ ἐν τοῖς χωρίοις οὐδ’ ἐν τοῖς κήποις φύλακας καθίστα, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ (FHG I 303), ἀλλ’ εἴα τὸν βουλόμενον εἰσιόντα ἀπολαύειν καὶ λαμβάνειν ὧν δεηθείη· ὅπερ ὕστερον ἐποίησε καὶ ΚΙΜΩΝ μιμησάμενος ἐκεῖνον. περὶ οὗ καὶ αὐτοῦ ἱστορῶν ἐν τῇ δεκάτῃ τῶν Φιλιππικῶν ὁ Θεόπομπός φησι (ibid. 293)· ‘Κίμων ὁ Ἀθηναῖος ἐν τοῖς ἀγροῖς καὶ τοῖς κήποις οὐδένα τοῦ καρποῦ καθίστα φύλακα, ὅπως οἱ βουλόμενοι τῶν πολιτῶν εἰσιόντες ὀπωρίζωνται καὶ λαμβάνωσιν εἴ τινος δέοιντο τῶν ἐν τοῖς χωρίοις. ἔπειτα τὴν οἰκίαν παρεῖχε κοινὴν ἅπασι· καὶ δεῖπνον αἰεὶ εὐτελὲς παρασκευάζεσθαι πολλοῖς ἀνθρώποις καὶ τοὺς ἀπόρους προσιόντας τῶν Ἀθηναίων εἰσιόντας δειπνεῖν. ἐθεράπευεν δὲ καὶ τοὺς καθ’ ἑκάστην ἡμέραν αὐτοῦ τι δεομένους, καὶ λέγουσιν ὡς περιήγετο μὲν ἀεὶ νεανίσκους δύ’ ἢ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι

v.3.p.176
προσέταττεν, ὁπότε τις προσέλθοι αὐτοῦ δεόμενος. καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν. ποιεῖν δὲ καὶ τοῦτο πολλάκις, ὁπότε τῶν πολιτῶν τινα ἴδοι κακῶς ἠμφιεσμένον, κελεύειν αὐτῷ μεταμφιέννυσθαι τῶν νεανίσκων τινὰ τῶν συνακολουθούντων αὐτῷ. ἐκ δὴ τούτων ἁπάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν.’ ὁ δὲ Πεισίστρατος καὶ ἐν πολλοῖς βαρὺς ἐγένετο, ὅτου καὶ τὸ Ἀθήνησι τοῦ Διονύσου πρόσωπον ἐκείνου τινές φασιν εἰκόνα.

ΠΕΡΙΚΛΕΑ δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ’ ἡδονῆς βίον προείλετο ᾤκει τε μετ’ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. ΘΕΜΙΣΤΟΚΛΗΣ δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ᾽ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν. ἀμφιβόλως δ’ αὐτὸ εἴρηκεν ὁ Ἰδομενεύς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους εἴτ’ ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. Πόσσις δ’ ἐν τρίτῳ Μαγνητικῶν (FHG IV 483) τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι. Κλέαρχος δὲ ἐν πρώτῳ περὶ Φιλίας (FHG II 313) τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν ἂν ἔφησεν, εἰ τοῦτον φίλων πληρώσειεν.

v.3.p.177

Χαμαιλέων δ’ ὁ Ποντικὸς ἐν τῷ περὶ Ἀνακρέοντος (fr. 11 Koep) προθεὶς τὸ

  1. ξανθῇ δ’ Εὐρυπύλῃ μέλει
  2. ὁ περιφόρητος Ἀρτέμων,
τὴν προσηγορίαν ταύτην λαβεῖν τὸν ΑΡΤΕΜΩΝΑ διὰ τὸ τρυφερῶς βιοῦντα περιφέρεσθαι ἐπὶ κλίνης. καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις (fr. 21 B4)·
  1. πρὶν μὲν ἔχων βερβέριον καλύμματ’ ἐσφηκωμένα
  2. καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ
  3. πλευρῇσι ..... βοός,
  4. νεόπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν
  5. κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων,
  6. κίβδηλον εὑρίσκων βίον,
  7. πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ’ ἐν τροχῷ,
  8. πολλὰ δὲ νῶτα σκυτίνῃ μάστιγι θωμιχθείς, κόμην
  9. πώγωνά τ’ ἐκτετιλμένος·
νῦν δ’ ἐπιβαίνει σατινέων, χρύσεα φορέων καθέρματα,
  1. πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ
  2. γυναιξὶν αὕτως ...

περὶ δὲ τοῦ καλοῦ ΑΛΚΙΒΙΑΔΟΥ Σάτυρος ἱστορῶν (FHG III 160) ‘λέγεται, φησίν, ὅτι ἐν Ἰωνίᾳ μὲν ὢν Ἰώνων ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν τῶν

