Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἀποδεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθ’ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτ’ αὖ καὶ ἀνθρωποειδεῖς, ἄστροις δὲ πεποικιλμένας. τὸ μέντοι ‘ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο’ οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον· γενήσονται γὰρ οὕτως ηʹ τὸν ἀριθμόν· ἀλλ’ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δ’ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν, ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέτταρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων, ἑκάτερον δὲ καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνεται τῆς ἀποστάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ·

  1. δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
  2. χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν,
    v.3.p.84
καθ’ ἑκατέραν τὴν σχίσιν τῶν ὤτων ἀκουσόμεθα μίαν πελειάδα· ἃς δοιὰς εἶπεν καθὸ συμφυεῖς εἰσιν ἀλλήλαις καὶ συνεζευγμέναι. τὸ γὰρ δοιοὶ καὶ δοιαὶ σημαίνει καὶ τὸ κατ᾽ ἀριθμὸν εἶδος, τὸ δύο, οἷον· Od. 4.129
  1. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
καὶ (Od. 16.253) ‘δοιὼ θεράποντε’. σημαίνει δὲ καὶ τὸ συμφυὲς καὶ τὸ συνεζευγμένον κατ’ ἀριθμόν, ὡς ἐν τούτοις· Od. 5.476
  1. δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνους
  2. ἐξ ὁμόθεν πεφυῶτας, ὃ μὲν φυλίης, ὃ δ’ ἐλαίης.
γενήσονται οὖν ἐπὶ τῶν ὤτων τέσσαρες πελειάδες.

  1. ἔπειθ’ ὅταν ἐπενέγκῃ τὸ
  2. δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
  3. χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν,
ἀκουστέον οὐ πυθμένας δύο, ἀλλ’ οὐδὲ κατὰ διαίρεσιν ἀναγνωστέον, ὡς ὁ Θρᾲξ Διονύσιος, ἀλλὰ κατὰ σύνθετον ὑποπυθμένες, ὅπως ἐπὶ τῶν πελειάδων ἀκούωμεν, ὅτι τέσσαρες μὲν ἦσαν ἐπὶ τῶν ὤτων, δύο δὲ ὑποπυθμένες, τουτέστιν ὑπὸ τῷ πυθμένι οἷον ὑποπυθμένιοι· ὥστε διακρατεῖσθαι τὸ δέπας ὑπὸ δυεῖν Πελειάδων ὑποκειμένων τῷ πυθμένι, ἓξ δὲ τὰς πάσας γενέσθαι Πλειάδας, ἐπείπερ ὁρῶνται τοσαῦται, λέγονται δὲ ἑπτά, καθότι καὶ Ἄρατός φησιν (257)·
  1. ἑπτάποροι δὴ ταί γε μετ’ ἀνθρώποις καλέονται,
  2. ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
  3. οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
  4. ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ’ αὕτως
  5. εἴρητ᾽. ἑπτὰ δ’ ἐκεῖναι ἐπιρρήδην καλέονται ...
    v.3.p.85
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. τὸ ὁρώμενον οὖν ἐν τοῖς ἄστροις καὶ ἐν τῇ φαινομένῃ κατασκευῇ προσηκόντως ἐτόρευσεν. τοῦτο μέντοι καὶ ἐπὶ τοῦ Διὸς σημαίνειν πείθονται τὸν ποιητὴν ὅταν λέγῃ· Od. 12.62
  1. τῇ μέν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
  2. τρήρωνες ταί τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν.
  3. ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη.
  4. ἀλλ’ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι,
ὑπὸ τῆς ὀξύτητος τῶν πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι λέγων μίαν τῶν Πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σῴζειν τὸν ἀριθμὸν αὐτῶν, ποιητικῶς αἰνιττόμενος ὅτι τῶν Πλειάδων ἓξ ὁρωμένων ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται, λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά.

πρὸς δὲ τοὺς λέγοντας οὐκ οἰκείως τῷ ποτηρίῳ ἐντετυπῶσθαι τὰς Πλειάδας, ξηρῶν τροφῶν οὔσας σημαντικάς, λεκτέον ὅτι τὸ δέπας ἀμφοτέρων τῶν τροφῶν ἐστιν δεκτικόν. κυκεὼν γὰρ ἐν αὐτῷ γίνεται· τοῦτο δ’ ἐστὶ πόσις ἐν τῷ κράματι τυρὸν ἔχουσα καὶ ἄλφιτον· ἄμφω δὲ ταῦτα κυκώμενα καὶ οὕτω πινόμενα λέγει ὁ ποιητής· Il. 11.624

  1. τοῖσι δὲ τεῦχε κυκεῶ ἐυπλόκαμος Ἑκαμήδη ...
  2. ἣ σφῶιν πρῶτον μὲν ἐπιπροίηλε τράπεζαν
  3. καλὴν κυανόπεζαν ἐύξοον, αὐτὰρ ἐπ᾽ αὐτῆς
  4. χάλκειον κάνεον· ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον
  5. ἠδὲ μέλι χλωρόν, παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν,
    v.3.p.86
  6. πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός ...
  7. ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν
  8. οἴνῳ Πραμνείῳ, ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν
  9. κνήστι χαλκείῃ, ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν·
  10. πινέμεναι δ’ ἐκέλευεν, ἐπεί ῥ’ ὥπλισσε κυκεῶ.

