Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Οὕτω μὲν οὗν ὁ πρὸς Ἄφρους ἔληξε πόλεμος εἴκοσι καὶ τρισὶ παρεκταθεὶς ἐνιαυτοῖς. Ῥωμαῖοι δὲ ἤδη γνωριμώτατοι παρὰ πᾶσι γεγενημένοι πρέσβεις ἀπέστειλαν πρὸς τὸν Αἰγύπτου βασιλεύοντα Πτολεμαῖον, ὑπισχνούμενοι συμμαχίαν αὐτῷ κατὰ τοῦ Σύρων βασιλεύοντος Ἀντιόχου. ὁμολογήσας δὲ Πτολεμαῖος τῇ πρεσβείᾳ χάριν οὐκ ἐδεήθη τῆς συμμαχίας, ἐπειδήπερ εἶχεν ἤδη πέρας ἐκεῖνος ὁ πόλεμος. κατὰ δὲ τὸν αὐτὸν χρόνον τῆς Σικελίας βασιλεὺς Ἱέρων δυνατώτατος τῶν πώποτε εἰς τὴν Ῥώμην ἀφίκετο μεθέξων τῆς τελουμένης αὐτόθι θέας. σῖτόν τε εἴκοσι μυριάδας ἐδωρήσατο τῷ δήμῳ.

Ἡνίκα δὲ Ἱέρων κατέλαβε τὴν Ῥώμην, Λούκιος Κορνήλιος Λεντοῦλος καὶ Φούλβιος

49
Φλάκκος ὕπατοι κατὰ Λιγούρων ἤραντο πόλεμον ἐντὸς τῶν Ἰταλῶν ὁρίων καὶ νίκης γενομένης ἐθριάμβευσαν. Καρχηδόνιοι δὲ παρεγχειροῦντες ταῖς σπονδαῖς τοὺς Σάρδους, οὓς αἱ συνθῆκαι Ῥωμαίοις ὑπακούειν ἠβούλοντο, παρηρέθιζον καὶ ἔπειθον ἀντιτάττεσθαι. τοῦ δὲ πράγματος εἰς φῶς κεχωρηκότος πρεσβεία Καρχηδονίων παραγενομένη τὴν εἰρήνην ἐκύρωσεν

Ὑπάτων τε ἀναδειχθέντων Τίτου Μαλλίου Τορκουάτου καὶ Γαΐου Ἀτιλίου Βούσκλου θρίαμβος μὲν γίνεται κατὰ Σάρδων μάχῃ κρατηθέντων. μετὰ δὲ τοῦτο πᾶς πανταχόθεν ἐπέπαυτο πόλεμος καρτερά τε ἦν ἡσυχία, οἵαν οὐδενὶ χρόνῳ συνέβη γενέσθαι πλὴν ἐπὶ Νουμᾶ Πομπιλίου, ὃς μετὰ Ῥωμύλον ἐβασίλευσε.

Διαδεξαμένων δὲ τὴν ὑπατείαν Λουκίου Ποστουμίου Σαβίνου καὶ Γναίου Φαβίου Κεντουμάλου πόλεμος συνέστη πρὸς Ἰλλυρίους Ῥωμαίοις: καὶ πρότερον μὲν αἱ πλεῖσται τῶν πόλεων, μετὰ δὲ ταῦτα καὶ οἱ βασιλεῖς τῆς χώρας ἐκείνης τοῖς ὑπάτοις ἑαυτοὺς ἐνεχείρισαν.

Μετὰ τούτους Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆθος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε καὶ τὰς Ἄλπεις ἤδη ʽὄρος δὲ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον̓ ὑπερεβεβήκεσαν. ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια καὶ συνεκροτήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος καὶ αὐτὸς τοῦ πολέμου κεκοινωνηκώς. ἀλλ̓οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥστε τεσσαράκοντα χιλιάδας πεσεῖν καὶ τὴν νίκην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.

Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους: ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ Γνέος Κορνήλιος Σκηπίων: ἀλλ̓οὐκ εἰς μακρὰν κατελύθησαν. Μάρκελλος γὰρ ἵππον οὐ πολλὴν ἄγων νικᾷ τε αὐτοὺς μάχῃ καὶ τὸν βασιλέα Βουριδόμαρον αὐτοχειρὶ διεχρήσατο. ἐφεξῆς δὲ μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον

51
καὶ τὴν Μεδιόλανον ἑλὼν πολύν τε συναγείρας χρημάτων ὄγκον ἐθριάμβευσεν ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως.

Μάρκου δὲ Μινουκίου Ῥούφου καὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐκδεξαμένων πρὸς Ἴστρους ἐγένετο πόλεμος, ἐπειδὴ τὸν Ῥωμαϊκὸν ἐλῄστευον στόλον: καὶ πάντες ὑπὸ Ῥωμαίοις ἐγένοντο. ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον δεύτερος ἐπῆλθε Ῥωμαίοις ἐξ Ἀφρικῆς πόλεμος Ἀννίβου Καρχηδονίοις στρατηγοῦντος, ὃς ἔτη γεγονὼς εἴκοσι τὴν Σάγουντον Ἱσπανία πόλιν Ῥωμαίοις ὑπόσπονδον οὖσαν ἐνεστήσατο πολιορκεῖν. καὶ συλλέξας στρατείαν εἰς τεσσαρεσκαίδεκα μυριάδας ἀνδρῶν εἴχετο τοῦ ἔργου. τοῦτο γνόντες οἱ Ῥωμαῖοι πρεσβείαν ἐπ̓αὐτὸν στέλλουσι προαγορεύοντες αὐτῷ τῆς πολιορκίας ἀπέχεσθαι. μὴ πεισθέντος δὲ πρεσβεύονται πρὸς Καρχηδονίους, ὥστε ἀποστῆσαι τὸν Ἀννίβαν τῆς κατὰ τῶν οἰκείων ἐφόδου. οἱ δὲ τὸ καθῆκον ὑπερβάντες θρασύτερον ἀπεκρίναντο. παρασυρομένου δὲ τοῦ χρόνου μετὰ πολλὴν τὴν προσεδρείαν λιμῷ νικηθέντες οἱ Σαγούντιοι σφᾶς αὐτοὺς ἐξέδωκαν καὶ μεγίστης ἐπειράθησαν ὠμότητος ἐνεκρίθη τοίνυν παρὰ Ῥωμαίοις πρὸς Ἄφρους πόλεμος, ὅτε σαφῶς ἀπεδείχθησαν παραβεβηκότες τὰς σπονδάς.

Καὶ Πούβλιος μὲν Κορνήλιος Σκηπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπανίας: Τιβέριος δὲ Σεμπρώνιος Γράκχος ἐπὶ τὴν Σικελίαν. ὁ τοίνυν Ἀννίβας καταλιπὼν ἐν Ἱσπανίαις τὸν ἀδελφὸν Ἀσδρούβαν ὑπερῆλθε τὸν Πυρρηναῖον καὶ τὰς καλουμένας Ἄλπεις αὐτῷ πρώτῳ γενομένας τότε βασίμους. εἵπετο δ̓αὐτῷ στρατιὰ εἰς τὴν Ἰταλίαν ἰόντι πεζῶν ὀκτὼ μυριάδες καὶ ἱππέων δέκα χιλιάδες ἐλέφαντές τε ἑπτὰ καὶ τριάκοντα. προϊὼν δὲ προσελάμβανεν, ὅσοις ἐντύχοι. Λίγουρες γοῦν καὶ Γάλλοι προσέθεντο. ταῦτα γνοὺς Σεμπρώνιος Γράκχος ἀπὸ τῆς Σικελίας μετέστησε τὴν στρατιὰν εἰς Ἀρίμινον.