v.3.p.178
Ἀλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ ἀφέλειαν ἐπιτηδεύων ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρεν δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. τὴν δὲ αὑτοῦ γυναῖκα πειρῶν ὡς ἕτερος ἔπεμψεν αὐτῇ χιλίους Δαρεικούς. κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπ’ αὐτοῦ Ἀλκιβιάδες καλεῖται. ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον, ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. διὸ καὶ Ἀντισθένης ὁ Σωκρατικὸς ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ ἀπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφ᾽ ἡλικίας πάσησ γενέσθαι φησίν. εἰς δὲ τὰς ἀποδημίας ὁπότε στέλλοιτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων ὥσπερ θεραπαίναις ἐχρῆτο. σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθ’ ἡμέραν δίαιταν. ἀφικόμενος δ’ Ἀθήνησιν ἐξ Ὀλυμπίας δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφήν· ὧν ὃ μὲν εἶχεν Ὀλυμπιάδα καὶ Πυθιάδα στεφανούσας αὐτόν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη καὶ ἐπὶ τῶν γονάτων αὐτῆς Ἀλκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν·
v.3.p.179
ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφ’ ἧς ἦν ἐπίσημον Ἔρως κεραυνὸν ἠγκυλημένος. ἐπικωμάσας δέ ποτε ὡς Ἄνυτον ἐραστὴν ὄντα καὶ πλούσιον, συνεπικωμάζοντος αὐτῷ τῶν ἑταίρων ἑνὸς Θρασύλλου (τῶν πενήτων δ’ οὗτος ἦν), προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων τῶν ἐπὶ τῷ κυλικείῳ προκειμένων ἐκέλευσε τοὺς ἀκολούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον· εἶθ’ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον ἀπηλλάσσετο. ὁ δὲ Ἄνυτος πάνυ ἐλευθερίως καὶ ἐρωτικῶς, λεγόντων τινῶν ὡς ἀγνώμονα εἴη πεποιηκὼς Ἀλκιβιάδης, ‘οὐ μὰ Δί᾽, ἔφη, ἀλλ’ εὐγνώμονα· ἔχων ἐξουσίαν ἅπαντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.’

Λυσίας δὲ ὁ ῥήτωρ περὶ τῆς τρυφῆς αὐτοῦ λέγων φησίν (fr. 8 Tur)· ‘ἐκπλεύσαντες γὰρ κοινῇ Ἀξίοχος καὶ Ἀλκιβιάδης εἰς Ἑλλήσποντον ἔγημαν ἐν Ἀβύδῳ δύο ὄντε Μεδοντίδα τὴν Ἀβυδηνὴν καὶ ξυνῳκείτην. ἔπειτα αὐτοῖν γίνεται θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκεν εἶναι θυγατέρα· εἰ δὲ Ἀξίοχος, Ἀλκιβιάδου.’ κεκωμῴδηται δὲ καὶ ὑπὸ Εὐπόλιδος ὡς καὶ ἀκόλαστος πρὸς γυναῖκας ἐν Κόλαξιν οὕτως (I 300 K)·

  1. Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. Β. τί ληρεῖς
  2. οὐκ οἴκαδ’ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
καὶ Φερεκράτης δέ φησιν (ib. 194)·
v.3.p.180
  1. οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ,
  2. ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.
ἐν Σπάρτῃ δὲ ὢν ἔφθειρε τὴν Ἄγιδος τοῦ βασιλέως γυναῖκα Τίμαιαν. ἐπιπληττόντων δ’ αὐτῷ τινων οὐκ ἀκρασίας ἕνεκεν συνελθεῖν ἔφη, ἀλλ’ ἵνα ὁ γενόμενος ἐξ αὐτοῦ βασιλεύσῃ τε τῆς Σπάρτης καὶ μηκέτι λέγωνται οἱ βασιλεῖς ἀφ’ Ἡρακλέους ἀλλ’ ἀπ’ Ἀλκιβιάδου. στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν.

μετὰ δὲ τὴν φυγὴν κυρίους Ἀθηναίους ποιήσας τοῦ Ἑλλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λαβὼν ἀνέπεμψεν εἰς τὰς Ἀθήνας. κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις, καὶ ἀναψάμενος τὰς αἰχμαλώτους ναῦς ἠκρωτηριασμένας εἰς διακοσίας ἱππαγωγούς τε ἄγων σκύλων καὶ ὅπλων Λακωνικῶν καὶ Πελοποννησιακῶν μεστὰς εἰσέπλει. ἡ δὲ τριήρης ἐφ’ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις· ὡς δ’ ἐντὸς ἦν καὶ τὰς κώπας ἔλαβον οἱ ἐρέται, Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικὸν ἐνδεδυκὼς τὴν Πυθικὴν στολήν, Καλλιππίδης δ’ ὁ τραγῳδὸς ἐκέλευε τὴν ἀπὸ τῆς σκηνῆς στολὴν ἠμφιεσμένος. διὸ καὶ χαριέντως εἶπέν τις· ‘οὔτ’ ἂν δύο Λυσάνδρους ὑπήνεγκεν ἡ Σπάρτη οὔτ’ ἂν δύ’ Ἀλκιβιάδας Ἀθῆναι.’ ἐμιμεῖτο δὲ Ἀλκιβιάδης τὸν Παυσανίου μηδισμὸν καὶ καθομιλῶν

v.3.p.181
Φαρνάβαζον τὴν Περσικὴν ἐνεδύετο στολὴν καὶ τὴν Περσικὴν ἔμαθε φωνήν, καθάπερ καὶ Θεμιστοκλῆς.