  1. τὸ δὲ
  2. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
  3. πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν
οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἴονταί τινες, τὸ ὃς ἀντὶ τοῦ ὃ λαμβάνοντες ἐπὶ τοῦ Μαχάονος·
  1. ἀλλ’ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης,
ἐκ τοῦ μογέων δηλοῦσθαι νομίζοντες, ἐπειδὴ τέτρωται. ὅτι δὲ καθ’ Ὅμηρον ὁ Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσιν δ’ ὅτι τὸ ἄλλος Ὅμηρος οὐκ ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος ἔθηκε, δύο γὰρ οὗτοι πίνουσιν, ἀλλ᾽ εἶπεν ἂν ἕτερος. τοῦτο γὰρ ἐπὶ δύο τάσσεσθαι πέφυκεν, ὡς καὶ ἐπὶ τούτων· Il. 3.103
  1. οἴσετε δ’ ἄρν’ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν.
ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηρος οὐδέποτε τίθησι· τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ, οἷον· Il. 6.153
  1. ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν.
ἐλλείπει οὖν τό τις μόριον· τὸ γὰρ πλῆρές ἐστιν ‘ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν,’ ὡς παντὸς ἀνθρώπου μόλις ἂν ἀποκινήσαντος ἀπὸ τῆς τραπέζης τὸ ποτήριον, τοῦ δὲ Νέστορος αὐτὸ ῥᾳδίως βαστάζοντος δίχα
v.3.p.87
πόνου καὶ κακοπαθείας. τὸ γὰρ ποτήριον ὑφίσταται μέγα καὶ κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκήν, ὅπερ φιλοπότης ὢν ὁ Νέστωρ ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενε.

Σωσίβιος δ’ ὁ λυτικὸς προθεὶς τὰ ἔπη·

  1. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
  2. πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν,
γράφει κατὰ λέξιν· ‘νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ ὅτι τοὺς μὲν λοιποὺς εἶπε μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. ἄλογον δ’ ἐδόκει Διομήδους καὶ Αἴαντος, ἔτι δ’ Ἀχιλλέως παρόντων εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ προβεβηκότα. τούτων τοίνυν οὕτως κατηγορουμένων τῇ ἀναστροφῇ χρησάμενοι ἀπολύομεν τὸν ποιητήν. ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου ‘πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν’ ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρων τάξομεν τοῦ πρώτου στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνεροῦμεν ‘ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, ὁ δὲ Νέστωρ ἀπονητὶ ἄειρεν.’ νῦν οὖν οὕτω τεταγμένων ὁ Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων.’ ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βασιλεύς. λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικήν, μεταπεμψάμενος τοὺς ταμίας
v.3.p.88
ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ ὅτι ἀπείληφε. καὶ μετ’ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι εἰπόντες δεδωκέναι αὐτῷ τὰς ἡσυχίας εἶχον, ὃ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν ταύτας εἰς χεῖρας ὁ βασιλεὺς καὶ κατιδὼν ἔφη καὶ αὐτὸς ἀπειληφέναι αὐτὸν οὕτως· ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος Σωσιγένους Βίωνος Ἀπολλωνίου Δίωνος· εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν ‘ὦ θαυμάσιε λυτικέ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω καὶ τοῦ Σωσιγένους τὸ σι καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν βι καὶ τὴν τελευταίαν τοῦ Ἀπολλωνίου, εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοίας. καὶ ‘ταῦτ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς’ κατὰ τὸν θαυμάσιον Αἰσχύλον (Myrmid. fr. 139 N) ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.’

ΟΛΜΟΣ ποτήριον κερατίου τρόπον εἰργασμένον. Μενεσθένης ἐν δʹ Πολιτικῶν γράφει οὕτως (FHG IV 451)· ‘ἀλβατάνης δὲ στρεπτὸν καὶ ὅλμον χρυσοῦν. ὁ δὲ ὅλμος ἐστὶ ποτήριον κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον.’