53

Καὶ πρότερον μὲν ἀπήντησε τοῖς Ἄφροις ὁ Σκηπίων: καὶ συμμίξας ἧττόν τε ἔσχε τραπέντος αὐτῷ τοῦ στρατοῦ καὶ τιτρώσκεται καὶ εἰς τὴν παρεμβολὴν καταφεύγει. Γράκχος δὲ συνεπλάκη μὲν καὶ αὐτὸς ἐπὶ τὸν Τέβριον, μετὰ δὲ τῆς ἴσης ἀνεχώρησε τῷ Σκηπίωνι τύχης: ἐκ τούτου πολλοὶ τῶν Ἰταλῶν παρέδοσαν ἑαυτοὺς τοῖς πολεμίοις: λαμπρός τε ὢν ἐκ τούτων Ἀννίβας τῶν προοιμίων συνέμιξε τῷ Φλαμινίῳ τὴν ὑπατικὴν στρατιὰν ἄγοντι: καὶ αὐτόν τε καὶ τὸ σὺν αὐτῷ στράτευμα διεχρήσατο, ἐγγὺς πέντε καὶ εἴκοσι χιλιάδας, τῶν λοιπῶν φυγῇ σωθέντων. πέμπεται λοιπὸν πρὸς αὐτὸν ὁ Φάβιος δικτάτωρ ἀναδειχθείς, ὃς ἀεὶ μὲν ἀναβαλλόμενος τὴν μάχην, ἀεὶ δὲ αὐτὴν προσδοκᾶσθαι ποιῶν ἀνέκοπτε τῆς πολλῆς ὁρμῆς τὸν στρατηγὸν τῶν Ἄφρων: καὶ ποτε ἀπροσδόκητος εἰς χεῖρας ἐλθὼν ἐκ τοῦ κρείττονος ἀνεχώρησε.

Πεντακοσιοστοῦ δὲ καὶ τεσσαρακοστοῦ τῆς πόλεως ἔτους Αἰμίλιος Παῦλος καὶ Πούβλιος Τερέντιος Βάρρων ὕπατοι χειροτονηθέντες ἐδέξαντο παρὰ τοῦ Φαβίου τὴν ἐξουσίαν: ὃς χωριζόμενος τῶν πραγμάτων συνεβούλευε τοῖς ὑπάτοις τοῖς αὐτοῦ κατακολουθεῖν περὶ τὴν μάχην ἴχνεσι καὶ τὴν συμπλοκὴν ἀναβάλλεσθαι, κωλύοντας μὲν ἐπιφερομένους, συμμίξαι δὲ παραιτουμένους. τοῦτον γὰρ εἶναι μόνον τῆς νίκης τῆς κατ̓ἐκείνου τὸν τρόπον. ἀτιμάσας δὲ ταύτην Βάρρων τὴν παραίνεσιν εἱλκύσθη πρὸς συμπλοκὴν τοῦ Παύλου κωλύοντος καὶ τῶν τοῦ Φαβίου λόγων ἀναμιμνήσκοντος: συνέμιξαν τοίνυν ἐν Κάνναις χωρίῳ τῆς Ἀπουλίσ̔??ʼ: καὶ νικᾶται τῶν ὑπάτων ἑκατέρων τὸ στράτευμα. πίπτει μὲν γὰρ ἕτερος τῶν ὑπάτων, ὁ Παῦλος, ὑπατικοὶ δὲ ἄνδρες καὶ πραιτώριοι ἀμφὶ τοὺς εἴκοσι: συγκλητικοὶ δὲ σὺν τοῖς ἀπαχθεῖσιν αἰχμαλώτοις τριάκοντα: ἐπιφανεῖς δὲ ἄλλως τριακόσιοι: τοῦ δὲ λοιποῦ τῶν μαχομένων πλήθους πεζῶν

