Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Τῆς Ῥωμαϊκῆς βασιλείας ἐν προοιμίοις οὐδὲν ἐγένετο μεῖόν τε καὶ ταπεινότερον: τῇ δὲ κατὰ μικρὸν αὐξήσει καὶ ταῖς ἀεὶ προσθήκαις κατὰ τὴν οἰκουμένην ἅπασαν οὐδὲν οὔτε μεῖζον οὔτε δυνατώτερον ἡ μνήμη τῶν ἀνθρώπων φέρει: ταύτης τὴν πρώτην κρηπῖδα κατεβάλετο Ῥωμύλος: ὃς ἐκ Ῥέας Σιλβίας, οὕτω καλουμένης Ἑστιακῆς παρθένου, τῷ Ἄρει συνελθούσης, ὡς ὁ πολὺς κατεῖχε λόγος, ἐκ διδύμου γονῆς σὺν ἀδελφῷ Ῥέμῳ προῆλθεν εἰς φῶς: οὗτος ὀκτωκαίδεκα γεγονὼς ἔτη βίον τε ἔχων τοῖς ποιμέσι συλλῃστεύειν ἐλάχιστόν τι πολίχνιον ἐπὶ τοῦ ὅρους τοῦ Παλλαντίου κατεστήσατο πρώτῃ τοῦ Μαΐου μηνὸς ἔτει τρίτῳ τῆς ἕκτης ʽ??ʼλυμπιάδος: τῆς δὲ Ἰλίου καταστροφῆς κατὰ τοὺς τὸ πλεῖστόν τε καὶ ἐλάχιστον παραδεδωκότας ἔτει τετάρτῳ καὶ ἐννενηκοστῷ καὶ τριακοσιοστῷ.

Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἑαυτοῦ Ῥώμην, πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν περιοίκων εἰσεδέξατο, ἔπειτα δὲ τοὺς προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος τούτους ἐπέστησε τοῖς λοιποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν Ἰταλῶν φωνήν: ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας: σύγκλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ συνέδριον, ἐκ τοῦ πρότερον μὲν τοὺς βασιλεύοντας μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖν τε αὐτοὺς ἐπὶ τὰς βουλὰς

11
καὶ τῶν ψήφων ποιεῖσθαι κυρίους. ἀλλ̓ ἐπειδὴ τὸ πλῆθος αὐξηθὲν ἤδη συνοίκων ἐστέρητο γυναικῶν καὶ φόβος ʽ??ʼν ἐπιλιπεῖν τοὺς ἄνδρας, τέχνῃ δέδωκε διαδοχὴν τῷ γένει. παρακαλέσας γὰρ ὡς ἐπί τινα θέαν τὰ γειτινιῶντα τῶν ἐθνῶν ἁρπαγὴν γενέσθαι παρεσκεύασε τῶν παρθένων, ἃς οἱ προκληθέντες ἐπὶ τὴν τέρψιν ἐπηγάγοντο. καὶ τὰς μὲν ἔσχον γαμητὰς ἁρπάσαντες: πόλεμον δὲ τὸ ἔργον ἐκίνησεν, οὗ συστάντος ἡττῶνται Καινιναῖοι καὶ Ἀντεμνάται, Κρουστουμῖνοι, Σαβῖνοι, Φιδηνάται, Βέειοι. συνοικίαι δὲ ἦσαν αὗται, καὶ κατ̓ οἰκείαν ἀρχὴν ἑκάστη: καὶ μετὰ ταῦτα ἐπολίσθησαν: καὶ ταύταις ἔτι καὶ νῦν ἡ Ῥώμη ταῖς πόλεσι περιστεφανοῦται. τούτων οὕτω πραχθέντων, χειμὼν ἐξαίφνης ἐπελθὼν ἀφανῆ τὸν Ῥωμύλον ἐποίησεν. ἐξ ἐκείνου δὲ εἰς τόδε πεπίστευται πρὸς θεοὺς ἀνειλῆφθαι. καθιερώθη οὗν παρὰ τῶν ἀρχομένων ἔτη βασιλεύσας αὐτῶν ἑπτὰ καὶ τριάκοντα. καὶ τέως μὲν τὴν πόλιν διεῖπον καὶ τὴν βασιλείαν ἐπετρόπευον οἱ καλούμενοι σενάτωρες, ἐπὶ ἐνιαυτὸν ὅλον ἐξ ἀμοιβῆς δἰ ἡμερῶν πέντε τῆς ἐπιτροπείας ἀπ̓ ἄλλων εἰς ἄλλους μεθισταμένης.

Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνεκλήθη βασιλεύς. οὗτος πολέμου μὲν ἀπέχετο παντός, τῇ Ῥώμῃ δὲ οὐχ ἧττον ἢ Ῥωμύλος ἐγένετο χρήσιμος. νόμους τε γὰρ αὐτοῖς ἔθηκεν ἔθη τε παρέδωκεν, ἀφ̓ ὧν λῃσταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο. ἱερὰ δὲ αὐτοῖς ἐτέλεσε ναούς τε κατεσκεύασεν. οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῷ καὶ τρίτῳ τῆς βασιλείας ἔτει νοσήσας ἐτελεύτησεν.

Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. ὑπὸ τούτῳ πάλιν ἡ περὶ τοὺς πολέμους ἐπανῆλθε σπουδή. νικῶνται γοῦν Ἀλβανοὶ μάχῃ, τῆς Ῥώμης δυοκαίδεκα διεστῶτες σημείοις ʽμίλια καλοῦσιν αὐτὰ Ῥωμαῖοι: τὰ χίλια γὰρ βήματα οὕτως ὀνομάζουσι, τοσούτοις βήμασι συμμετρούμενοι τὸ σημεῖον̓, εἶτ̓ ἐφεξῆς ἡττῶνται Βἕ??ʼιοι καὶ οἱ ἀπὸ Φιδήνης, οἱ μὲν ἓξ χωριζόμενοι σημείοις; οἱ δὲ ὀκτωκαίδεκα.

13
μετὰ ταύτας δὲ τὰς νίκας καὶ τὴν πόλιν ηὔξησε τὸν Κέλλοιν αὐτῇ προσθεὶς λόφον. ἐπὶ τούτοις τοῖς ἔργοις τριάκοντα καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς κεραυνοῦ πεσόντος συγκατεφλέχθη τῇ βασιλικῇ στέγῃ.

Τέταρτος παρῆλθεν ἐπὶ τὴν ἀρχὴν Ἄγκος Μάρκιος, ἔκγονος ἀπὸ θυγατρὸς τοῦ Νουμᾶ Πομπιλίου. οὗτος ἤρατο πόλεμον πρὸς Λατίνους καὶ τῇ πόλει συνῆψε τὴν Ἀβάντινον λόφον Ἰανίκουλόν τε: πολίχνην ἐδείματο ἐπὶ θαλάσσης πρὸς ταῖς τοῦ θύμβριδος ἐκβολαῖς, αἳ τῆς Ῥώμης ἓξ καὶ δέκα διεστήκασι σημείοις. τετάρτῳ τε καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει νόσῳ διεφθάρη.

Διεδέξατο δὲ τὴν βασιλείαν Ταρκύνιος ὁ Πρίσκος ὀνομαζόμενος: οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῷ τῶν σωμάτων ἀριθμῷ καὶ τῇ πόλει δὲ τὸν ἱππόδρομον ᾠκοδόμησε: θεάτρων τε ἐνεστήσατο τέρψιν Ῥωμάνην καλέσας τὴν θέαν: ἥτις ἐξ ἐκείνου καὶ εἰς τόδε τελεῖται τὴν αὐτὴν ἔχουσα προσηγορίαν. ἔτι δὲ Σαβίνους εἷλε μάχῃ, καὶ πολλῆς αὐτοὺς ἀφελόμενος γῆς προσεκύρωσε τῇ Ῥώμῃ. πρῶτος δὲ θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε. τείχη τε ἐδείματο καὶ τὰς ὑδρορόας ἤγουν ἀμάρας: καὶ τῆς τοῦ Καπιτωλίου κατασκευῆς ἤρξατο. ὀκτώ τε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυτοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνῃρέθη, παῤ οὗ τὴν βασιλείαν αὐτὸς ἀνεδέξατο.