ΟΞΥΒΑΦΟΝ. ἡ μὲν κοινὴ συνήθεια οὕτως καλεῖ

v.3.p.89
τὸ ὄξους δεκτικὸν σκεῦος· ἐστὶ δὲ καὶ ὄνομα ποτηρίου, οὗ μνημονεύει Κρατῖνος μὲν ἐν Πυτίνῃ οὕτως (I 70 K)·
  1. πῶς τις αὐτόν, πῶς τις ἂν
  2. ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;
  3. ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας
  4. καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν
  5. καὶ τἄλλα πάντ’ ἀγγεῖα τὰ περὶ τὸν πότον,
  6. κοὐδ’ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.
ὅτι δέ ἐστι τὸ ὀξύβαφον εἶδος κύλικος μικρᾶς κεραμέας σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μύστιδι διὰ τούτων (II 77 K)· γραῦς ἐστι φίλοινος ἐπαινοῦσα κύλικα μεγάλην καὶ ἐξευτελίζουσα τὸ ὀξύβαφον ὡς βραχύ. εἰπόντος οὖν τινος πρὸς αὐτήν ‘σὺ δ’ ἀλλὰ πῖθι’, λέγει·
  1. τοῦτο μέν σοι πείσομαι.
  2. καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
  3. τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
  4. τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ
  5. ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν·
  6. τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ
  7. τῷ δημιουργῷ δοῖεν, ὃς ἐποίησέ σε,
  8. τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
κἀν τοῖς Βαβυλωνίοις οὖν τοῖς Ἀριστοφάνους (I 410 K) ἀκουσόμεθα ποτήριον τὸ ὀξύβαφον, ὅταν ὁ Διόνυσος λέγῃ περὶ τῶν Ἀθήνησι δημαγωγῶν ὡς αὐτὸν ᾔτουν ἐπὶ τὴν δίκην ἀπελθόντα ὀξυβάφω δύο. οὐ γὰρ ἄλλο τι ἡγητέον εἶναι ἢ ὅτι ἐκπώματα ᾔτουν. καὶ τὸ τοῖς ἀποκοτταβίζουσι δὲ ὀξύβαφον τιθέμενον εἰς ὃ τὰς
v.3.p.90
λάταγας ἐγχέουσιν οὐκ ἄλλο τι ἂν εἴη ἢ ἐκπέταλον ποτήριον. μνημονεύει δὲ τοῦ ὀξυβάφου ὡς ποτηρίου καὶ Εὔβουλος ἐν Μυλωθρίδι (II 186 K)·
  1. καὶ πιεῖν χωρὶς μέτρω
  2. ὀξύβαφον εἰς τὸ κοινόν· εἶθ’ ὑπώμνυτο
  3. ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον,
  4. τὸ δ’ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.

ΟΙΝΙΣΤΗΡΙΑ. οἱ μέλλοντες ἀποκείρειν τὸν σκόλλυν ἔφηβοι, φησὶ Πάμφιλος, εἰσφέρουσι τῷ Ἡρακλεῖ μέγα ποτήριον πληρώσαντες οἴνου, ὃ καλοῦσιν οἰνιστηρίαν, καὶ σπείσαντες τοῖς συνελθοῦσι διδόασι πιεῖν.

ΟΛΛΙΞ. Πάμφιλος ἐν Ἀττικαῖς Λέξεσι τὸ ξύλινον ποτήριον ἀποδίδωσι.

ΠΑΝΑΘΗΝΑΙΚΟΝ. Ποσειδώνιος ὁ φιλόσοφος ἐν ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν (FHG III 264) ὡς οὕτω καλουμένων τινῶν ποτηρίων μέμνηται γράφων οὕτως· ‘ἦσαν δὲ καὶ ὀνύχινοι σκύφοι καὶ συνδέσεις τούτων μέχρι δικοτύλων· καὶ Παναθηναικὰ μέγιστα, τὰ μὲν δίχοα, τὰ δὲ καὶ μείζονα.’

ΠΡΟΑΡΟΝ κρατὴρ ξύλινος, εἰς ὃν τὸν οἶνον κιρνᾶσιν οἱ Ἀττικοί. ‘κοίλοις ἐν προάροις’ φησὶ Πάμφιλος.

ΠΕΛΙΚΑΙ. Καλλίστρατος ἐν Ὑπομνήμασι Θρᾳττῶν Κρατίνου (I 38 K) ἀποδίδωσι κύλικα. Κράτης δ’ ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου γράφει οὕτως (p. 64 W)· ‘οἱ χόες πελίκαι, καθάπερ εἴπομεν, ὠνομάζοντο. ὁ δὲ