55
μὲν τεσσαράκοντα χιλιάδες, ἱππέων δὲ τρεῖς καὶ πεντακόσιοι. τῆς δὲ ἀντιπάλου στρατιᾶς ἔπεσον μὲν καὶ αὐτοῖς οὐκ ὀλίγοι: σχεδὸν δὲ ἅπαντες ἐγένοντο τραυματίαι. οὗ δὴ καὶ θαυμάσαι τοὺς Ῥωμαίους ἐστὶ τοῦ φρονήματος. τοσαύτῃ γὰρ ἐμπεσόντες συμφορᾷ, οἵαν οὔτε ὁ παρελθὼν ἤνεγκε χρόνος οὔτε ὁ μέλλων οἴσειν ἠλπίζετο, μνήμην εἰρήνης οὐκ ἐποιήσαντο: τὸ μέντοι μέγεθος ἐδείχθη τοῦ κακοῦ τῷ καινῷ τῆς στρατολογίας: τότε γὰρ δὴ πρῶτον ἐλευθερίας ἀξιωθέντες οἰκέται εἰς στρατείαν ἐξεδόθησαν.

Συνέβη δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ, τοὺς ὑπηκόους συμμεταστῆναι τῇ τύχῃ καὶ τὰς ὑπὸ Ῥωμαίοις ὁ??ʼσας Ἰταλικὰς πόλεις τὸν Ἀννίβαν ὑποδέξασθαι. Ἀννίβας δὲ γαυριῶν τοῖς κατωρθωμένοις ἐξουσίαν ἔδωκε τοῖς Ῥωμαίοις ἐξωνήσασθαι τοὺς αἰχμαλώτους. οἱ δὲ ἔφασαν οὐχ ἡγεῖσθαι πολίτας, οἳ μεθ̓ ὅπλων ὄντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. τότε τοίνυν ποικίλως αὐτοὺς πρότερον αἰκισάμενος ἅπαντας διεχρήσατο τρεῖς τε μεδίμνους δακτυλιδίων εἰς ἀπόδειξιν τῶν ἀνῃρημένων τοῖς Καρχηδονίοις ἐξέπεμψεν, οὓς τῶν νεκρῶν ἐξεῖλε σωμάτων. ἐν τούτοις δ̓ὄντος Ἀννίβου Σκηπίωνες ἄμφω τὸν Ἀσδρούβαν ἐν ταῖς Ἱσπανίαις διατρίβοντα ʽἦν δὲ οὗτος ἀδελφὸς Ἀννίβου καταλελειμμένος μετὰ πολλῆς στρατιᾶς, ὥστε τὰς Ἱσπανίας προσνεῖμαι τοῖς Ἄφροισ̓ καλοῦσιν εἰς μάχην καὶ νικῶσι νίκην λαμπράν: αἰχμαλώτους γὰρ εἷλον μυρίους ἄνδρας, ἀνεῖλον δὲ εἴκοσι καὶ πέντε χιλιάδας. τοῦτο γνόντες οἱ Καρχηδόνιοι πέμπουσιν ἑτέραν αὐτῷ στρατιάν, δώδεκα μὲν πεζῶν χιλιάδας, τέσσαρας δὲ ἱππέων, ἐλέφαντας δὲ εἴκοσι.

Τετάρτῳ δὲ ἔτει τῆς διατριβῆς Αννίβου τῆς ἐν Ἰταλίᾳ Μάρκελλος ὕπατος χειροτονηθεὶς περὶ τὴν Νώλαν ʽπόλις δὲ ἐστιν αὕτη τῆς Καμπανίασ̓ συνεκρότησε πρὸς τὸν

