Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Μετὰ τοῦτον ἧκε τὰ τῆς ὑπατείας ἐπὶ Λούκιον Καικίλιον Μέτελλον καὶ Τίτον Κύντιον Φλαμίνιον. κατὰ τοῦτον Ῥωμαῖοι τὸν ἐνιαυτὸν προσέταξαν οἰκοδομηθῆναι

81
τὴν Καρχηδόνα τὴν νῦν ἔτι φαινομένην δύο καὶ εἴκοσι ὕστερον ἔτεσι μετὰ τὴν ὑπὸ Σκηπίωνος κατασκαφήν. ἔπεμψαν εἰς αὐτὴν ἐξ αὐτῶν ἀποίκους.

Ἑξακοσιοστῷ δὲ καὶ εἰκοστῷ καὶ ἑβδόμῳ τῇς πόλεως ἔτει Γάϊος Κάσιος Λογγῖνος καὶ Σέξτος Δομίτιος Ἀλβίνος ὕπατοι τοῖς ὑπὲρ τὰς Ἄλπεις Γάλλοις ἐπήγαγον πόλεμον καὶ τὴν μεγίστην αὐτῶν πόλιν Ἀρβέρναν περιεκαθέσθησαν. ἡγεῖτο δὲ Γάλλων Βιτούϊτος. μαχεσάμενοι τοίνυν περὶ τὸν Ῥοδανὸν ποταμὸν πολὺν μὲν αὐτῶν στρατὸν ἀνεῖλον, τοσαύτης δὲ ἐπελάβοντο λείας ὥστε ἐκ τῶν στρεπτῶν, οὕς ἐπὶ τῶν τραχήλων εἶχον οἱ πολέμιοι, πολύν τινα χρυσίου σταθμὸν εἰσπέμψαι Ῥωμαίοις. Βιτούϊτος δὲ ὁ στρατηγὸς ἁλοὺς μέρος ἐγένετο τοῦ θριάμβου: καὶ ἐπὶ τούτοις τοῖς ἔργοις ἑκάτερος τῶν ὑπάτων ἐθριάμβευσεν.

Ἐντεῦθεν Πόρκιος Κάτων καὶ Κύντος Μάρκιος Ῥὴξ δέχονται τὴν ἀρχὴν ἑξακοσιοστοῦ καὶ τριακοστοῦ τῆς πόλεως ἔτους. οὗτοι κατήγαγον ἀποικίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι πόλιν. καὶ μικρὸν ὕστερον οἱ μετὰ τούτους ὕπατοι Κύντος Καικίλιος Μέτελλος καὶ Κύντος Μούκιος Σκαιβολᾶς κατὰ Δαλματῶν ἐθριάμβευσαν.

Εἶτα οὐ πολλοῖς ὕστερον χρόνοις ὁ ὕπατος Κάτων κατὰ Σκορδίσκων κινήσας πόλεμον ἡττήθη τε αἰσχρῶς καὶ ἀπεχώρησε.

Γαΐου δὲ Καικιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος ὑπάτων γενομένων οἱ ἀδελφοὶ Μέτελλοι κατὰ τὴν Ῥώμην ἐθριάμβευσαν, ὁ μὲν κατὰ Σαρδῶν, κατὰ Θρᾳκῶν δὲ ἕτερος. τότε φήμη κατέλαβε Ῥωμαίους Γάλλων τοὺς καλουμένους Κίμβρους ἔφοδον κατὰ τῆς Ἰταλίας ποιήσασθαι.

Καὶ κατὰ τὸν αὐτὸν χρόνον ἤδη Πουβλίου Σκηπίωνος τοῦ Νασίκου καὶ Πουβλίου Καλπουρνίου Βηστίου τὴν ἀρχὴν ὑποδεξαμένων ὁ πρὸς Ἰουγούρθαν τὸν Νουμίδην

83
ἤρξατο πόλεμος αἰτίαν ἔχων τὸν Ἰεμψάλου καὶ Ἀδαρβάλου φόνον, οἳ παῖδες ἦσαν τοῦ βασιλεύσαντος Νουμιδῶν Μικίψου φίλου καὶ συμμάχου Ῥωμαίων. ἐπὶ τοῦτον ὕπατος πέμπεται Καλπούρνιος: καὶ διαφθαρεὶς χρήμασιν αἰσχρότατα πρὸς Ἰουγούρθαν ἐσπείσατο: ταύτας οὖν ὁ δῆμος ἀκυρώσας τὰς σπονδὰς πέμπει τὸν ἐξῆς ὕπατον Σπούριον Ποστούμιον Ἀλβῖνον: ἀλλὰ καὶ οὗτος τῷ ἀδελφῷ τὸ ἔργον ἐπιτρέψας οὐκ ἀγαθὸν ἔσχε τῆς μάχης τὸ τέλος.

Τρίτος ἐξαποστέλλεται Κύντος Καικίλιος Μέτελλος: καὶ τὴν στρατιὰν ἐξ ἀτόπου μελέτης τῆς ὑπὸ τοῖς προτέροις ὑπάτοις πρὸς τὸ δέον ἁρμόσας ἐπιεικῶς πάνυ πολλαῖς τὸν Ἰουγούρθαν ἐνίκησε μάχαις: καὶ τούς τε ἐλέφαντας κατέσφαξεν οὐκ ὀλίγους ζῶντας ἑλών: τῶν τε πόλεων αὐτῷ προσεχώρησαν αἱ πλείους. πρὸς αὐτῷ δὲ ὤν τῷ τέλει παύεται τῆς ἀρχῆς ὑπὸ Μαρίου. γενόμενος δὲ ἐν τοῖς πράγμασιν ὁ Μάριος Ἰουγούρθαν καὶ Βόκχον τὸν βασιλέα τῶν Μαύρων σύμμαχον τῷ Ἰουγούρθᾳ γεγενημένον ἐνίκησε μάχῃ: καὶ τοῦ μὲν Βόκχου περιέκοψε τὰς δυνάμεις. Ἰουγούρθαν δὲ ἐκδοθέντα παῤ αὐτοῦ τοῖς Ῥωμαίοις ἐξέπεμψε δἰ ἀνδρὸς ἀρίστου Σύλλου ταμίου τότε ὄντος αὐτῷ τῶν δημοσίων χρημάτων. μετὰ δὲ ταύτης τῆς νίκης καὶ ἑτέρα συνέβη. Ἰούνιος γὰρ Σιλανὸς ὁ Μετέλλου συνύπατος Κίμβρους νικήσας καὶ Μινούκιος Ῥούφος τοὺς Σκορδίσκους καὶ Τριβαλλοὺς καὶ Σερβίλλιος Καιπίων τοὺς Λυσιτανοὺς ἐπανῆκον. θρίαμβοι μὲν κατὰ Ἰουγούρθου καὶ τῷ Μετέλλῳ καὶ τῷ Μαρίῳ παρὰ τῆς πόλεως ἐψηφίσθησαν: ὦν ἐφάνη λαμπρότερον ὁ Μαρίου Ἰουγούρθαν σὺν τοῖς δύο παισὶ πρὸ τοῦ ἅρματος ἔχων: ὅν δεσμωτηρίῳ παραδόντες οἱ Ῥωμαῖοι διεχρήσαντο.

85