v.3.p.91
τύπος ἦν τοῦ ἀγγείου πρότερον μὲν τοῖς Παναθηναικοῖς ἐοικώς, ἡνίκα ἐκαλεῖτο πελίκη, ὕστερον δὲ ἔσχεν οἰνοχόης σχῆμα, οἷοί εἰσιν οἱ ἐν τῇ ἑορτῇ παρατιθέμενοι, ὁποίους δή ποτε ὄλπας ἐκάλουν, χρώμενοι πρὸς τὴν τοῦ οἴνου ἔγχυσιν, καθάπερ Ἴων ὁ Χῖος ἐν Εὐρυτίδαις φησίν (fr. 10 N)·
  1. ἐκ ζαθέων πιθακνῶν ἀφύσσοντες ὄλπαις
  2. οἶνον ὑπερφίαλον κελαρύζετε.
νυνὶ δὲ τὸ μὲν τοιοῦτον ἀγγεῖον καθιερωμένον τινὰ τρόπον ἐν τῇ ἑορτῇ παρατίθεται μόνον, τὸ δ’ ἐς τὴν χρείαν πῖπτον μετεσχημάτισται, ἀρυταίνῃ μάλιστα ἐοικός, ὃ δὴ καλοῦμεν χόα.’ τὴν δὲ ὄλπην Κλείταρχος Κορινθίους μέν φησι καὶ Βυζαντίους καὶ Κυπρίους τὴν λήκυθον ἀποδιδόναι, Θεσσαλοὺς δὲ τὴν πρόχοον. Σέλευκος δὲ πελίχναν Βοιωτοὺς μὲν τὴν κύλικα, Εὐφρόνιος δὲ ἐν Ὑπομνήμασι (fr. 107 Strecker) τοὺς χόας.

ΠΕΛΛΑ ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ὃ ἤμελγον τὸ γάλα. Ὅμηρος· Il. 16.641

  1. ὡς ὅτε μυῖαι
  2. σταθμῷ ἐνιβρομέωσιν ἐυγλαγέας κατὰ πέλλας.
τοῦτο δὲ Ἱππῶναξ λέγει πελλίδα (fr. 38 B4)·
  1. ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτῇ
  2. κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε,
δῆλον, οἶμαι, ποιῶν ὅτι ποτήριον μὲν οὐκ ἦν, δι’ ἀπορίαν δὲ κύλικος ἐχρῶντο τῇ πελλίδι. καὶ πάλιν (fr. 39)·
  1. ἐκ δὲ τῆς πέλλης
  2. ἔπινον, ἄλλοτ’ αὐτός, ἄλλοτ’ Ἀρήτη
  3. προὔπινεν.
    v.3.p.92
Φοῖνιξ δ’ ὁ Κολοφώνιος ἐν τοῖς Ἰάμβοις ἐπὶ φιάλης τίθησι τὴν λέξιν λέγων οὕτως (chol. p. 143)·
  1. Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος ...
  2. καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων
  3. ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν.
καὶ ἐν ἄλλῳ δὲ μέρει φησίν (ibid)·
  1. ἐκ πελλίδος δὲ τάργανον κατηγυίης
  2. χωλοῖσι δακτύλοισι τἠτέρῃ σπένδει,
  3. τρέμων οἷόνπερ ἐν βορηίῳ νωδός.
Κλείταρχος δὲ ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲν καλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον. Φιλητᾶς δ’ ἐν Ἀτάκτοις (fr. 50 Bach) τὴν κύλικα Βοιωτούς.

ΠΕΝΤΑΠΛΟΑ. μνημονεύει αὐτῆς Φιλόχορος ἐν δευτέρᾳ Ἀτθίδος (FHG I 391). Ἀριστόδημος δ’ ἐν τρίτῳ περὶ Πινδάρου τοῖς Σκίροις φησὶν Ἀθήναζε ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου· τρέχειν δ’ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν καλούμενον ὦσχον. τρέχουσι δ’ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου μέχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς ἱεροῦ, καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πενταπλόαν καὶ κωμάζει μετὰ χοροῦ. πενταπλόα δ’ ἡ κύλιξ καλεῖται καθ’ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἀλφίτων καὶ ἐλαίου βραχύ. ΠΕΤΑΧΝΟΝ ποτήριον ἐκπέταλον, οὗ μνημονεύει Ἄλεξις ἐν Δρωπίδῃ· πρόκειται δὲ τὸ μαρτύριον (III p. 125f).

v.3.p.93
μνημονεύει αὐτοῦ καὶ Ἀριστοφάνης ἐν Δράμασι λέγων (I 466 K)·
  1. πάντες δ’ ἔνδον πεταχνοῦνται.