57
Ἀννίβαν πόλεμον καὶ νικᾷ τῇ μάχῃ. ἡττηθεὶς δὲ ὅμως ἐκεῖνος περὶ τὰς πόλεις ἐστρέφετο, τὰς μὲν πολιορκίᾳ, τὰς δὲ φόβῳ τῆς Ῥωμαϊκῆς ἀφιστὰς δυναστείας. τῆς γοῦν Ἀπουλίας καὶ Καλαβρίας καὶ Βρούττων τὰς πλείστας ἐφ̓ἑαυτῷ κατεστήσατο: τοσαύτη τε ἦν τῶν κατ̓αὐτὸν ἡ λαμπρότης, ὥστε καὶ Φίλιππον τῶν Μακεδόνων βασιλέα πρεσβείαν ὡς αὐτὸν στείλαντα συμμαχικὸν ὑποσχέσθαι κατὰ Ῥωμαίων: ὅρον δὲ εἶχεν ἡ ὑπόσχεσις τόνδε: καθαιρεθέντων εἰς ἅπαν Ῥωμαίων σύμμαχον καὶ αὐτὸν αὐτοῖς γενέσθαι πρὸς τὸν κατὰ τῶν Ἑλλήνων πόλεμον. ἀλλὰ συνέβη τοὺς ἐκ Μακεδονίας πρέσβεις τῷ Ῥωμαϊκῷ περιπεσεῖν στρατῷ: καὶ οὕτως ἐγένετο δήλη τοῖς Ῥωμαίοις ἡ Μακεδονικὴ πρεσβεία. πέμπουσι τοίνυν Λαιβῖνον μὲν ἐπὶ Μακεδόνας, Τορκούατον δὲ ἐπὶ Σαρδόνας: ἤδη γάρ τοι καὶ αὕτη Ῥωμαίων ἀποστᾶσα προσεκεχωρήκει τοῖς Ἄφροις.

Τέσσαρας τοίνυν ἐνὶ χρόνῳ πολέμους ἐν διαφόροις τόποις εἶχον οἱ Ῥωμαῖοι: ἐν Ἰταλίᾳ πρὸς Ἀννίβαν, ἐν Μακεδονίᾳ πρὸς Φίλιππον, ἐν Σάρδοις πρός τε τοὺς ἐκ τῆς χώρας ἐκείνης καὶ πρὸς Ἀσδρούβαν, ἕτερον Ἄφρων στρατηγόν. τοῦτον Μάλλιος Τορκούατος ἐζώγρησε μάχῃ, πρότερον ἀποβαλόντα τῆς στρατιᾶς τῶν μὲν πεσόντων δέκα χιλιάδας, τῶν δὲ ἀπαχθέντων αἰχμαλώτων εἰς πεντακοσίους τε καὶ χιλίους. καὶ οὕτω Σάρδονες μὲν Ῥωμαίοις ἀπεδόθησαν: ὁ δὲ τοῦ πολέμου στρατηγὸς Μάλλιος ζῶντα τὸν Ἀσδρούβαν εἰσήγαγε τοῖς Ῥωμαίοις. οὕτω τούτων κεχωρηκότων νικᾷ καὶ Λαιβῖνος τὸν Φίλιππον: καὶ οἱ Σκηπίωνες ἐν Ἱσπανοῖς τόν τε Ἀσδρούβαν καὶ Μάγωνα καὶ αὐτὸν ἀδελφὸν Ἀννίβου.

Δεκάτῳ δὲ ἔτει τῆς ἐπὶ τὴν Ἰταλίαν εἰσόδου τῶν Ἄφρων Σουλπίκιος μὲν καὶ Φούλβιος ἦσαν ὕπατοι. Ἀννίβας δὲ ἐπὶ τὴν πόλιν ἰὼν ἐν τετάρτῳ τῆς πόλεως ἐστρατοπεδεύσατο σημείῳ τινὰς τῶν ἱππέων μέχρις αὐτῶν προεκπέμψας τῶν πυλῶν. τῶν δὲ ὑπάτων μετὰ τῆς στρατιᾶς, ἐπειδὴ τὸν τῆς πόλεως ἤκουσαν κίνδυνον, ἐπιστάντων φοβηθεὶς ἐπὶ τὴν Καμπανίαν ἐχώρησεν. ἐντεῦθεν τὰ ἐν Ἱσπανίαις μεταπίπτει πράγματα, καὶ Σκηπίωνες ἄμφω πίπτουσι μαχόμενοι πρὸς Ἀσδρούβαν, οἱ πολλάκις αὐτοῦ κεκρατηκότες: τῷ στρατεύματι δὲ οὐδεμία συνέβη βλάβη, ἐπεὶ καὶ οἱ στρατηγοὶ τύχῃ μᾶλλον ἡττήθησαν ἢ τῇ περὶ τὸν πόλεμον ῥᾳθυμίᾳ. ὑπὸ δὲ τούτους αὐτοὺς τοὺς χρόνους Μάρκελλος τὸ πλεῖστον ἀνεκτήσατο τῆς Σικελίας ὑπὸ τοῖς Ἄφροις ἤδη γεγενημένον καὶ τὰς Συρακούσας εἷλε πολιορκίᾳ πολύν τε πλοῦτον ἐκεῖθεν προσεκτήσατο