Δοῦρις δ’ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG II 477) ‘Παυσανίας μέν, φησίν, ὁ τῶν Σπαρτιατῶν βασιλεὺς καταθέμενος τὸν πάτριον τρίβωνα τὴν Περσικὴν ἐνεδύετο στολήν. ὁ δὲ Σικελίας τύραννος Διονύσιος ξυστίδα καὶ χρυσοῦν στέφανον ἐπὶ περόνῃ μετελάμβανε τραγικόν. Ἀλέξανδρος δ’ ὡς τῆς Ἀσίας ἐκυρίευσεν Περσικαῖς ἐχρῆτο στολαῖς. ΔΗΜΗΤΡΙΟΣ δὲ πάντας ὑπερέβαλεν· τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἶχεν κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος· ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβάτης πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας· τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται. αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ὄρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν ὁ πόλος ἐνύφαντο χρυσοῦς ἀστέρας ἔχων καὶ τὰ δώδεκα ζῴδια. μίτρα δὲ χρυσόπαστος ἦν, ἣ καυσίαν ἁλουργῆ οὖσαν ἔσφιγγεν, ἐπὶ τὸ νῶτον φέρουσα τὰ τελευταῖα καταβλήματα τῶν ὑφασμάτων. γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος.’

Νύμφις δ’ ὁ Ἡρακλεώτης ἐν ἕκτῳ τῶν περὶ τῆς πατρίδος (FHG III 15) ‘ΠΑΥΣΑΝΙΑΣ, φησίν, ὁ περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς περὶ Βυζάντιον

v.3.p.182
διατρίβων τὸν χαλκοῦν κρατῆρα τὸν ἀνακείμενον τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοις, ὃν ἔτι καὶ νῦν εἶναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι ὡς αὐτὸς ἀναθείη, ὑποθεὶς τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ·
  1. μνᾶμ’ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι
  2. Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου,
  3. πόντου ἐπ’ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς
  4. Κλεομβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.’

ἐτρύφησεν δὲ καὶ ΦΑΡΑΞ ὁ Λακεδαιμόνιος, ὡς Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ ἱστορεῖ (FHG I 314)· καὶ ταῖς ἡδοναῖς οὕτως ἀσελγῶς ἐχρήσατο καὶ χύδην ὥστε πολὺ μᾶλλον διὰ τὴν αἰτίαν ταύτην αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην ἢ διὰ τὴν πατρίδα Σπαρτιάτην. ἐν δὲ τῇ νβʹ φησὶν (ibid. 322) ὡς ΑΡΧΙΔΑΜΟΣ ὁ Λάκων ἀποστὰς τῆς πατρίου διαίτης συνηθίσθη ξενικῶς καὶ μαλακῶς· διόπερ οὐκ ἠδύνατο τὸν οἴκοι βίον ὑπομένειν, ἀλλ’ ἐσπούδαζεν αἰεὶ δι’ ἀκρασίαν ἔξω διατρίβειν. καὶ Ταραντίνων πρεσβευσαμένων περὶ συμμαχίας ἔσπευσε συνεξελθεῖν αὐτοῖς βοηθός· κἀκεῖ γενόμενος καὶ ἐν τῷ πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ χρήματα ὑποσχομένων τοῖς πολεμίοις ὑπὲρ τοῦ ἀνελέσθαι αὐτοῦ τὸ σῶμα. Φύλαρχος δὲ ἐν τῇ ιʹ τῶν Ἱστοριῶν (ib. 338) Θρᾳκῶν φησι τῶν καλουμένων Κροβύζων βασιλέα γενέσθαι ΙΣΑΝΘΗΝ, τρυφῇ πάντας τοὺς καθ’ ἑαυτὸν ὑπερβαλλόμενον. ἦν δὲ καὶ πλούσιος καὶ καλός. ἐν δὲ τῇ δευτέρᾳ καὶ εἰκοστῇ ὁ αὐτὸς (ib. 345) ΠΤΟΛΕΜΑΙΟΝ φησι τὸν δεύτερον

v.3.p.183
Αἰγύπτου βασιλεύσαντα, πάντων σεμνότατον γενόμενον τῶν δυναστῶν καὶ παιδείας εἴ τινα καὶ ἄλλον καὶ αὐτὸν ἐπιμεληθέντα οὕτως ἐξαπατηθῆναι τὴν διάνοιαν καὶ διαφθαρῆναι ὑπὸ τῆς ἀκαίρου τρυφῆς ὥστε τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι καὶ λέγειν ὅτι μόνος εὕροι τὴν ἀθανασίαν. κατατεινόμενον οὖν ὑπὸ ποδάγρας πλείους ἡμέρας, ὥς ποτ’ οὖν ἐρράισεν καὶ κατεῖδεν διά τινων ὑπολαμπάδων τοὺς Αἰγυπτίους παρὰ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπί τε τῆς ἄμμου χύδην ἐρριμμένους, εἶπεν· ‘ὦ τάλας ἐγώ, τὸ μηδὲ τούτων ἕνα γενέσθαι.’