Ἕκτος ὑποδέχεται τὴν ἀρχὴν Σερούιος Τούλλιος, ἐξ ἐπισήμου γεγονὼς μητρός: ἣ καὶ αἰχμαλωσίας καὶ δουλείας περιέπεσε τύχῃ. οὗτος ὑπηγάγετο Σαβίνους καὶ τρισὶ λόφοις ηὔξησε τὴν πόλιν, τῷ Κυριναλίῳ καὶ τῷ Βιμιναλίῳ καὶ τῷ Ἐσκυλίνῳ: τάφρους τε ὤρυξε πρὸ τοῦ τείχους κύκλῳ: καὶ ταῖς ἀπογραφαῖς τῶν σωμάτων ἔδωκεν ἀρχὴν οὔπω παῤ οὐδενὶ τῶν ἐθνῶν ἐγνωσμέναις. ἀπογραφέντες οὗν οἱ τὴν Ῥώμην οἰκοῦντες ὑπ̓ αὐτῷ συνήχθησαν εἰς ἀριθμὸν ὀγδοήκοντα τριῶν χιλιάδων, μετὰ τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων. τελευτὴν μέντοι τοῦ βίου ἐδέξατο παρὰ τοῦ γαμβροῦ Ταρκυνίου Σουπέρβου: δηλοῖ δὲ τοῦτο ἐπώνυμον ὑπερήφανον: παῖς δὲ ἦν οὗτος Ταρκυνίου τοῦ Πρίσκου, παῤ οὗ τὴν βασιλείαν ὁ σφαγεὶς οὗτος ἐδέξατο.

15

Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος ὁ Σούπερβος Ταρκύνιος, ἕβδομός τε ὣν τῶν βασιλέων καὶ ὕστατος: καὶ νικᾷ μὲν Βολούσκους, ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω τῆς Ῥώμης: αἱρεῖ δὲ ἐπὶ τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομητίαν πόλεις: ἔθετό τε μετὰ Τούσκων σπονδάς: ναόν τε ᾠκοδόμησε ἐν τῷ καλουμένῳ Καπιτωλίῳ. μετὰ ταῦτα πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημείοις πόρρω τῆς Ῥώμης, τὴν ἀρχὴν ἀπέλαβεν. ὁ γὰρ ὁμώνυμος αὐτοῦ παῖς ἐπιφανῆ γυναῖκα Λουκρητίαν, ἧς πολὺς ἦν ἐπὶ σωφροσύνῃ λόγος, Ταρκυνίῳ Κολλατίνῳ συνοικοῦσαν ἐβιάσατο. τοῦτο ἐξήγγειλεν ἡ Λουκρητία τῷ τε ἀνδρὶ καὶ τῷ πατρί: καὶ μηνύσασα τὸ πάθος ἐν ὀφθαλμοῖς αὐτῶν ἑαυτὴν διεχρήσατο. ἐνταῦθα δὲ Βροῦτος, γένει προσήκων τῷ Ταρκυνίῳ, τὸν δῆμον ἀθροίσας ἀφαιρεῖται τῆς βασιλείας τὸν Ταρκύνιον, πλείω ποιησάμενος τοῦ κοινοῦ λόγον ἢ τοῦ γένους. τούτῳ δὲ καὶ τοῦ δήμου τῷ δόγματι ἡ στρατιὰ συνηκολούθησε, μεθ̓ ἧς ἐπολιόρκει τὴν Ἄρδεαν: τετάρτῳ τε καὶ εἰκοστῷ ἔτει βασιλείας μετὰ τῆς γαμετῆς καὶ τῶν παίδων φυγὴν ἑαυτοῦ κατεψηφίσατο. οὕτως ὑπὸ βασιλεῦσιν ἑπτὰ τοῖς ὅλοις ἔτεσι διακοσίοις τεσσαράκοντα καὶ τρισὶ τὰ τῆς Ῥώμης διῳκήθη πράγματα. μικρὰ δὲ ἧν ἔτι τὰ τῆς δυνάμεως αὐτῆς, τῶν ὁρίων αὐτῆς οὐδαμόθεν ὑπὲρ πεντεκαίδεκα σημείων ἐκτεινομένων.