ΠΛΗΜΟΧΟΗ σκεῦος κεραμεοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ, ὃ κοτυλίσκον ἔνιοι προσαγορεύουσιν, ὥς φησι Πάμφιλος. χρῶνται δὲ αὐτῷ ἐν Ἐλευσῖνι τῇ τελευταίᾳ τῶν μυστηρίων ἡμέρᾳ, ἣν καὶ ἀπ’ αὐτοῦ προσαγορεύουσι Πλημοχόας· ἐν ᾗ δύο πλημοχόας πληρώσαντες τὴν μὲν πρὸς ἀνατολάς, τὴν δὲ πρὸς δύσιν .... ἀνιστάμενοι ἀνατρέπουσίν τε ἐπιλέγοντες ῥῆσιν μυστικήν. μνημονεύει αὐτῶν καὶ ὁ τὸν Πειρίθουν γράψας, εἴτε Κριτίας ἐστὶν ὁ τύραννος ἢ Εὐριπίδης (fr. 592 N), λέγων οὕτως·

  1. ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον
  2. χάσμ’ εὐφήμως προχέωμεν.
ΠΡΙΣΤΙΣ ὅτι ποτηρίου εἶδος προείρηται ἐν τῷ περὶ τοῦ βατιακίου λόγῳ (c. 27).

ΠΡΟΧΥΤΗΣ εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων. Ἴων δ’ ὁ Χῖος ἐν Ἐλεγείοις (fr. 2 B)·

  1. ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες
  2. κιρνάντων προχύταισιν ἐν ἀργυρέοις.
Φιλητᾶς δ’ ἐν Ἀτάκτοις (fr. 52 Bach) ἀγγεῖον ξύλινον, ἀφ’ οὗ τοὺς ἀγροίκους πίνειν. μνημονεύει αὐτοῦ καὶ Ἀλέξανδρος ἐν τιγονι (III 373 K). Ξενοφῶν δ’ ἐν
v.3.p.94
ὀγδόῳ Παιδείας (c. 8, 10) προχοίδας τινὰς λέγει κύλικας γράφων ὧδε (ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Περσῶν)· ‘ἦν δὲ αὐτοῖς νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν· νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει· τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι.’

ΠΡΟΥΣΙΑΣ. ὅτι τὸ ποτήριον τοῦτο ἔξορθόν ἐστι προείρηται (p. 475 f). καὶ ὅτι τὴν προσηγορίαν ἔσχεν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου γενομένου ἱστορεῖ Νίκανδρος ὁ Καλχηδόνιος ἐν τετάρτῳ Προυσίου Συμπτωμάτων (FHG IV 462).

ΡΕΟΝΤΑ. οὕτως ποτήριά τινα ἐκαλεῖτο. μνημονεύει δ’ αὐτῶν Ἀστυδάμας ἐν Ἑρμῇ λέγων οὕτως (fr. 3 N)·

  1. κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο,
  2. φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία,
  3. ῥέοντα δώδεχ᾽, ὧν τὰ μὲν δέκ’ ἀργυρᾶ
  4. ἦν, δύο δὲ χρυσᾶ, γρύψ, τὸ δ’ ἕτερον Πήγασος.
ΡΥΣΙΣ φιάλη χρυσῆ, Θεόδωρος. Κρατῖνος ἐν Νόμοις (I 52, 124 K)·
  1. ῥυσίδι σπένδων.

ΡΟΔΙΑΣ. Δίφιλος Αἱρησιτείχει (τὸ δὲ δρᾶμα τοῦτο Καλλίμαχος (fr. 100 d Schn) ἐπιγράφει Εὐνοῦχον) λέγει δὲ οὕτως (II 542 K)·

v.3.p.95
  1. πιεῖν δ’ ἔτι
  2. ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.
μνημονεύει αὐτῶν καὶ Διώξιππος ἐν Φιλαργύρῳ (cf. p. 472 b) καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Μέθης (cf. p. 464 c) Λυγκεύς τε ὁ Σάμιος ἐν ταῖς Ἐπιστολαῖς (cf. p. 469 b).

ΡΥΤΟΝ ἔχει τὸ ῡ βραχὺ καὶ ὀξύνεται. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου (cf. p. 481 e) ‘ῥυτὰ καὶ κυμβία, φησί, καὶ φιάλας.’ Δίφιλος δ’ ἐν Εὐνούχῳ ἢ Στρατιώτῃ — ἐστὶ δὲ τὸ δρᾶμα διασκευὴ τοῦ Αἱρησιτείχουσ — (II 542 K)·