περὶ δὲ ΚΑΛΛΙΟΥ καὶ τῶν τούτου κολάκων φθάνομεν καὶ πρότερον εἰπόντες· ἀλλ’ ἐπεὶ καινῶς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ἱστορεῖ περὶ αὐτοῦ, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. ‘ὅτε τὸ πρῶτον εἰς Εὔβοιαν ἐστράτευσαν οἱ Πέρσαι, τότε, ὥς φασιν, Ἐρετριεὺς ἀνὴρ Διόμνηστος κύριος ἐγένετο τῶν τοῦ στρατηγοῦ χρημάτων. ἔτυχεν γὰρ ἐν τῷ ἀγρῷ τῷ ἐκείνου σκηνῶν καὶ τὰ χρήματα εἰς οἴκημά τι θέμενος τῆς οἰκίας. τελευτησάντων δὲ πάντων διέλαθεν ἔχων ὁ Διόμνηστος τὸ χρυσίον. ἐπεὶ δὲ πάλιν ὁ τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστατον γενέσθαι ποιῆσαι τὴν πόλιν,

v.3.p.184
εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν. οἱ οὖν καταλελειμμένοι τῆς τοῦ Διομνήστου οἰκίας παρ’ Ἱππόνικον τὸν Καλλίου τὸν Ἄμμωνα ἐπικαλούμενον ὑπεξέθεντο τὰ χρήματα εἰς τὰς Ἀθήνας, καὶ ἀνασκευασθέντων ὑπὸ τῶν Περσῶν ἁπάντων τῶν Ἐρετριέων κατέσχον οὗτοι τὰ χρήματα πολλὰ ὄντα. ὥστε Ἱππόνικος ὁ ἀπ’ ἐκείνου γεγονὼς τοῦ τὴν παρακαταθήκην λαβόντος ᾔτησεν Ἀθηναίους ποτὲ ἐν ἀκροπόλει τόπον ἵν’ οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ὂν ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι. καὶ ἔδοσαν ἂν Ἀθηναῖοι· νουθετηθεὶς δ’ ὑπὸ τῶν φίλων μετενόησεν. τούτων οὖν ὄντων τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονὴν βιώσασ — ποῖοι γὰρ οὐ κόλακες ἢ τί πλῆθος οὐχ ἑταίρων περὶ αὐτὸν ἦσαν, ποίας δὲ δαπάνας οὐχ ὑπερεώρα ᾽κεῖνοσ — ἀλλ’ ὅμως εἰς τοσοῦτον αὐτὸν περιέστησεν ὁ περὶ ἡδονὴν βίος ὥστε μετὰ γρᾳδίου βαρβάρου διατελεῖν ἠναγκάσθη καὶ τῶν ἀναγκαίων τῶν καθ’ ἡμέραν ἐνδεὴς γενόμενος τὸν βίον ἐτελεύτησεν. τὸν δὲ Νικίου, φησί, τοῦ Περγασῆθεν πλοῦτον ἢ τὸν Ἰσχομάχου τίνες ἀπώλεσαν; οὐκ Αὐτοκλέης καὶ Ἐπικλέης, οἳ μετ’ ἀλλήλων ζῆν προελόμενοι καὶ πάντ’ ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς, ἐπειδὴ πάντα κατανάλωσαν, κώνειον πιόντες ἅμα τὸν βίον ἐτελεύτησαν;’