17

Ἐντεῦθεν τὸ μετὰ τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν τῶν ὑπάτων ἀρχήν. δύο δὲ ἦσαν οὗτοι καὶ ἐτήσιοι: ὥστε κἂν ἕτερον φαῦλον συμβαίη εἷναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον, τῷ δὲ χρόνῳ περατουμένην μετριωτέραν εἶναι τὴν δυναστείαν. ἀνάγκη γὰρ ἦν ἀρίστους εἶναι δημαγωγοὺς εἰδότας ὡς κατὰ τὸν χρόνον ἔσονται τῶν ἀρχομένων. γίνονται τοίνυν ὕπατοι τῷ πρώτῳ ἔτει μετὰ τοὺς βασιλεῖς Λούκιος Ἰούνιος Βροῦτος ὁ τῆς Ταρκυνίου μάλιστα καθαιρέσεως αἰτιώτατος καὶ Ταρκύνιος Κολλατῖνος ὁ τῆς Λουκρητίας ἀνήρ, ἧς ὑβρισθείσης ἐπράχθη τὰ περὶ Ταρκύνιον: ἀλλ̓ ὁ Κολλατῖνος εὐθὺς τῆς ἐξουσίας ἀφῃρέθη: ʽἔδοξε γὰρ μηδένα ἐπὶ τῆς Ῥώμης εἶναι Ταρκύνιον ὀνομαζόμενον̓ καὶ τῆς οὐσίας προσαφαιρεθεὶς ἀπεώσθη τῆς πόλεως. ἀντικατέστη δὲ αὐτῷ Λούκιος Οὐαλέριος Πουβλικόλας.

Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν ὁ τῆς βασιλείας ἀφαιρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῇ Ῥώμῃ πόλεμον. καὶ συναγείρας ἔθνη πολλὰ δἰ ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν βασιλείαν. ὡς δὲ τὸ πρῶτον συνέμιξαν, ὁ μὲν βροῦτος καὶ ὁ Ταρκυνίου παῖς ἀλλήλους ἀνεῖλον: οἱ δὲ λοιποὶ Ῥωμαῖοι ταύτῃ τῇ μάχῃ νικήσαντες ἀνεχώρησαν ἐπ̓ οἴκου. αἱ τοίνυν γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης ὑπέρμαχόν τε καὶ προστάτην ἐνιαυσιαίῳ πένθει καθάπερ πατέρα κοινὸν ἐτίμησαν. Πουβλικόλας δὲ Σπούριον Λουκρήτιον Τρικιπιτῖνον κοινωνὸν ἑαυτῷ καὶ συνύπατον ἐχειροτόνησε, τὸν πατέρα τῆς Λουκρητίας. τούτου δὲ ὑπεξελθόντος νόσῳ τὸν βίον αὖθις Ὁράτιον Πούλβίλλον συνῆψεν ἑαυτῷ πρὸς τὴν ὕπατον ἀρχήν. ὁ γὰρ δὴ λειπόμενος ἀεὶ κύριος ἦν τῆς τοῦ κοινωνοῦ χειροτονίας. οὕτω δὴ συνέβη τὸν πρῶτον τῶν ὑπάτων ἐνιαυτὸν πέντε σχεῖν ὑπάτους Ταρκυνίου μὲν Κολλατίνου διὰ τὴν προσηγορίαν ἀπωσθέντος, Βρούτου δὲ πεσόντος ἐν τῇ μάχῃ, Λουκρητίου δὲ τὴν ἐκ τῆς ἀρρωστίας τελευτὴν ὑπομείναντος.

Τῷ δευτέρῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὖθις ἐκίνησεν ὅπλα κατὰ τῆς Ῥώμης ὑπὲρ τῆς βασιλείας πρὸς συμμαχίαν ἐπικαλεσάμενος τὸν Πορσήναν: οὗτος δὲ ἦν Τούσκων βασιλεύς: καὶ μικροῦ μὲν τῆς Ῥώμης κατεκράτησεν: ἡττηθεὶς δὲ ὅμως

19
ἀπῆλθε: καὶ τρίτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ ὡς εἶδεν αὐτῷ τὰ περὶ τῆς βασιλείας οὐ χωροῦντα κατὰ νοῦν, ἤδη γὰρ καὶ Πορσήνας σπονδὰς ἐπεποίητο πρὸς Ῥωμαίους, ἐν Τουσκόλῳ πολιχνίῳ τῆς Ῥώμης οὐ πόρρω καῒαπλαγεὶς τὸν Μούκιον ἐπιβάλλοντα τῇ φλογὶ τὴν δεξιὰς εἰκόνα τε γενόμενον ἀνδρείας τε καὶ καρτερίας τῶν Ῥωμαίων, μεταστὰς σὺν τῇ γαμετῇ καὶ τοῖς φιλτάτοις τεσσαρεσκαίδεκα διετέλεσεν ἐνιαυτοὺς ἐκεῖ τε κατεγήρασε. τετάρτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Σαβῖνοι Ῥωμαίοις ἐπήγαγον πόλεμον. ἡττηθέντων δὲ αὐτῶν πανστρατὶ οἱ Ῥωμαῖοι τὴν νίκην ἐθριάμβευσαν. ἔτει πέμπτῳ Οὐαλέριος, ὁ Βρούτου συνύπατος, τετάρτην ἤδη πεπληρωκὼς ὑπατείαν τὸ κοινὸν ὑπέμεινε τέλος ἐν τοσαύτῃ πενίᾳ καὶ ἀπορίᾳ τῶν ἀναγκαίων, ὥστε ἐκ συνεισφορᾶς τοῦ δήμου τὴν ταφὴν αὐτοῦ γενέσθαι. καὶ τοῦτον δὲ αἱ γυναῖκες ὥσπερ τὸν Βροῦτον κατὰ τὸν ἴσον χρόνον ἐπένθησαν.