  1. ἔσθ’ ὑποχέασθαι πλείονας· πιεῖν δ’ ἔτι
  2. ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.
Ἐπίνικος δ’ ἐν Ὑποβαλλομέναις (III 331 K)·
  1. καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία
  2. πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
  3. κρουνιζόμενον. ἀμφότερα δ’ οἰωνίζομαι.
  4. ἕν ἐστιν ἐλέφασ — Β. .. ἐλέφαντας περιάγει ῥυτόν;
  5. Α. χωροῦν δύο χόας. Β. ὃν οὐδ’ ἂν ἐλέφας ἐκπίοι.
  6. Α. ἐγὼ δὲ τοῦτό γ’ ἐκπέπωκα πολλάκις.
  7. Β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ.
  8. Α. ἕτερον τριήρης· τοῦτ’ ἴσως χωρεῖ χόα.
περὶ δὲ τοῦ τρίτου λέγων φησίν·
  1. ὁ Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσου
    v.3.p.96
  2. τὴν πύρπνοον Χίμαιραν εἰσηκοντικώς.
  3. εἶεν, δέχου καὶ τοῦτο.
ἐκαλεῖτο δὲ τὸ ῥυτὸν πρότερον κέρας. δοκεῖ δὲ σκευοποιηθῆναι ὑπὸ πρώτου τοῦ Φιλαδέλφου Πτολεμαίου βασιλέως φορήματα γενέσθαι τῶν Ἀρσινόης εἰκόνων. τῇ γὰρ εὐωνύμῳ χειρὶ τοιοῦτον φέρει δημιούργημα πάντων τῶν ὡραίων πλῆρες, ἐμφαινόντων τῶν δημιουργῶν ὡς καὶ τοῦ τῆς Ἀμαλθείας ἐστὶν ὀλβιώτερον τὸ κέρας τοῦτο. μνημονεύει αὐτοῦ Θεοκλῆς ἐν Ἰθυφάλλοις οὕτως (Bergk anth. 519)·
  1. ἐθύσαμεν γὰρ σήμερον Σωτήρια
  2. πάντες οἱ τεχνῖται·
  3. μεθ’ ὧν πιὼν τὸ δίκερας ὡς τὸν φίλτατον
  4. βασιλέα πάρειμι.
Διονύσιος δ’ ὁ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων τινὰ ποτήρια καὶ τοῦ ῥυτοῦ ἐμνήσθη, ὡς προεῖπον (p. 467 d)· Ἡδύλος δ’ ἐν Ἐπιγράμμασι περὶ τοῦ κατασκευασθέντος ὑπὸ Κτησιβίου τοῦ μηχανοποιοῦ ῥυτοῦ μνημονεύων φησί·
  1. ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν
  2. τὸ ῥυτὸν εὐδίης δεῦτ’ ἴδετ’ Ἀρσινόης,
  3. ὀρχηστὴν Βησᾶν Αἰγύπτιον· ὃς λιγὺν ἦχον
  4. σαλπίζει κρουνοῦ πρὸς ῥύσιν οἰγομένου,
  5. οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γέγωνεν
  6. κώδωνος κώμου σύνθεμα καὶ θαλίης,
    v.3.p.97
  7. Νεῖλος ὁκοῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς
  8. εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων.
  9. ἀλλ’ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο,
  10. δεῦτε, νέοι, νηῷ τῷδε παρ’ Ἀρσινόης.
Θεόφραστος δ’ ἐν τῷ περὶ Μέθης (fr. 122 W) τὸ ῥυτόν φησιν ὀνομαζόμενον ποτήριον τοῖς ἥρωσι μόνοις ἀποδίδοσθαι. Δωρόθεος δ’ ὁ Σιδώνιός φησιν τὰ ῥυτὰ κέρασιν ὅμοια εἶναι, διατετρημένα δ’ εἶναι, ἐξ ὧν κρουνιζόντων λεπτῶς κάτωθεν πίνουσιν, ὠνομάσθαι τε ἀπὸ τῆς ῥύσεως.

ΣΑΝΝΑΚΙΑ. Κράτης ἐν πέμπτῳ Ἀττικῆς Διαλέκτου (p. 65 W) ἔκπωμά φησιν εἶναι οὕτως καλούμενον. ἐστὶ δὲ Περσικόν. Φιλήμων δ’ ἐν τῇ Χήρᾳ βατιακῶν μνησθεὶς καὶ τῇ γελοιότητι τοῦ ὀνόματος προσπαίξας φησί (II 503 K)·

  1. σαννάκρα ἱπποτραγέλαφοι, βατιάκια, | σαννάκια.
  2. ΣΕΛΕΥΚΙΣ. ὅτι ἀπὸ Σελεύκου τοῦ βασιλέως τὴν
προσηγορίαν ἔσχεν τὸ ἔκπωμα προείρηται (cf. c. 26), ἱστοροῦντος τοῦτο καὶ Ἀπολλοδώρου τοῦ Ἀθηναίου. Πολέμων δ’ ἐν πρώτῳ τῶν πρὸς Ἀδαῖον (fr. 57 Pr) ‘ποτήρια, φησί, παραπλήσια Σελευκίς, Ῥοδιάς, Ἀντιγονίς.’

ΣΚΑΛΛΙΟΝ κυλίκιον μικρόν, ᾧ σπένδουσιν Αἰολεῖς, ὡς Φιλητᾶς φησιν ἐν Ἀτάκτοις (fr. 53 Bach).