περὶ δὲ τῆς ΑΛΕΞΑΝΔΡΟΥ τοῦ πάνυ τρυφῆς

v.3.p.185
Ἔφιππος μὲν ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἡφαιστίωνος καὶ Ἀλεξάνδρου Τελευτῆς (scr. Al. M. p. 125) φησιν ὅτι ἐν τῷ παραδείσῳ ἔκειτο αὐτῷ χρυσοῦς θρόνος καὶ κλῖναι ἀργυρόποδες, ἐφ’ ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων. Νικοβούλη δέ φησιν (ibid p. 157) ὅτι παρὰ τὸ δεῖπνον πάντες οἱ ἀγωνισταὶ ἐσπούδαζον τέρπειν τὸν βασιλέα καὶ ὅτι ἐν τῷ τελευταίῳ δείπνῳ αὐτὸς ὁ Ἀλέξανδρος ἐπεισόδιόν τι ἀπομνημονεύσας ἐκ τῆς Εὐριπίδου Ἀνδρομέδας ἠγωνίσατο καὶ τὸν ἄκρατον προθύμως προπίνων καὶ τοὺς ἄλλους ἠνάγκαζεν. Ἔφιππος δέ φησιν (l. s. s) ὡς Ἀλέξανδρος καὶ τὰς ἱερὰς ἐσθῆτας ἐφόρει ἐν τοῖς δείπνοις, ὁτὲ μὲν τὴν τοῦ Ἄμμωνος πορφυρίδα καὶ περισχιδεῖς καὶ κέρατα καθάπερ ὁ θεός, ὁτὲ δὲ τὴν τῆς Ἀρτέμιδος, ἣν καὶ ἐπὶ τοῦ ἅρματος ἐφόρει πολλάκις, ἔχων τὴν Περσικὴν στολήν, ὑποφαίνων ἄνωθεν τῶν ὤμων τό τε τόξον καὶ τὴν σιβύνην, ἐνίοτε δὲ καὶ τὴν τοῦ Ἑρμοῦ· τὰ μὲν ἄλλα σχεδὸν καὶ καθ᾽ ἑκάστην ἡμέραν χλαμύδα τε πορφυρᾶν καὶ χιτῶνα μεσόλευκον καὶ τὴν καυσίαν ἔχουσαν τὸ διάδημα τὸ βασιλικόν, ἐν δὲ τῇ συνουσίᾳ τά τε πέδιλα καὶ τὸν πέτασον ἐπὶ τῇ κεφαλῇ καὶ τὸ κηρύκειον ἐν τῇ χειρί, πολλάκις δὲ καὶ λεοντῆν καὶ ῥόπαλον ὥσπερ ὁ Ἡρακλῆς. τί οὖν θαυμαστὸν εἰ καὶ καθ’ ἡμᾶς Κόμμοδος ὁ αὐτοκράτωρ ἐπὶ τῶν ὀχημάτων παρακείμενον εἶχεν τὸ Ἡράκλειον ῥόπαλον ὑπεστρωμένης αὐτῷ λεοντῆς καὶ Ἡρακλῆς καλεῖσθαι ἤθελεν, Ἀλεξάνδρου τοῦ Ἀριστοτελικοῦ τοσούτοις αὑτὸν ἀφομοιοῦντος θεοῖς, ἀτὰρ καὶ τῇ Ἀρτέμιδι; ἔρρανε δὲ ὁ
v.3.p.186
Ἀλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ οἴνῳ εὐώδει τὸ δάπεδον. ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τὰ ἄλλα θυμιάματα· εὐφημία τε καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας. ἀφόρητος γὰρ ἦν καὶ φονικός. ἐδόκει γὰρ εἶναι μελαγχολικός. ἐν Ἐκβατάνοις δὲ ποιήσας τῷ Διονύσῳ θυσίαν καὶ πάντων δαψιλῶς ἐν τῇ θοίνῃ παρασκευασθέντων, καὶ Σατραβάτης ὁ σατράπης τοὺς στρατιώτας εἱστίασε πάντας. ἀθροισθέντων δὲ πολλῶν ἐπὶ τὴν θέαν, φησὶν ὁ Ἔφιππος (l. s. s), κηρύγματα ἐγίνετο ὑπερήφανα καὶ τῆς Περσικῆς ὑπεροψίας αὐθαδέστερα. ἄλλων γὰρ ἄλλο τι ἀνακηρυττόντων καὶ στεφανούντων τὸν Ἀλέξανδρον, εἷς τις τῶν ὁπλοφυλάκων ὑπερπεπαικὼς πᾶσαν κολακείαν κοινωσάμενος τῷ Ἀλεξάνδρῳ ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν ὅτι ‘Γόργος ὁ ὁπλοφύλαξ Ἀλέξανδρον Ἄμμωνος υἱὸν στεφανοῖ χρυσοῖς τρισχιλίοις, καὶ ὅταν Ἀθήνας πολιορκῇ, μυρίαις πανοπλίαις καὶ τοῖς ἴσοις καταπέλταις καὶ πᾶσι τοῖς ἄλλοις βέλεσιν εἰς τὸν πόλεμον ἱκανοῖς.

Χάρης δ’ ἐν τῇ δεκάτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν (scr. Al. M. p. 118) ‘ὅτε, φησίν, εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων, ἐνενήκοντα καὶ δύο θαλάμους κατασκευασάμενος ἐν τῷ αὐτῷ τόπῳ. ἦν δὲ ὁ οἶκος ἑκατοντάκλινος, ἐν ᾧ ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ· ἡ δὲ αὐτοῦ χρυσόπους ἦν. συμπαρέλαβεν δὲ εἰς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους ἅπαντας καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ τε καὶ τοῖς ἄλλοις νυμφίοις, τὴν δὲ λοιπὴν

v.3.p.187
δύναμιν πεζήν τε καὶ ναυτικὴν καὶ τὰς πρεσβείας καὶ τοὺς παρεπιδημοῦντας ἐν τῇ αὐλῇ. κατεσκεύαστο δὲ ὁ οἶκος πολυτελῶς καὶ μεγαλοπρεπῶς ἱματίοις τε καὶ ὀθονίοις πολυτελέσιν, ὑπὸ δὲ ταῦτα πορφυροῖς καὶ φοινικοῖς χρυσουφέσιν. τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ περιάργυροι. περιεβέβληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους. τῆς δ’ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες. ἐγίνετο δὲ τὰ δεῖπνα πρὸς σάλπιγγα τότε μὲν ἐν τοῖς γάμοις, καὶ ἄλλως δ’ αἰεὶ ὅτε τύχοι σπονδοποιούμενος, ὥστε πᾶν εἰδέναι τὸ στρατόπεδον. ἐπὶ πέντε δὲ ἡμέρας ἐπετελέσθησαν οἱ γάμοι, καὶ ἐλειτούργησαν πάνυ πολλοὶ καὶ βαρβάρων καὶ Ἑλλήνων, καὶ οἱ ἀπὸ τῆς Ἰνδικῆς θαυματοποιοὶ ἦσαν διαπρέποντες ... Σκύμνος Ταραντῖνος καὶ Φιλιστίδης Συρακόσιος Ἡράκλειτός τε ὁ Μιτυληναῖος· μεθ’ οὓς ἐπεδείξατο ῥαψῳδὸς Ἄλεξις Ταραντῖνος. παρῆλθον δὲ καὶ ψιλοκιθαρισταὶ Κρατῖνος Μηθυμναῖος, Ἀριστώνυμος Ἀθηναῖος, Ἀθηνόδωρος Τήιος· ἐκιθαρῴδησαν δὲ Ἡράκλειτός τε ὁ Ταραντῖνος καὶ Ἀριστοκράτης ὁ Θηβαῖος. αὐλῳδοὶ δὲ παρῆλθον Διονύσιος ὁ Ἡρακλεώτης, Ὑπέρβολος Κυζικηνός· παρῆλθον δὲ καὶ αὐληταί, οἳ πρῶτον τὸ Πυθικὸν ηὔλησαν, εἶθ’ ἑξῆς μετὰ τῶν χορῶν, Τιμόθεος, Φρύνιχος, Καφισίας, Διόφαντος, ἔτι δὲ Εὔιος ὁ Χαλκιδεύς. καὶ
v.3.p.188
ἔκτοτε οἱ πρότερον καλούμενοι Διονυσοκόλακες Ἀλεξανδροκόλακες ἐκλήθησαν διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφ’ οἷς καὶ ἥσθη ὁ Ἀλέξανδρος. ὑπεκρίθησαν δὲ τραγῳδοὶ μὲν Θεσσαλὸς καὶ Ἀθηνόδωρος καὶ Ἀριστόκριτος, κωμῳδοὶ δὲ Λύκων καὶ Φορμίων καὶ Ἀρίστων. παρῆν δὲ καὶ Φασίμηλος ὁ ψάλτης. οἱ δὲ πεμφθέντες, φησί, στέφανοι ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων.’

