Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἔτει τριακοσιοστῷ καὶ ἑξηκοστῷ πέμπτῳ μετὰ τὸν τῆς Ῥώμης συνοικισμόν, πρώτῳ δὲ μετὰ τὴν ὑπὸ Γάλλοις γενομένην ἅλωσιν, ἐνηλλάγησαν αἰ δυναστεῖαι. ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο στρατιωτικοὶ τὴν τῶν ὑπάτων ἔχοντες δύναμιν. Ἐντεῦθεν καὶ τὰ τῆς Ῥώμης ηὐξήθη πράγματα. Κάμιλλος γὰρ Βολούσκων πόλιν ἑβδομήκοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐκ ἀποσχομένην τοῦ κατὰ τῆς Ῥώμης πολέμου αὐτήν τε εἷλε καὶ πόλιν ἑτέραν Ἐτρούσκων καὶ Σουτρίνων ἄλλην. πάσας τε αὐτὰς ὑφ̓ ἑαυτὸν ποιησάμενος καὶ τοὺς πολεμίους διαχρησάμενος τρεῖς ἐπὶ τοῖς τρισὶν ἔθνεσιν ἐπετέλεσε θριάμβους.

Καὶ Τίτος δὲ Κύντιος Κικιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ διώξας νίκην τε ᾔρατο κατ̓ αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμῃ προσένειμε: καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους παραδόντας ἑαυτοὺς ἐκτήσατο. πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσεν ταῖς πάσαις ἡμέραις καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν.

Ἀλλ̓οὐκ ἐπὶ πολὺ διεγένετο τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία: μικρῷ γὰρ ὕστερον κατελύθη καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ῥώμη διετέλεσεν. εἶτα τῶν στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ κῦρος ἔχειν: ἀλλ̓ οὐχ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνήθησαν: ἐπανῆλθε γὰρ πρὸς τοὺς ὑπάτους ἡ ἐξουσία.

27

Λουκίου τοίνυν Γενουκίου καὶ Κύντου Σερβιλίου γενομένων ὑπάτων τελευτᾷ Κάμιλλος τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύλον ἐψηφίσθησαν.

Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν κινησάντων στρατοπεδευσαμένων δὲ ἀντιπέρα τοῦ Ἀνιήνου ποταμοῦ Τίτος Κύντιος δικτάτωρ ἀναδειχθεὶς ἐξῆλθεν ἐπὶ τοὺς πολεμίους. ἀλλ̓ ἔλυσε τὴν μάχην οὐχ ἡ συμπλοκὴ τῶν στρατευμάτων, ἀλλ̓ ἀνὴρ νεανίας Μανίλιος: ὑφ̓ ἑνὸς γὰρ τῶν Γάλλων εἰς μονομαχίαν προκληθεὶς ἐκεῖνόν τε καθεῖλεν καὶ τῷ πολέμῳ τέλος ἔδωκε: τὸν στρεπτόν τε, ᾦ κεκόσμητο τὸν τράχηλον ὁ Γάλλος, ἑαυτῷ περιθεὶς ἐκ τούτου Τορκουάτος αὐτός τε προσηγορεύθη καὶ οἱ ἐξ αὐτοῦ πάντες μηνύοντες τῇ προσηγορίᾳ τὸν ἀπὸ τοῦ λαφύρου κόσμον. τόρκυς γὰρ ἐπιχωρίως ὁ στρεπτὸς καλεῖται. τότε μὲν οὖν φυγῇ παρέδοσαν ἑαυτούς. μετὰ δὲ ταῦτα καὶ κατεπολεμήθησαν ὑπὸ τοῦ δικτάτωρος Σουλπικίου. καὶ Τοῦσκοι δὲ ὑπὸ Γαΐου Μαρκίου συνεκόπησαν. εἰς ὀκτὼ δὲ χιλιάδας αἰχμαλώτων τῷ θριάμβῳ ποιήσας πλῆθος ὁ νικήσας ἐθριάμβευσε.