59
τοῖς Ῥωμαίοις. τότε καὶ Λαιβῖνος πρὸς τὸν Φίλιππον καὶ πολλὰς τῶν Ἑλληνικῶν πόλεων καὶ πρὸς Ἄτταλόν τινα Ἀσίας βασιλέα σπεισάμενος ἐπὶ τὴν Σικελίαν ὡρμήθη. Ἄννωνα δὲ τὸν Καρχηδονίων στρατηγὸν καὶ τὴν Ἀκραγαντίνων πόλιν ἑλών, ἣν ἐφρούρει, τὸν μὲν ἅμα τοῖς ἐπισημοτάτοις τῶν αἰχμαλώτων ἐπὶ τὴν Ῥώμην ἐξέπεμψεν: τεσσαράκοντα δὲ πόλεις τῆς Σικελίας ἑκούσας ἑλών, ἓξ δὲ καὶ εἴκοσι πολιορκίᾳ, οὕτως οἴκαδε ἐπανῆλθε. καὶ τότε πάσης ἐγένοντο Ῥωμαῖοι τῆς Σικελίας δεσπόται. λαμπρὸς οὖν ἐπὶ τούτοις ἐπανῆλθεν ὁ Λαιβῖνος. τούτων ἐν Σικελίᾳ πραττομένων Ἀννίβας ἐν Ἰταλίᾳ τῷ τε ὑπάτῳ Φουλβίῳ καὶ τῷ στρατεύματι προσπεσὼν ἐξαπιναίως ὀκτὼ χιλιάδας ἀναιρεῖ καὶ τὸν ὕπατον.

Ἐν δὲ ταῖς Ἱσπανίαις μετὰ τὴν τῶν Σκηπιώνων τελευτὴν οὐκ ὄντος ἡγεμόνος τῷ στρατεύματι πέμπεται Σκηπίων ἕτερος, ὁ καλούμενος Πούβλιος, παῖς Σκηπίωνος τοῦ πρότερον ἐκεῖ πεπολεμηκότος, γεγονὼς μὲν ἔτη τέσσαρα καὶ εἴκοσι,τῶν δὲ κατ̓ αὐτὸν καὶ τῶν ἐφεξῆς ἁπάντων ἄριστος. οὖτος εὐθὺς ἐκ προοιμίων αἱρεῖ Καρχηδόνα τὴν ἐν Ἱσπανίαις, ὁμώνυμον τῇ μητροπόλει τῆς Ἀφρικῆς: αἱρεῖ δὲ τὸ χρυσίον ἅπαν καὶ τὸν ἄργυρον καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν τῶν Ἄφρων αὐτόθι κειμένην ὡς ἐν ὀχυρῷ χωρίῳ: καὶ τοὺς ὁμήρους δὲ σύμπαντας, οὓς ἐκ τῶν ἐπισήμων γενῶν ἐτύγχανεν Ἀννίβας εἰληφώς, τούτοις τὴν τῆς γῆς ἀσφαλιζόμενος κτῆσιν. γίγνεται δὲ καὶ τοῦ Μάγωνος ἐγκρατής, ὃς ἦν ἀδελφὸς ʽὡς ἔφην̓ Ἀννίβου. Ῥωμαῖοι μὲν ὁ??ʼν τὴν λείαν ἅπασαν καὶ Μάγωνα δεξάμενοι λαμπρὰν ἦγον ἑορτήν. ὁ δὲ Σκηπίων προσαγόμενος τοὺς Ἱσπανοὺς ἅπασιν ἀπέδωκε τοὺς ὁμήρους: καὶ τοῦτο πάντας ἐποίησε τοὺς Ἱσπανοὺς ὥσπερ ἐκ μιᾶς γνώμης προσθέσθαι Σκηπίωνι τε καὶ Ῥωμαίοις. μετὰ ταῦτα συμμίξας τοῖς Ἄφροις τρέπει μὲν τὸν Ἀσδρούβαν εἰς φυγήν, πολύν δὲ καὶ ἐκ ταύτης τῆς μάχης ἀνείλετο πλοῦτον.