Πολύκλειτος δ’ ὁ Λαρισαῖος ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν (scr. Al. M. p. 132) καὶ ἐπὶ χρυσῆς κλίνης κοιμᾶσθαί φησι τὸν Ἀλέξανδρον καὶ αὐλητρίδας αὐτῷ καὶ αὐλητὰς αἰεὶ ἕπεσθαι ἐπὶ τὸ στρατόπεδον καὶ πίνειν ἄχρι τῆς ἕω. Κλέαρχος δ’ ἐν τοῖς περὶ Βίων (FHG II 309) περὶ Δαρείου λέγων τοῦ καθαιρεθέντος ὑπὸ τοῦ Ἀλεξάνδρου φησίν· ‘ὁ Περσῶν βασιλεὺς ἀθλοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ πορίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ᾔσθετο πρότερον ἢ τὸ σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν.’ Φύλαρχος δ’ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG I 345) καὶ Ἀγαθαρχίδης ὁ Κνίδιος ἐν τῷ δεκάτῳ περὶ Ἀσίας (ib. III 196) καὶ τοὺς ἑταίρους φησὶ τοὺς Ἀλεξάνδρου ὑπερβαλλούσῃ τρυφῇ χρήσασθαι. ὧν εἷς ὢν καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι καὶ τοῖς ὑποδήμασιν ἐφόρει. Κλεῖτος δ’ ὁ Λευκὸς καλούμενος ὅτε χρηματίζειν μέλλοι, ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσιν διελέγετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν,

v.3.p.189
ὑφ’ αἷς περιλαμβάνοντες τόπον ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο· ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ τὰ τὴν κόνιν κομίζοντα πρὸς τὴν ἐν τῇ παλαίστρᾳ χρείαν. Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν. τὰς δὲ χρυσᾶς πλατάνους καὶ τὴν χρυσῆν ἄμπελον, ὑφ’ ἣν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, σμαραγδίνους βότρυς ἔχουσαν καὶ τῶν Ἰνδικῶν ἀνθράκων ἄλλων τε παντοδαπῶν λίθων ὑπερβαλλόντων ταῖς πολυτελείαις, ἐλάττω φησὶν ὁ Φύλαρχος φαίνεσθαι τῆς καθ’ ἡμέραν ἑκάστοτε γινομένης παρ’ Ἀλεξάνδρῳ δαπάνης. ἦν γὰρ αὐτοῦ ἡ σκηνὴ κλινῶν ρʹ, χρυσοῖ δὲ κίονες νʹ κατεῖχον αὐτήν. οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ποικίλμασιν ἐκπεπονημένοι πολυτελέσιν ἐσκέπαζον τὸν ἄνω τόπον. καὶ πρῶτοι μὲν Πέρσαι φʹ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι· μετὰ δὲ τούτους τοξόται τὸν ἀριθμὸν χίλιοι, οἳ μὲν φλόγινα ἐνδεδυκότες, οἳ δὲ ὑσγινοβαφῆ, πολλοὶ δὲ καὶ κυάνεα εἶχον περιβόλαια. προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες πεντακόσιοι. κατὰ δὲ μέσην τὴν σκηνὴν χρυσοῦς ἐτίθετο δίφρος, ἐφ’ οὗ καθήμενος ἐχρημάτιζεν ὁ Ἀλέξανδρος τῶν σωματοφυλάκων πανταχόθεν ἐφεστηκότων. ἔξωθεν δὲ κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφειστήκει καὶ Μακεδόνες χίλιοι
v.3.p.190
Μακεδονικὰς στολὰς ἔχοντες, εἶτα μύριοι Πέρσαι, τό τε τὴν πορφύραν ἔχον πλῆθος εἰς πεντακοσίους ἦν, οἷς Ἀλέξανδρος ἔδωκε φορεῖν τὴν στολὴν ταύτην. τοσούτων δὲ ὄντων καὶ τῶν φίλων καὶ τῶν θεραπευόντων οὐδεὶς ἐτόλμα προσπορεύεσθαι Ἀλεξάνδρῳ· τοιοῦτον ἐγεγόνει τὸ περὶ αὐτὸν ἀξίωμα. ἔγραψεν δὲ καί ποτε Ἀλέξανδρος καὶ ταῖς ἐν Ἰωνίᾳ πόλεσιν καὶ πρώτοις Χίοις, ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν. ἤθελεν γὰρ τοὺς ἑταίρους ἅπαντας ἁλουργὰς ἐνδῦσαι στολάς. ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος ὁ σοφιστὴς νῦν ἐγνωκέναι ἔφη τὸ παρ’ Ὁμήρῳ εἰρημένον· Il. 5.83
  1. ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