ΣΚΥΦΟΣ. τούτου τινὲς τὴν γενικὴν σὺν τῷ σ

v.3.p.98
προφέρονται διὰ παντός, οὐκ εὖ· ὅτε γὰρ ἀρσενικόν ἐστιν ὁ σκύφος, ὡς λύχνος, ἄνευ τοῦ σ προοισόμεθα, ὅτε δὲ οὐδέτερον τὸ σκύφος, σὺν τῷ σ κλινοῦμεν σκύφος σκύφους, ὡς τεῖχος τείχους. οἱ δ’ Ἀττικοὶ τὴν εὐθεῖαν καὶ ἀρσενικῶς καὶ οὐδετέρως λέγουσιν. Ἡσίοδος δ’ ἐν τῷ δευτέρῳ Μελαμποδίας σὺν τῷ π σκύπφον λέγει (fr. 193 Rz)·
  1. τῷ δὲ Μάρης θοὸς ἄγγελος ἦλθε δι’ οἴκου,
  2. πλήσας δ’ ἀργύρεον σκύπφον φέρε, δῶκε δ’ ἄνακτι.
καὶ πάλιν (fr. 194)·
  1. καὶ τότε Μάντης μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν,
  2. Ἴφικλος δ’ ἐπὶ νῶτ’ ἐπεμαίετο. τῷ δ’ ἐπόπισθεν
  3. σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας
  4. ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν.
ὁμοίως δὲ καὶ Ἀναξίμανδρος ἐν τῇ Ἡρωολογίᾳ λέγων ὧδε (FHG II 67)· ‘Ἀμφιτρύων δὲ τὴν λείην δασάμενος τοῖς συμμάχοις καὶ τὸν σκύπφον ἔχων ὃν εἵλετο αὑτῷ.’ καὶ πάλιν· ‘τὸν δὲ σκύπφον Τηλεβόῃ δίδωσι Ποσειδῶν παιδὶ τῷ ἑαυτοῦ, Τηλεβόης δὲ Πτερέλεῳ· τοῦτον ἑλὼν ἀπέπλεεν.’ ὁμοίως εἴρηκε καὶ Ἀνακρέων (fr. 82 B4)·
  1. ἐγὼ δ’ ἔχων σκύπφον Ἐρξίωνι
  2. τῷ λευκολόφῳ μεστὸν ἐξέπινον,
— ἀντὶ τοῦ προέπινον. κυρίως γάρ ἐστι τοῦτο προπίνειν, τὸ ἑτέρῳ πρὸ ἑαυτοῦ δοῦναι πιεῖν. καὶ ὁ Ὀδυσσεὺς δὲ παρὰ τῷ Ὁμήρῳ (Od. 13.57) τῇ
  1. Ἀρήτῃ δ’ ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον.
    v.3.p.99
καὶ ἐν Ἰλιάδι· Il. 9.224
  1. πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα.
πληροῦντες γὰρ προέπινον ἀλλήλοις μετὰ προσαγορεύσεως. — Πανύασσις τρίτῳ Ἡρακλείας φησίν (fr. 4 Ki)·
  1. τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν
  2. σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν.
Εὐριπίδης δ’ ἐν Εὐρυσθεῖ ἀρσενικῶς ἔφη (fr. 379 N)·
  1. σκύφος τε μακρός.
καὶ Ἀχαιὸς δ’ ἐν Ὀμφάλῃ (fr. 33 N)·
  1. ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ.
Σιμωνίδης δὲ (fr. 246 B4) ‘οὐατόεντα σκύφον’ ἔφη. Ἴων δ’ ἐν Ὀμφάλῃ (fr. 26 N)·
  1. οἶνος οὐκ ἔνι
  2. ἐν τῷ σκύφει,
τὸ σκύφει ἰδίως ἀπὸ τοῦ σκύφος σχηματίσας οὐδετέρως ἔφη. ὁμοίως καὶ Ἐπίχαρμος ἐν Κύκλωπι (p. 243 L)·
  1. φέρ’ ἐγχέας εἰς τὸ σκύφος.
καὶ Ἄλεξις ἐν Λευκαδίᾳ (II 344 K)·
  1. οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.
καὶ Ἐπιγένης ἐν Βακχίδι (II 417 K)·
  1. τὸ σκύφος ἔχαιρον δεχόμενος.
Φαίδιμός τε ἐν πρώτῳ Ἡρακλείας (p. 214 Ki)·
  1. δουράτεον σκύφος εὐρὺ μελιζώροιο ποτοῖο.
καὶ παρ’ Ὁμήρῳ δ’ Ἀριστοφάνης ὁ Βυζάντιος (p. 42 adn. N) γράφει· Od. 14.112
  1. πλησάμενος δ’ ἄρα οἱ δῶκε σκύφος, ᾧπερ ἔπινεν.
    v.3.p.100
Ἀρίσταρχος δέ·
  1. πλησάμενος δ’ ἄρα οἱ δῶκε σκύφον, ᾧπερ ἔπινεν.
Ἀσκληπιάδης δ’ ὁ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν (cf. p. 477b) ὅτι τῷ σκύφει καὶ τῷ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ, ὡς ὁ Εὔμαιος Od. 14.112
  1. πλησάμενος δῶκε σκύφος, ᾧπερ ἔπινεν,
  2. οἴνου ἐνίπλειον.
καὶ Ἀλκμὰν δέ φησι (fr. 34 B4)·
  1. πολλάκι δ’ ἐν κορυφαῖς ὀρέων, ὅκα
  2. θεοῖσιν ἅδῃ πολύφανος ἑορτά,
  3. χρύσεον ἄγγος ἔχοισα μέγαν σκύφον,
  4. οἷά τε ποιμένες ἄνδρες ἔχουσιν,
  5. χερσὶ λεόντεον ἐν γάλα θεῖσα
  6. τυρὸν ἐτύρησας μέγαν ἄτρυφον
  7. ἀργειοφόνται.
Αἰσχύλος δ’ ἐν Περραιβίσι φησί (fr. 184 N)·
  1. ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια;
  2. ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα;
Στησίχορος δὲ τὸ παρὰ Φόλῳ τῷ Κενταύρῳ ποτήριον σκύφιον δέπας καλεῖ ἐν ἴσῳ τῷ σκυφοειδές· λέγει δ’ ἐπὶ τοῦ Ἡρακλέους (fr. 7 B4)·
  1. σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον
  2. πί’ ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Φόλος κεράσας.
καὶ Ἄρχιππος δὲ ἐν Ἀμφιτρύωνι οὐδετέρως εἴρηκε (I 680 K).