Οὕτω τῶν Ῥωμαϊκῶν διακειμένων Φάβιος ὕπατος καταστὰς ὑπηγάγετο Τάραντα, ἐν ᾗ πάντα τὸν ἐκ τοῦ πολέμου πλοῦτον παρακαταθέμενος ἐτύγχανεν Ἀννίβας. ἀνεῖλε δὲ καὶ τὸν ὑφηγεμόνα αὐτοῦ Καρθάλωνα: καὶ πέντε καὶ εἴκοσι χιλιάδας ἀνδρῶν, οὓς εἷλεν ἐν τῇ μάχῃ ζῶντας, ἀπέδοτο καὶ τὴν λοιπὴν πᾶσαν λείαν διένειμε τῷ στρατῷ, τὰ τιμήματα τῶν πεπραμένων αἰχμαλώτων μόνον τῷ Ῥωμαϊκῷ καθοσιώσας ταμιείῳ. τούτοις τοῦ Φαβίου τοῖς ἔργοις αἱ πρὸς Ἀννίβαν μεταστᾶσαι τῆς Ἰταλίας πόλεις μετετέθησαν ἐπὶ τοὺς Ῥωμαίους, τῶν οἰκούντων αὐτὰς κἀνταῦθα τοὺς ἡττημένους ἀπολιπόντων. τῷ δὲ μετὰ ταῦτα ἐνιαυτῷ Σκηπίων ἐν Ἱσπανοῖς αὐτός τε μεγαλουργῶν καὶ τὸν ἀδελφὸν Λούκιον Σκηπίωνα συνεργὸν ἔχων ἑβδομήκοντα πόλεις

61
ἀνέβαλεν, αἳ προσεκεχωρήκεισαν τοῖς Ἄφροις. ἀλλ̓ ἐπὶ τῆς Ἰταλίας οὐκ ἦν ὅμοια τὰ Ῥωμαίων, Μαρκέλλου περιπεσόντος ἐνέδραις, ἃς ἔστησεν Ἀννίβας καὶ τὴν τελευτὴν οὕτω δεξαμένου.

Σκηπίων δὲ τρίτον ἔτος ἤδη τὰ κατὰ τοὺς Ἱσπανοὺς διοικῶν προσέθηκε μεγάλοις μείζονα. τὸν γὰρ βασιλέα τῶν Ἱσπανῶν μεγάλῃ νικήσας μάχῃ μετὰ ταῦτα πρὸς αὐτὸν ἐσπείσατο. καὶ πρῶτος οὗτος ὁμήρων οὐκ ἐδεήθη: τοσοῦτον ἐθάρρει τοῖς ἔργοις.