ΑΝΤΙΟΧΟΝ δὲ τὸν Γρυπὸν ἐπικαλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν (FHG III 263) τὰς ἐπὶ Δάφνῃ πανηγύρεις ἐπιτελοῦντα ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν. ἐν αἷς τὸ μὲν πρῶτον ἀναδόσεις ἐγίγνοντο ὁλομελῶν βρωμάτων, εἶτ’ ἤδη καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδοντο δέ, φησίν, καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσιν καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τε τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα.’ ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ (ibid. 257) περὶ τοῦ ὁμωνύμου αὐτοῦ ΑΝΤΙΟΧΟΥ λέγων τοῦ ἐπ’ Ἀρσάκην εἰς Μηδίαν στρατεύσαντός φησιν ὅτι ὑποδοχὰς ἐποιεῖτο καθ’ ἡμέραν

v.3.p.191
ὀχλικάς· ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ σὺν ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασιν πλήθη.’

Κλύτος δ’ ὁ Ἀριστοτελικὸς ἐν τοῖς περὶ Μιλήτου (FHG II 333) ΠΟΛΥΚΡΑΤΗΝ φησὶ τὸν Σαμίων τύραννον ὑπὸ τρυφῆς τὰ πανταχόθεν συνάγειν, κύνας μὲν ἐξ Ἠπείρου, αἶγας δὲ ἐκ Σκύρου, ἐκ δὲ Μιλήτου πρόβατα, ὗς δ’ ἐκ Σικελίας. Ἄλεξις δ’ ἐν τρίτῳ Σαμίων Ὥρων (ib. IV 299) ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ’ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ’ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς. μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις. πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις. ἐκ πάντων οὖν τούτων ἄξιον θαυμάζειν τὸν τύραννον, ὅτι οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος, καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ· ὅτε καὶ δι’ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον. πρῶτος δ’ ὁ Πολυκράτης καὶ ναῦς πήξας ἀπὸ τῆς πατρίδος Σαμαίνας ἐκάλεσεν. Κλέαρχος δέ φησιν (FHG II 310) ὡς

v.3.p.192
Πολυκράτης ὁ τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά. ὅθεν τῷ τ’ ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα. τούτων δὲ ἡ μὲν Σαμίων λαύρα στενωπή τις ἦν γυναικῶν δημιουργῶν, καὶ τῶν πρὸς ἀπόλαυσιν καὶ ἀκρασίαν πάντων βρωμάτων ὄντως ἐνέπλησε τὴν Ἑλλάδα· τὰ δὲ Σαμίων ἄνθη γυναικῶν καὶ ἀνδρῶν κάλλη διάφορα. ἔτι δὲ τῆς συμπάσης πόλεως ἐν ἑορταῖς τε καὶ μέθαις ..... καὶ ταῦτα μὲν ὁ Κλέαρχος. οἶδα δὲ κἀγὼ παρὰ τοῖς ἐμοῖς Ἀλεξανδρεῦσιν λαύραν τινὰ καλουμένην μέχρι καὶ νῦν Εὐδαιμόνων, ἐν ᾗ πάντα τὰ πρὸς τρυφὴν ἐπωλεῖτο.

ΑΛΚΙΣΘΕΝΗΝ δὲ τὸν Συβαρίτην φησὶν Ἀριστοτέλης ἐν τοῖς περὶ τρυφῆς Θαυμασίοις (c. 96 W) ὑπὸ τρυφῆς ἱμάτιον τοιοῦτον κατασκευάσασθαι τῇ πολυτελείᾳ ὡς προτίθεσθαι αὐτὸ ἐπὶ Λακινίου ἐν τῇ πανηγύρει τῆς Ἥρας, εἰς ἣν συμπορεύονται πάντες Ἰταλιῶται, καὶ τῶν δεικνυμένων μάλιστα πάντων ἐκεῖνο θαυμάζεσθαι. οὗ φασι κυριεύσαντα Διονύσιον τὸν πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις ρʹ καὶ κʹ ταλάντων.

v.3.p.193
ἱστορεῖ δὲ καὶ Πολέμων περὶ αὐτοῦ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν Καρχηδόνι Πέπλων (fr. 85 Pr). περὶ δὲ ΣΜΙΝΔΥΡΙΔΟΥ τοῦ Συβαρίτου καὶ τῆς τούτου τρυφῆς ἱστόρησεν Ἡρόδοτος ἐν τῇ ἕκτῃ (c. 127), ὡς ἀποπλέων ἐπὶ τὴν μνηστείαν τῆς Κλεισθένους τοῦ Σικυωνίων τυράννου θυγατρὸς Ἀγαρίστης, φησίν, ‘ἀπὸ μὲν Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀφίκετο.’ εἵποντο γοῦν αὐτῷ χίλιοι μάγειροι καὶ ὀρνιθευταί. ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ (FHG I 204).

