Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

πολλῶν δὲ συστραφέντων καὶ ἀγαθῶν ἐπιρρωσθεὶς ἐνέβαλε τῷ δεξιῷ τῶν πολεμίων καὶ τρεψάμενος ἐδίωκεν, ὑπὸ θυμοῦ καὶ φιλοτιμίας ἀταμιεύτως ἐπισπασθεὶς εἰς χωρία σκολιὰ καὶ μεστὰ δένδρων πεφυτευμένων καὶ τάφρων πλατειῶν, ἐν οἷς ἐπιθεμένου τοῦ Κλεομένους ἔπεσε λαμπρῶς ἀγωνισάμενος τὸν κάλλιστον τῶν ἀγώνων ἐπὶ θύραις τῆς πατρίδος.

οἱ δʼ ἄλλοι φεύγοντες εἰς τὴν φάλαγγα καὶ συνταράξαντες τοὺς ὁπλίτας ὅλον τὸ στράτευμα τῆς ἥττης ἐνέπλησαν. αἰτίαν δὲ μεγάλην ὁ Ἄρατος ἔλαβε δόξας προέσθαι τὸν Λυδιάδην· καὶ βιασθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἀπερχομένων πρὸς ὀργήν ἠκολούθησεν αὐτοῖς εἰς Αἴγιον. ἐκεῖ δὲ συνελθόντες ἐψηφίσαντο μὴ διδόναι χρήματα αὐτῷ μηδὲ μισθοφόρους τρέφειν ἀλλʼ αὑτῷ πορίζειν, εἰ δέοιτο πολεμεῖν.

p.86

οὕτω δὲ προπηλακισθείς ἐβουλεύσατο μὲν εὐθὺς ἀποθέσθαι τὴν σφραγῖδα καὶ τὴν στρατηγίαν ἀφεῖναι, λογισμῷ δὲ χρησάμενος τότε μὲν ὑπέμεινε, καὶ πρὸς Ὀρχομενὸν ἐξαγαγὼν τοὺς Ἀχαιούς μάχην ἔθετο πρὸς Μεγιστόνουν τὸν Κλεομένους πατρῳόν, ἐν ᾗ κρατήσας τριακοσίους μὲν ἀπέκτεινε, ζῶντα δὲ τὸν Μεγιστόνουν συνέλαβεν.

εἰωθὼς δὲ στρατηγεῖν παρʼ ἐνιαυτόν, ὡς ἡ τάξις αὐτῷ περιῆλθε, καλούμενος ἐξωμόσατο, καὶ Τιμόξενος ᾑρέθη στρατηγός, ἐδόκει δὲ ἡ μὲν πρὸς τοὺς ὄχλους ὀργὴ πρόφασις εἶναι λεγομένη τῆς ἐξωμοσίας ἀπίθανος, αἰτία δʼ ἀληθὴς τὰ περιεστῶτα τοὺς Ἀχαιούς, οὐκέθʼ ὡς πρότερον ἀτρέμα καὶ σχέδην τοῦ Κλεομένους ἐπιβαίνοντος οὐδʼ ἐμπλεκομένου ταῖς πολιτικαῖς ἀρχαῖς,

ἀλλʼ ἐπεὶ τοὺς ἐφόρους ἀποκτείνας καὶ τὴν χώραν ἀναδασάμενος καὶ πολλοὺς τῶν μετοίκων ἐμβαλὼν εἰς τὴν πολιτείαν ἔσχεν ἰσχὺν ἀνυπεύθυνον, εὐθὺς ἐπικειμένου τοῖς Ἀχαιοῖς καὶ τῆς ἡγεμονίας ἑαυτὸν ἀξιοῦντος. διὸ καὶ μέμφονται τὸν Ἄρατον ἐν σάλῳ μεγάλῳ καὶ χειμῶνι τῶν πραγμάτων φερομένων ὥσπερ κυβερνήτην ἀφέντα καὶ προέμενον

paris.1624.1045
ἑτέρῳ τοὺς οἴακας, ὅτε καλῶς εἶχε καὶ ἀκόντων ἐπιστάντα σῴζειν τὸ κοινόν·

εἰ δʼ ἀπεγνώκει τὰ πράγματα καὶ τὴν δύναμιν τῶν Ἀχαιῶν, εἶξαι τῷ Κλεομένει, καὶ μὴ πάλιν τὴν Πελοπόννησον ἐκβαρβαρῶσαι φρουραῖς Μακεδόνων, μηδὲ πληρῶσαι τὸν Ἀκροκόρινθον Ἰλλυρικῶν ὅπλων καὶ Γαλατικῶν, μηδὲ οὓς αὐτὸς ἐν ταῖς πράξεσι

p.88
καταστρατηγῶν καὶ καταπολιτευόμενος, ἐν δὲ τοῖς ὑπομνήμασι λοιδορῶν διετέλει, τούτους ἐπάγεσθαι δεσπότας ταῖς πόλεσι συμμάχους ὑποκοριζόμενον.