Ταῦτα γνοὺς Ἀννίβας ἀπέγνω τῶν Ἱσπανῶν ὡς οὐδενὸς ἀνθέξοντος Σκηπίωνι: καὶ μεταπέμπεται τὸν ἀδελφὸν Ἀσδρούβαν εἰς Ἰταλίαν μετὰ πάσης στρατιᾶς. ὃς ταῖς ὁδοῖς χρώμενος ταῖς ὑπὸ Ἀννίβου προηνυσμέναις, ἐνεδρευθεὶς ὑπὸ τῶν ὑπάτων Ἀππίου τε Κλαυδίου Νέρωνος καὶ Λιβίου τοῦ Σαλινάτωρος περὶ τὴν Σέναν τοῦ Πικηνοῦ πόλιν μετὰ πολὺν τὸν ἐν τῷ πολέμῳ πόνον καὶ ἢν ἐπεδείξατο μαχόμενος ἀνδρείαν αὐτός τε πίπτει καὶ τῆς στρατιᾶς ἁπάσης οἱ νενικηκότες ἐγένοντο κύριοι, πρὸς δὲ καὶ χρυσίου καὶ ἀργύρου πολλῶν ταλάντων, ἃ καὶ Ῥωμαίους ἐξέπληξεν. ἐντεῦθεν ἤρξατο λοιπὸν Ἀννίβας μὲν οὐκ ἀγαθὰς ἔχειν περὶ τοῦ πολέμου τὰς προσδοκίας: τοῖς Ῥωμαίοις δὲ ηὐξήθη τὸ τῶν ἐλπίδων: καὶ μετακαλοῦνται πρὸς ἑαυτοὺς τὸν Σκηπίωνα. καὶ ὁ μὲν παραγίνεται λαμπρὸς ἐπὶ μεγάλοις ὡς εἰκὸς ἔργοις.

Καικιλίῳ δὲ καὶ Οὐαλερίῳ τοῖς ὑπάτοις πᾶσαι Βρούττων αἱ πόλεις ὑπὸ τῶν οἰκούντων παρεδόθησαν.

Ἀννίβας μὲν οὖν τέταρτον καὶ δέκατον ἦγεν ἐπὶ τῆς Ἰταλίας ἔτος. ἐν τούτῳ δὲ ὁ Σκηπίων ὕπατος χειροτονεῖται, ὁ τὰ μέγιστα ἐν Ἱσπανοῖς ἐργασάμενος: καὶ εἰς αὐτὴν τὴν Ἀφρικὴν ἐκπλεῖ πείσας Ῥωμαίους, ὡς χρὴ μεταστῆσαι τὰ δυσχερῆ τῆς μάχης εἰς τὴν πολεμίαν. θείᾳ γὰρ ἐπιπνοίᾳ, ὡς ἐπεπίστευτο, τοσαῦτα κατώρθου, καί τις ἧν λόγος ὡς ἄρα καὶ πρὸς τοὺς θεοὺς αὐτῷ γίγνοιτο συνουσία. τῆς οὖν Ἀφρικῆς ἐπιβὰς Ἄννωνι συνέμιξε τῷ στρατηγῷ. καὶ προτέρᾳ μὲν συμπλοκῇ τὴν στρατείαν αὐτοῦ διέφθειρε πανωλεθρίᾳ: δεύτερον δὲ εἰς χεῖρας ἐλθὼν ἐκβάλλει τῆς παρεμβολῆς αὐτόν: καὶ ταύτης γίνεται κύριος σὺν τοῖς φύλαξι τετρακισχιλίοις καὶ πεντακοσίοις

63
ἀνδράσιν. οἱ δὲ πεσόντες ἦσαν ἕνδεκα χιλιάδες. αἱρεῖ δὲ καὶ Σύμφακιν τῶν Νουμιδῶν βασιλέα συμμαχοῦντα τοῖς Ἄφροις καὶ γίνεται καὶ ταύτης τῆς παρεμβολῆς κύριος καὶ τὸν μὲν Σύμφακιν εἰς τὴν Ῥώμην ἐξέπεμψε μετὰ Νουμιδῶν τῶν ἐπιφανεστάτων καὶ τῶν ἀπὸ τοῦ πολέμου λαφύρων καὶ ἀριθμὸν καὶ πολυτέλειαν παριόντων. γνωσθέντων δὲ τῶν κατὰ Ἀφρικὴν Σκηπίωνος ἔργων πᾶσα μὲν λοιπὸν Ἰταλία τὸν Ἀννίβαν ἀπέλιπεν.