λάγυνον δὲ μέτρου λέγουσιν εἶναι ὄνομα

v.3.p.101
παρὰ τοῖς Ἕλλησιν, ὡς χοὸς καὶ κοτύλης. χωρεῖν δ’ αὐτὸ κοτύλας Ἀττικὰς δώδεκα. καὶ ἐν Πάτραις δέ φασι τοῦτ’ εἶναι τὸ μέτρον τὴν λάγυνον. ἀρσενικῶς δὲ εἴρηκε τὸν λάγυνον Νικόστρατος μὲν ἐν Ἑκάτῃ (II 223 K)·
  1. τῶν κατεσταμνισμένων
  2. ἡμῖν λαγύνων πηλίκοι τινές; Β. τρίχους.
καὶ πάλιν·
  1. τὸν μεστὸν ἡμῖν φέρε λάγυνον.
καὶ ἐν τῇ ἐπιγραφομένῃ Κλίνῃ (ib. 224)·
  1. καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
  2. ὄξους.
Δίφιλος ἐν Ἀνασῳζομένοις (ib. 544)·
  1. λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ γράφει· ‘καθ’ ὃν χρόνον ἐπεδήμησας ἐν Σάμῳ, Διαγόρα, πολλάκις οἶδά σε παραγινόμενον εἰς τοὺς παρ’ ἐμοὶ πότους, ἐν οἷς λάγυνος κατ’ ἄνδρα κείμενος οἰνοχοεῖτο, πρὸς ἡδονὴν διδοὺς ἑκάστῳ ποτήριον.’ Ἀριστοτέλης δ’ ἐν τῇ Θετταλῶν Πολιτείᾳ (fr. 452 R) θηλυκῶς λέγεσθαί φησιν ὑπὸ Θετταλῶν τὴν λάγυνον. καὶ Ῥιανὸς ὁ ἐποποιὸς ἐν Ἐπιγράμμασιν (p. 211 M)·
  1. ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δ’ οἴνου,
  2. Ἀρχῖν᾽, ἀτρεκέως ἥδε λάγυνος ἔχει.
  3. λεπτοτέρης δ’ οὐκ οἶδ’ ἐρίφου κρέα· πλὴν ὅ γε πέμψας
  4. αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης.
    v.3.p.102
οὐδετέρως δὲ Δίφιλος ἐν Ἀδελφοῖς εἴρηκεν (II 541 K)·
  1. ὦ τοιχωρύχον
  2. ἐκεῖνο καὶ τῶν δυναμένων λαγύνιον·
  3. ἔχον βαδίζειν εἰς τὰ γεύμαθ’ ὑπὸ μάλης,
  4. καὶ τοῦτο πωλεῖν μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ
  5. εἷς λοιπὸς ᾖ κάπηλος ἠδικημένος
  6. ὑπ’ οἰνοπώλου.
τὸ δ’ ἐν Γηρυονηίδι Στησιχόρου ‘ἔμμετρον ὡς τριλάγυνον’ τὴν τῶν τριῶν γενῶν ἀμφιβολίαν ἔχει. Ἐρατοσθένης δέ φησι (fr. 82 Strecker) λέγεσθαι τὴν πέτασον καὶ τὴν στάμνον ὑπό τινων.