Μετὰ τοῦτο γίνεται τῶν Ῥωμαίων ἀπογραφή. καὶ τῶν Λατίνων τῶν ὑπὸ Ῥωμαίοις ἤδη γεγενημένων σώματα παρέχειν εἰς στρατιὰν οὐ βουλομένων, ἐξ αὐτῶν τῶν πολιτῶν συνελέγη τὸ στράτευμα. καὶ δέκα ἐξ αὐτῶν συντάξεις ἐγένοντο, λεγεῶνες κατὰ τὴν αὐτῶν καλούμεναι φωνὴν ἐκ τῆς γενομένης τῶν νέων ἐπιλογῆς: λέγερε γὰρ παῤ αὐτοῖς τὸ ἐπιλέξασθαι λέγεται. αἱ δέκα δὲ αὗται λεγεῶνες ἐξήκοντα χιλιάδας ἀνδρῶν εἶχον, ὡς ἑκάστην εἰς ἑξακισχιλίους τελεῖν: καὶ οὕτως ὁ τοσοῦτος συνήχθη στρατὸς οὔπω τῶν Ῥωμαϊκῶν πραγμάτων εἰς τὸ πᾶν ἐπιδεδωκότων: τοσαύτη τῶν στρατιωτικῶν ἦν ἐπιθυμία καὶ τῶν πολιτῶν ἀνδρεία. τοῦτο δὴ τὸ στράτευμα τῶν πολιτῶν ἐξᾴραν ἐπὶ τοὺς Γάλλους ἐχώρησεν, ἡγουμένου τῆς στρατιᾶς Φουρίου. ἀλλά τις ἐκ τοῦ Γάλλων στρατεύματος, πρὶν ἤ συμμίξαι τὰ πλήθη, ἐκ προκλήσεως τὸν ἄριστον τῶν Ῥωμαίων εἰς μονομαχίαν ἐκάλει. τότε τοίνυν ἐθελοντὴς ἐξανέστη Μάρκος Οὐαλέριος ἐν τοῖς ἄρχουσι τῶν στρατιωτῶν τεταγμένος καὶ σκευασάμενος ἐπῆλθεν. ὁρμῶντι δὲ αὐτῷ κατὰ τοῦ πολεμίου κόραξ ἐπιπτὰς κατὰ τὸν δεξιὸν ἔστη βραχίονα. καὶ μετὰ

29
τοῦτο οἱ μὲν ἄνδρες συνέμιξαν: ὁ δὲ κόραξ τοῖς τε ὄνυξι καὶ τοῖς πτεροῖς ἔπαιε τοῦ Γάλλου τὰ ὄμματα κωλύων εὐθὺ τῷ πολεμοῦντι προσβλέπειν: καὶ οὕτω πίπτει μὲν ὁ Γάλλος, τῷ Οὐαλερίῳ δὲ ὁ τῆς νίκης τρόπος δέδωκε τὴν προσηγορίαν: Κορβῖνος γὰρ ὠνομάσθη ἀπὸ τοῦ κόρακος οὕτω κατὰ τὴν τῶν Ἰταλῶν ὀνομαζομένου φωνήν: καὶ οὐδὲ μέχρι τούτων τὰ τῆς εὐημερίας ἔστη: ἀλλὰ τρίτον καὶ εἰκοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν ὑπατείαν ἐκλήθη.

Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι καθάπερ ἔκ τινος μελέτης ἐπὶ μεῖζον ἐχώρησαν: ἔφασκον γὰρ τὸν ἕτερον τῶν ὑπάτων ἐκ σφῶν αὐτῶν χρῆναι χειροτονεῖσθαι. τῶν Ῥωμαίων δὲ οὐ συνθεμένων ἀνήφθη πόλεμος μέγιστος, εἵπερ τις ἄλλος. καὶ τοῦτον μὲν ἡττήθησαν οἱ Λατῖνοι καὶ θρίαμβον ἔσχεν ἡ νίκη: τοῖς ὑπάτοις δὲ ὡς ὑπὲρ ἔργου μεγάλου κατά τι χωρίον, ὅ Ῥῶστρα καλοῦσιν, ἀνδριάντας ἀνέστησαν. τοῦτο δὲ τὸ χωρίον τὰς πρὸς τὸν δῆμον ἐδέχετο τῶν ὑπάτων τε καὶ τῶν λοιπῶν ἀρχόντων δημηγορίας. ἐκεῖθεν γὰρ ἐν ταῖς καταλαμβανούσαις χρείαις διελέγοντο τῷ δήμῳ. κατὰ δὲ τὸν αὐτὸν ἐνιαυτὸν Ἀλεξάνδρεια παρὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου συνῳκίσθη καὶ ταύτην ἐδέξατο τὴν προσηγορίαν ἡ τῆς Αἰγύπτου πάσης μήτηρ.

Ἐντεῦθεν δὴ καὶ τὰ τῆς δυνάμεως ηὐξήθη Ῥωμαίοις καὶ πρὸς ἄκρον ἀφίκοντο δυναστείας. ἀμέλει πορρωτάτω λοιπὸν αὐτοῖς οἱ πόλεμοι συνεκροτοῦντο. ἐπὶ Σαμνίτας γοῦν τριακοσίοις ἀπῳκισμένους σημείοις τὴν στρατιὰν ἐκίνησαν, ἧς ἀφηγεῖτο Παπίριος

31
Κούρσωρ τὴν τῆς δικτατωρίας ἔχων ἐξουσίαν. χρείας δὲ αὐτὸν ἐπὶ τὴν Ῥώμην καλούσης τὸν ἄρχοντα τῆς ἵππου Φάβιον Μάξιμον ʽἠκολούθει δὲ αὕτη, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἡ δυναστεία τῷ δικτάτωρἰ κατέλιπεν ἐπιτροπεύειν τοῦ στρατοῦ προαγορεύσας μὴ συμμίξαι μήτε εἰς χεῖρας ἐλθεῖν, πρὶν ἄν ἐκ τῆς Ῥώμης ἐπανήκῃ. λαβόμενος δὲ ὁ Φάβιος καιροῦ καὶ μικρὰ φροντίσας τῶν τοῦ δικτάτωρος ἐντολῶν ἐμαχήσατο μὲν μετὰ λαμπρᾶς τῆς τύχης καὶ τοὺς Σαμνίτας ἀπώλεσε πανστρατιᾷ. ἐπὶ τούτοις ψῆφον ἐπήγαγεν ὁ δικτάτωρ αὐτῷ θανάτου: διεσώθη δὲ τῇ τε τοῦ στρατεύματος περὶ αὐτὸν σχέσει καὶ τῇ τοῦ δήμου σπουδῇ: τοσαύτη τε ἐκινήθη κατὰ τοῦ Παπιρίου στάσις, ὡς παρὰ μικρὸν ἐλθεῖν αὐτὸν θανάτου.

Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς Ῥωμαίους ὑπατευόντων Τίτου Βετουρίου καὶ Σπουρίου Ποστουμίου μετὰ πολλῆς κατεπολέμησαν τῆς αἰσχύνης: καὶ κύριοι καταστάντες αὐτῶν ἔθεντο σπονδὰς τοῖς ἡττημένοις ἀπρεπεῖς: ἀλλ̓ ἡ σύγκλητος καὶ ὁ δῆμος τὰς μὲν σπονδὰς παρεσάλευσαν ὡς ἐν δυσπραγίᾳ γεγενημένας, ἀνέλαβον δὲ τὴν μάχην. καὶ οἱ πρότερον νενικηκότες ἡττήθησαν Παπιρίου τοῦ ὑπάτου τῇ μάχῃ στρατηγοῦντος. πεσόντων δὲ τῶν πλειόνων ἑπτὰ χιλιάδες ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς νενικηκόσιν ἐγένοντο: καὶ πρῶτος οὗτος κατὰ Σαμνιτῶν ἐδόθη τῷ Παπιρίῳ θρίαμβος. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Ἄππιος Κλαύδιος κήνσωρ αἱρεῖται. ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων καὶ ἦν ἔργον αὐτῇ τοὺς τῶν πολιτῶν διερευνᾶσθαί τε καὶ κρίνειν βίους: τιμωρίας τε κατὰ πάσης ἠδύνατο δυναστείας καὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας. κύριοι δὲ ἦσαν οἱ κήνσωρες καὶ ἔργοις καινοῖς κατακοσμεῖν τὴν πόλιν. ὁ Κλαύδιος γοῦν πηγὴν ὠχέτευσεν εἰς τὴν Ῥώμην, ἥτις αὐτῷ μέχρι νῦν ἐπονομάζεται Κλαυδία: ὁδόν τε ἐστόρεσεν, ἥτις ἐπεκλήθη καὶ αὐτὴ τῷ πεποιηκότι Ἀππία προσαγορευθεῖσα. οὕτως ἡ μὲν τὸ ἐπώνυμον ἔσχε τοῦ πεποιηκότος, ἡ δὲ αὐτὸ τοὔνομα. τούτων ὧδε πεπραγμένων Σαμνῖται τὴν μάχην ἀνενεώσαντο Κύντου Φαβίου Μαξίμου τὴν ὑπατείαν ἔχοντος. παῖς δὲ ἦν οὗτος τοῦ μικροῦ πρόσθεν εἰρημένου Φαβίου Μαξίμου. οὗτος ἡττᾶται τὴν μάχην καὶ τρισχιλίους %5ἀποβάλλει τῶν μαχιμωτάτων. λήγατος δὲ αὐτῷ χειροτονηθεὶς ὁ πατὴρ Φάβιος ἐνίκησέ τε τοὺς Σαμνίτας καὶ πολλὰς αὐτῶν πόλεις εἷλεν. ἔπειτα διαδέχονται τὴν ὕπατον ἀρχὴν Πούβλιος Κορνήλιος Ῥουφῖνος καὶ Μάρκος Κούριος Δεντάτος καὶ συνάψαντες πρὸς τοὺς Σαμνίτας πόλεμον πολλαῖς τε

33
μάχαις λαμπροὶ ὑπερέσχον καὶ παντάπασιν αὐτοὺς ἐκπολιορκήσαντες δἰ ἐτῶν ἐννέα καὶ τεσσαράκοντα τέλος ἔδοσαν τῷ πολέμῳ. ὡς ἔπος δὲ εἰπεῖν, οὐδὲν τῶν ἐντὸς τῆς Ἰταλίας ἐθνῶν οὕτω τὰς Ῥωμαϊκὰς δυνάμεις κατειργάσατο.

Πολλοῖς δὲ ὕστερον ἐνιαυτοῖς πλῆθος Γάλλων ἀξιομάχητον Τούσκοις τε καὶ Σαμνίταις κατὰ τῆς Ῥώμης ἐκοινώνησαν: καὶ τὸν δρόμον ἐπ̓ αὐτὴν ποιούμενοι παρὰ Γνέου Κορνηλίου Δολοβέλλου τοῦ ὑπάτου πανωλεθρίᾳ διεφθάρησαν.

Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις ἐν ὑστάτῳ τῆς Ἰταλίας πάσης κειμένοις ἐπήχθη παρὰ Ῥωμαίων πόλεμος. αἰτία δὲ ἦν τοῦ πολέμου παροινία καὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ Ταραντίνου κατὰ τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης τετολμημένη. ἀκμαζόντων δὲ τῶν κατὰ τὴν μάχην Πύρρον ἐπεκαλέσαντο σύμμαχον Ταραντῖνοι, γένος μὲν τῶν ἀπ̓ Ἀχιλλέως, βασιλεύοντα δὲ τῶν Ἠπείρων. καταλαμβάνει τοίνυν τὴν Ἰταλίαν ὁ Πύρρος: καὶ τοῦτον πρῶτον πόλεμον ἐπολέμησαν Ῥωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥκουσαν. ἐπὶ τούτῳ ὕπατος ἐχειροτονήθη Πούβλιος Οὐαλέριος Λευῖνος. οὗτος Πύρρου κατασκόπους ἑλὼν προσέταξεν ἅπαν αὐτοῖς ἐπιδειχθῆναι τὸ στρατόπεδον, εἶτα ἀφεθῆναι καὶ τῷ Πύρρῳ γενέσθαι μηνυτὰς ὦν ἐθεάσαντο. μετὰ ταῦτα γίνεται μάχη καὶ τραπέντος τοῦ Πύρρου μεταβολὴν ἔσχεν διὰ τοὺς ἐλέφαντας ἡ τοῦ πολέμου τύχη. ἀγνῶτες γὰρ ὄντες τούτων οἱ Ῥωμαῖοι τῶν θηρίων καὶ τῶν ἵππων πρὸς τὴν ἀθρόαν ὄψιν ἐκπλαγέντων φοβηθέντες ἔσχον ἔλαττον. κακῶς δὴ τῶν Ῥωμαϊκῶν ἐκ τούτου διακειμένων ἡ νὺξ ἔδωκε τῇ συμπλοκῇ τέλος: ᾗ χρησάμενος ὁ Λευῖνος ὑπεχώρησεν. κατὰ δὴ ταύτην τὴν μάχην χιλίους ὀκτακοσίους ὁ Πύρρος αἰχμαλώτους εἷλεν καὶ τῶν μεγίστων αὐτοὺς ἠξίωσε τιμῶν: τοὺς δὲ πεσόντας ἐξ αὐτῶν τῶν Ῥωμαίων ταφῇ παραδέδωκεν. ἰδὼν δὲ αὐτοὺς καὶ ἐν νεκροῖς τοῖς σώμασιν φοβεροὺς πάντων τε τὰς πληγὰς ἐμπροσθίους, τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν ἔφη πάσης ἂν κρατῆσαι τῆς γῆς, εἰ τοιούτοις αὐτῷ χρῆσθαι στρατιώταις ἐξεγένετο.

Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται καὶ Λουκανοὶ καὶ Βρούττιοι καὶ γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν Ῥώμην: πᾶν τε τὸ προστυχὸν ἤ πυρὸς ἦν ἔργον ἢ σιδήρου καὶ τὴν μὲν Καμπανίαν ἐξεπολιόρκησαν: ἧκον δὲ ἐπὶ τὴν Πραίνεστον τῆς πόλεως ὀκτωκαιδεκάτῳ σημείῳ ἀφεστῶσαν. φοβηθεὶς δὲ ὁ Πύρρος τὸν ὕπατον καὶ τὴν σὺν αὐτῷ στρατιὰν ὄπισθεν αὐτῷ κατακολουθήσασαν εἰς τὴν Καμπανίαν ὑπεχώρησεν: καὶ παραγίνονται πρὸς αὐτὸν πρέσβεις Ῥωμαίων ἐξωνήσασθαι βουλόμενοι

35
τοὺς αἰχμαλώτους. τούτους διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐποιήσατο εἶχέ τε ὡς ἔνι μάλιστα φιλοφρόνως, τὰ λύτρα τε ἀπωσάμενος προῖκα τοὺς αἰχμαλώτους ἀπέπεμψεν. ἕνα δὲ ἐκ τῶν πρέσβεων Φαβρίκιον οὕτως ἠγάσθη καὶ ἐθαύμασεν, ὥστε, ἐπειδὴ πενίᾳ συζῇν αὐτὸν ἔγνω, τοὺς θησαυροὺς ἐπιδείξας τὸ τέταρτον αὐτῷ προὔθηκεν αὐτῶν τε καὶ τῆς ἀρχῆς, εἰ τὴν πρὸς αὐτὸν ἕλοιτο συνουσίαν καὶ κατὰ τῶν πολιτῶν αὐτῷ προστεθείη. καταφρονηθείσης δὲ τῆς ὑποσχέσεως ηὐξήθη τῷ Πύρρῳ τὸ περὶ τὴν Ῥώμην τε καὶ τοὺς ἐξ αὐτῆς θαῦμα καὶ πρέσβεις ὁ νενικηκὼς πέμπει παρὰ τῶν ἡττημένων σπονδὰς ἐπαγγέλλειν ἴσας ἑκατέροις: τῆς δὲ πρεσβείας ἐξῆρχεν ἀνὴρ ἐπιφανὴς Κινέας. τῶν σπονδῶν δὲ μέρος ἦν καὶ τόδε: τῆς Ἰταλίας ὅσον ἤδη ἐδέδεκτο τὸν Πύρρον ἤ πολιορκηθὲν ἤ ἑκούσιον, τῆς αὐτοῦ δεσποτείας εἶναι.