περὶ δὲ τῆς ΔΙΟΝΥΣΙΟΥ τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ περιπατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις (FHG III 160) πληροῦσθαί φησιν παρ’ αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχουμένων. καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν Βίων γράφει οὕτως (FHG II 307)· ‘Διονύσιος δ’ ὁ Διονυσίου ἁπάσης γενόμενος Σικελίας ἀλάστωρ εἰς τὴν Λοκρῶν πόλιν παρελθὼν οὖσαν αὐτῷ μητρόπολιν (Δωρὶς γὰρ ἡ μήτηρ αὐτοῦ τὸ γένος ἦν Λοκρίς) στρώσας οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον ἑρπύλλοις καὶ ῥόδοις μετεπέμπετο μὲν ἐν μέρει τὰς Λοκρῶν παρθένους· καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. τοιγαροῦν μετ’ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ’ ὕβρεως ἐνηκολάσταινον αὐτοῖς· καὶ ἐπεὶ τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ

v.3.p.194
τοὺς τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον αὐτούς. καὶ τελευτησάντων τὰ μὲν ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, τὰ δὲ λοιπὰ κρεανομησάμενοι ἐπηράσαντο πάντες τοῖς μὴ γευσαμένοις αὐτῶν· ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν’ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ· τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν.’

Διόδωρος δ’ ὁ Σικελιώτης ἐν τοῖς περὶ Βιβλιοθήκης Ἀκραγαντίνους φησὶ (11, 25) κατασκευάσαι ΓΕΛΩΝΙ κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζʹ, βάθος δὲ πηχῶν κʹ, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι· καθίπτασθαι δὲ καὶ κύκνων πλῆθος εἰς αὐτήν, ὡς γίνεσθαι ἐπιτερπεστάτην τὴν θέαν. ὕστερον δὲ αὕτη διεφθάρη καταχωσθεῖσα. Δοῦρις δὲ ἐν τῇ δʹ τῶν περὶ Ἀγαθοκλέα (FHG II 479) καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν ᾧ καὶ τόπον τινὰ

v.3.p.195
εἶναι καλούμενον Ἀμαλθείας Κέρας, ὃ τὸν Γέλωνα κατασκευάσαι. Σιληνὸς δ’ ὁ Καλλατιανὸς ἐν τρίτῳ Σικελικῶν (FHG III 101) περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον, ὃν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν ΙΕΡΩΝΑ τὸν βασιλέα. ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν (FHG II 382). Ποσειδώνιος δ’ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν (FHG III 257) περὶ ΔΑΜΟΦΙΛΟΥ λέγων τοῦ Σικελιώτου, δι’ ὃν ὁ δουλικὸς ἐκινήθη πόλεμος, ὅτι τρυφῆς ἦν οἰκεῖος, γράφει καὶ ταῦτα· ‘τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς.’

ΔΗΜΗΤΡΙΟΣ δ’ ὁ Φαληρεύς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν (FHG II 475), χιλίων καὶ διακοσίων ταλάντων κατ’ ἐνιαυτὸν κύριος γενόμενος καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν, θοίνας καθ’ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν καὶ πλῆθός τι συνδείπνων ἔχων. καὶ ταῖς μὲν δαπάναις ταῖς εἰς τὰ δεῖπνα τοὺς Μακεδόνας ὑπερέβαλλε, τῇ δὲ καθαρειότητι

v.3.p.196
Κυπρίους καὶ Φοίνικας· ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσιν κατεσκευάζετο διαπεποικιλμένα ὑπὸ δημιουργῶν. ἦσαν δὲ καὶ πρὸς γυναῖκας ὁμιλίαι σιωπώμεναι καὶ νεανίσκων ἔρωτες νυκτερινοί, καὶ ὁ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς Δημήτριος καὶ τοὺς βίους τάττων ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν· ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι. ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων, ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδεν ὁ χορὸς εἰς αὐτὸν ποιήματα Σείρωνος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο (Castorionis fr. 1 B4)·
  1. ἐξόχως δ’ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε
  2. τιμαῖσι γεραίρει.
Καρύστιος δὲ ὁ Περγαμηνὸς ἐν τρίτῳ Ὑπομνημάτων (FHG IV 358) ‘Δημήτριος, φησίν, ὁ Φαληρεὺς Ἱμεραίου τοῦ ἀδελφοῦ ἀναιρεθέντος ὑπ’ Ἀντιπάτρου αὐτὸς μετὰ Νικάνορος διέτριβεν, αἰτίαν ἔχων ὡς τὰ ἐπιφάνεια τοῦ ἀδελφοῦ θύων. Κασάνδρῳ δὲ γενόμενος φίλος μέγα ἴσχυσεν. καὶ κατ’ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. ὡς δ’ ἐπλούτησε, Μοσχίωνα τὸν ἄριστον τῶν τότε μαγείρων
v.3.p.197
καὶ δειπνοποιῶν ἐωνήσατο, καὶ τοσαῦτα ἦν τὰ παρασκευαζόμενα καθ’ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο παῖδάς τε ἐλευθέρους ὕβριζεν καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων. ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν· καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε μετ’ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας συνῆλθον εἰς τὸν τόπον παῖδες οἱ κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵν᾽ ὀφθεῖεν αὐτῷ.’