Ταύτην οὐκ ἐδέξαντο τὴν συνθήκην οἱ Ῥωμαῖοι, ἀπεκρίναντο δὲ τοῖς πρέσβεσι σπονδὰς οὐδαμῶς ἔσεσθαι Πύρρῳ τε καὶ αὐτοῖς, εἰ μὴ πάσης τῆς Ἰταλίας ἐκχωρήσειε: μέγα τε μηδὲν ἡγεῖσθαι σφᾶς παρεσχηκέναι Πύρρον τὸ κατὰ τοὺς αἰχμαλώτους: τούτου δὲ εἶναι σημεῖον τὸ τοὺς ἀφεθέντας ἀτίμους εἶναι παῤ αὐτοῖς ὡς ἀναξίους τῆς Ῥωμαϊκῆς πολιτείας, δἰ ἄλλο μὲν οὐδέν, ὅτι δὲ πολεμοῦντες ληφθεῖεν. λύσιν τε αὐτοῖς οὐκ ἔσεσθαι τοῦ κακοῦ, πρὶν ἂν τῶν διεγνωσμένων ἀνδρῶν ἐκ τοῦ στρατεύματος τῶν πολεμίων λάφυρα κομίσοιεν. οὕτω μὲν οὖν ἐπανῆλθεν ἄπρακτος ἡ πρεσβεία. πυνθανομένῳ δὲ τῷ Πύρρῳ παρὰ τῶν πρέσβεων, οἵαν εὕροιεν τὴν πόλιν, φασὶ τὸν Κινέαν εἰπεῖν πατρίδα βασιλέων ἑωρακέναι: τοῦτο δηλοῦντα, ὡς οἱ τῆς πόλεως ἔνοικοι πάντες τοιοῦτοι τυγχάνουσιν, οἷος αὐτὸς ὁ Πύρρος κατὰ τὴν Ἤπειρον καὶ τὴν Ἑλλάδα πᾶσαν ὑπείληπται. ἐντεῦθεν ἐκστρατεύουσι πάλιν ἐπὶ τὸν Πύρρον ὑφ̓ ἡγεμόσιν ὑπάτοις Πουβλίῳ Σουλπικίῳ καὶ Δεκίῳ. καὶ γενομένης μάχης τιτρώσκεται Πύρρος καὶ τῶν ἐλεφάντων ἀναιρεῖται τὸ πλεῖστον πίπτουσί τε τῶν μετὰ Πύρρου χιλιάδες εἴκοσι, Ῥωμαίων δὲ πεντακισχίλιοι μόνοι. φεύγει τοίνυν ὁ Πύρρος ἐπὶ τὴν Τάραντα.

Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην Φαβρίκιος αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βασιλείας ἦν ὑπεσχημένος. στρατοπεδευσάμενοι δὲ ἐκ τοῦ πλησίον αὐτός τε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην: μιᾷ δὲ

37
τῶν νυκτῶν ἰατρός τις τῷ Πύρρῳ συνὼν προσφεύγει τῷ Φαβρικίῳ ὑπισχνούμενος φαρμάκῳ τὸν Πύρρον ἀναιρήσειν, εἴ τις αὐτῷ τοῦ ἔργου τούτου καρπὸς γένοιτο. τοῦτον ὁ Φαβρίκιος δέσμιον ἐκπέμπει τῷ Πύρρῳ σημάνας ὡς οὔκ ἐστι Ῥωμαίων δόλῳ τοὺς ἐχθροὺς ἀλλ̓ ὅπλοις ἀναιρεῖν. τότε τὸν Φαβρίκιον ὑπεραγασθεὶς ὁ Πύρρος, οὗτός ἐστιν, ἔφη, Φαβρίκιος ὃν οὔκ ἐστιν ἀφελκυσθῆναι τοῦ πρέποντος ὥσπερ οὐδὲ τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς. καὶ ταῦτα εἰπὼν ἐπὶ τὴν Σικελίαν ἀπεχώρησεν. Φαβρίκιος δὲ Λουκανούς τε καὶ Σαμνίτας ἑλὼν ὑπὲρ τῆς νίκης ἐθριάμβευσε. δέχονται δὲ τὴν ὑπατείαν Μάρκος Κούριος Δεντάτος καὶ Κορνήλιος Λέντουλος: εὐθὺς δὲ ἐπὶ τὸν Πύρρον ἐκστρατεύουσιν. ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην καὶ τὸ μὲν στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου, αὐτὸν δὲ ἡ Τάρας ὑπεδέξατο φεύγοντα καὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ Κούριος ἐγκρατής. ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριθμὸς εἵκοσι τρεῖς ἦσαν χιλιάδες. οὗτος ὁ πόλεμος ἔδωκε τῷ Κουρίῳ θρίαμβον. ἐπισημότατός τε οὗτος ἐγένετο τῶν πώποτε, τεσσάρων ἐλεφάντων τότε πρῶτον ἐν τῇ Ῥώμῃ φανέντων. τούτων οὕτω πραχθέντων καὶ τὴν Τάραντα ἀπολιπὼν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν: ἔνθα τὸ τέλος τοῦ βίου ἐδέξατο πεσὼν ἐν πολέμῳ.

Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανίνας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ τῆς Ῥώμης ἔτει. κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλεξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατέλαβον τὴν Ῥώμην αἰτούμενοι παῤ αὐτῶν εἰρήνην τε καὶ φιλίαν.

Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου Φαβίου Πίκτωρος Πικένται πόλεμον ἐκίνησαν. χρόνου δὲ διελθόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου Κλαυδίου κατεπολεμήθησαν, ὥστε καἰ θριάμβῳ γενέσθαι χώραν. τότε δὴ καὶ πόλεις παρὰ Ῥωμαίοις ᾠκοδομήθησαν Ἀρίμινός τε ἐν Γάλλοις καὶ Βενεβεντὸς ἐν Σαμνίῳ.

Μάρκου δὲ Ἀτιλίου Ῥηγούλου καὶ Λουκίου Ἰουνίου Λίβωνος ἐλθόντων ἐπὶ τὴν ἀρχήν, κατὰ Σαλεντίνων ἐδογματίσθη πόλεμος: ἡττήθησαν δὲ καὶ τῆς πόλεως ἐξέπεσαν

39
τῆς ἑαυτῶν καὶ μετὰ τούτων Βρουνδισηνοί. καθ̓ ὧν ἁπάντων οἱ νικήσαντες ἐθριάμβευσαν.

Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ τῆς πόλεως ἐπὶ πολὺ λοιπὸν ἦν καὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς Ῥώμης ὄνομα: οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος. τότε τοίνυν βουληθέντες τὸ τῶν πολιτῶν γνῶναι πλῆθος ἀπογραφὴν ἐποιήσαντο καὶ συνηριθμήθησαν ἀνδρῶν ἐννέα καὶ εἴκοσι μυριάδες καὶ δισχίλιοι διακόσιοι τριάκοντα τέσσαρες: καίτοι παρὰ πάντα τὸν ἔμπροσθεν χρόνον οὐδεμιᾶς γενομένης ἀνακωχῆς πολέμου. ἐν ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος κινεῖται πόλεμος, Ἀππίου Κλαυδίου καὶ Κύντου Φαβίου τὴν ὕπατον ἐχόντων ἀρχήν. γίνεται τοίνυν ἐν τῇ Σικελίᾳ συμπλοκή: καὶ νικήσας ὁ Κλαύδιος Ἄφρους τε καὶ τὸν βασιλέα Σικελίας Ἱέρωνα καθ̓ ἑκατέρων ἐθριάμβευσε.

Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρκος καὶ Ὠτακίλιος Κράσος ὕπατοι μεγάλα κατὰ τὴν Σικελίαν εἰργάσαντο. Ταυρομένιον γὰρ καὶ Κατάνην καὶ πεντήκοντα πρὸς ταύταις ἑτέρας πόλεις τῇ Ῥωμαϊκῇ συνῆψαν ἀρχῇ. τρίτῳ δὲ ἔτει τοῦ πρὸς Ἄφρους πολέμου παρασκευῆς ἐπὶ τὸν βασιλέα γενομένης Ἱέρωνα φθάνει τὴν μάχην Ἱέρων καὶ μετὰ τῆς συγκλήτου τῆς ἐκ Συρακουσίων αἰτεῖ παρὰ τῶν Ῥωμαίων εἰρήνην ἐπὶ διακοσίοις ἀργυρίου ταλάντοις καὶ λαμβάνει. τρέπεται τοίνυν ἡ παρασκευὴ ἐπὶ τοὺς Ἄφρους καὶ ἡττῶνται: καὶ θριαμβεύει κατ̓ αὐτῶν ὁ νενικηκώς.

Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου Δουελλίου καὶ Γνέου Κορνηλίου Ἀσιανοῦ κατεστηκότων ὑπάτων ἐναυμάχησαν Ῥωμαῖοι τοῦτο πρῶτον ἐν θαλάττῃ πολεμοῦντες: ναυσί τε ἐχρῶντο μακραῖς, ἃς αὐτοὶ μὲν ἐκάλουν ῥωστράτας ἀπὸ τοῦ τὰς πρώρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη: λιβύρνα δὲ ἡ συνήθεια προσαγορεύει. κατὰ ταύτην δὲ τὴν ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος: κρατῶν γὰρ τοῖς ὅπλοις δόλῳ τῶν Ἄφρων ὡσανεὶ σπονδὰς αἰτούντων τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφθη τε καὶ δεθεὶς ἀπήχθη. Δουέλλιος δὲ ἐπεξελθὼν τῇ μάχῃ νικᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαν τε καὶ τριάκοντα ναῦς αἱρεῖ, δέκα καὶ τέσσαρας ἑτέρας καταποντίσας: ἑπτὰ δὲ χιλιάδας αἰχμαλώτων ὑφ̓ ἑαυτὸν κατεστήσατο, τρεῖς δὲ διέφθειρε χιλιάδας σιδήρῳ τε καὶ τοῖς ὕδασιν νίκην τε κατεπράξαντο Ῥωμαῖοι, ἧς ἄλλην οὐχ ἡγήσαντο λαμπροτέραν οὐδ̓ αὖ χαριεστέραν, ἐπειδήπερ ὡμολογημένου τοῦ κατὰ γῆν κράτους κρείττους καὶ κατὰ θάλατταν ὤφθησαν, ἐν ᾗ πλεονεκτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο. Γαΐου δὲ Ἀκυλίου Φλώρου καὶ Λουκίου

41
Σκηπίωνος διαδεξαμένων τὴν ὑπατείαν Κορσίκη καὶ Σαρδὼ πάντα τρόπον πολιορκηθεῖσαι πολύ τε ἀποβαλοῦσαι πλῆθος ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς ὑπάτοις γενομένων ἀφορμὴ θριάμβου τοῖς νενικηκόσιν ἐγένοντο.