Ἐνάτῳ μετὰ τοὺς βασιλέας ἔτει ὁ τοῦ βασιλεύσαντος Ταρκυνίου Σουπέρβου γαμβρὸς τιμωρῆσαι τῷ κηδεστῇ βουληθεὶς παμμεγέθη στρατιὰν συνέλεξε. τότε τοίνυν προσεπενοήθη τε καὶ ᾑρέθη κατὰ τὴν Ῥώμην ἀρχή: δικτατούραν αὐτὴν ἐκάλουν ἐπιχωρίως: σημαίνει δὲ ἀναγόρευσιν ἡ φωνή φωνή ἤ διὰ τὸ λέγειν μετὰ τὸν δῆμον, οὐ ψηφηφορεῖν δὲ ὡς ἐπὶ τῶν ὑπάτων, τῷ ῥήματι δὲ ἀκολουθεῖν τὴν ἐξουσίαν. αὕτη δὲ δυνατωτέρα μὲν τῆς μεγίστης ὑπατείας ἦν, ἓξ μησὶ δὲ παρετείνετο μόνον. τοσοῦτον γὰρ ἔδοξεν αὐτὴν συστεῖλαι κατὰ τὸν χρόνον, ὅσον ὑπερέβαινε τῷ μεγέθει. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ἄρχων ἱππέων ἀνεδείχθη: ἀκολουθεῖ δὲ καὶ αὐτὸς τῷ δικτάτωρι καθάπερ τις ἀξιόχρεως ὑπουργός. συνελόντι δὲ εἰπεῖν, οὐδεμία τῶν ἐπὶ τῆς Ῥώμης ἀρχῶν ὡς ἡ δικτατούρα τῇ νῦν βασιλείᾳ προσεῴκει. μετὰ ταύτης γοῦν, μᾶλλον δὲ ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ καὶ Αὔγουστος Ὀκταβιανὸς ʽπερὶ οὖ μικρὸν ὕστερον ἐροῦμεν̓ καὶ πρὸ ἐκείνου Γάϊος Καῖσαρ, κατὰ μικρὸν τὴν μὲν πολιτείαν καταλύοντες ἁρπάζοντες δὲ τὴν βασιλείαν διέλαθον. πρῶτος οὖν ἐγένετο δικτάτωρ Λάρκιος: μάγιστρος δὲ τῶν ἱππέων πρῶτος Σπούριος Κάσιος.

Ἕκτῳ δὲ καὶ δεκάτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ στάσις ἐπέπεσε τῷ δήμῳ τῶν

21
Ῥωμαίων ἀγανακτοῦντι, καὶ δεινὰ πάσχειν ὑπὸ τε τῆς συγκλήτου καὶ τῶν ὑπάτων αἰτιωμένῳ καὶ οὐ πρότερον ἐπέσχεν οὗτος ὁ θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῷ κατέστησεν ἄρχοντας οἰκείους καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους ἐκάλεσε, τριβούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. ἐπίστευσε δὲ ὁ δῆμος διὰ τούτων ἀσφάλειαν αὐτῷ πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐξουσίαν ὑπάρξειν.

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Βουλοῦσκοι τὸν πόλεμον ἀνενεώσαντο καὶ συμμίξαντες ἡττήθησαν καὶ τὴν μεγίστην ἑαυτῶν πόλιν Κουριόλους ἀπώλεσαν τῶν νικησάντων γενομένην.

Ὀκτωκαιδεκάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος ὁ τοῦ πολέμου τοῦ κατὰ Βουλούσκων στρατηγός, ὁ καὶ τὴν πόλιν αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν Ῥώμην προσεχώρησε τοῖς Βουλούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθών καὶ πολὺ συνήγαγε συμμαχικὸν καὶ πολλάκις ἐνίκησε πολέμῳ τοὺς οἰκείους. καὶ πλησίον αὐτῆς ἐγένετο τῆς πόλεως ἀπὸ πέντε σημείων ὡς αὐτίκα πολιορκήσων: πρεσβευσαμένων δὲ τῶν Ῥωμαίων οὐ πρότερον ἔφη τῆς ὀργῆς λήξειν ἤ τὴν αὐτοῦ μητέρα Βετουρίαν καὶ τὴν γαμετὴν Βουλομνίαν πρὸς αὐτὸν ἐλθεῖν. γίνεται δὴ τοῦτο: καὶ τοῖς ὀδυρμοῖς τῶν γυναικῶν ἐπικλασθεὶς ἀπεκίνησε τὸν στρατόν. καὶ δεύτερος οὗτος μετὰ τὸν βασιλέα Ταρκύνιον ὅπλα κατὰ τῆς πατρίδος ἐκίνησεν.

Φαβίου δὲ καὶ Βεργινίου τὴν ὑπατείαν ἐχόντων τριακόσιοι τῆς Ῥώμης ἄνδρες ἐπιφανεῖς ἐκ τῆς Φαβίου καταγόμενοι συγγενείας αὐτοὶ καθ̓ἑαυτοὺς κατὰ τῶν Βεειέντων ἐξεστράτευσαν, ὑποσχόμενοι καὶ τῷ δήμῳ καὶ τῇ συγκλήτῳ τὸν πάντα καθορθώσειν πόλεμον. οὗτοι δὲ πάντες, ἀξιόχρεως ἕκαστος μεγάλης ἡγεμὼν εἶναι στρατιᾶς, πανωλεθρίᾳ διεφθάρησαν. ἐκ τοσούτου δὲ τοῦ Φαβίου γένους εἷς ὑπελείφθη μόνος, ὃς οὐχ οἷός τε ἐγένετο διὰ τὴν νεότητα παραγενέσθαι τῇ μάχῃ. μετὰ ταῦτα γίνεται τῶν σωμάτων πάλιν ἀπογραφὴ κατὰ τὴν πόλιν, καὶ συνηριθμήθη πλῆθος ἀνδρῶν ἑκατὸν δέκα καὶ ἑπτὰ χιλιάδες καὶ τριακόσιοι καὶ δέκα καὶ ἐννέα.

Τῷ δὲ ἑξῆς ἐνιαυτῷ κατὰ τὸ Ἄλγιδον ὄρος δωδεκάτῳ τῆς πόλεως σημείῳ ἐνεδρευθεὶς ὁ Ῥωμαϊκὸς στρατὸς συνεκλείσθη. χειροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος Κικιννάτος: ἐν γὰρ ταῖς μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. ἀγρὸν δὲ ἔχων ὁ Κικιννάτος καὶ τοῦτον αὐτῷ σώματι γεωργῶν ἐφεστηκώς τε ἀρότρῳ παρέλαβε τὴν ἐξουσίαν: καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας μεταβαλὼν ἐνέδυ τὸ σχῆμα, τραβέαν τόγαν αὐτὴν ὀνομάζουσιν, ἐκ τῆς ὁπλίσεως τῆς Ῥωμύλου μετενεχθεῖσαν εἰς φάρος. καὶ τοὺς πολεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν.

23

Τριακοσιοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνιαυτῷ τὸ τῶν ὑπάτων των μετεβάλετο εἰς ἑτέραν ἀρχὴν. ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς πᾶσα τῆς πόλεως ἐπετράπη διοίκησις. ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. ὀρθῶς δὲ διαγενόμενοι κατὰ τό πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἷς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημένος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν: ἀλλ̓ ὁ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. τοῦτο συνεκίνησε τὸν στρατόν, καὶ τοὺς δέκα τιμωρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.

Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Φιδηνάται πρὸς τὴν Ῥώμην ἤραντο πόλεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῷ τούτων βασιλεῖ Τουλουμνίῳ. Βέειοι δὲ καὶ Φιδηνάται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, τῆς Ῥώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνάται μὲν ἓξ κεχωρισμένοι σημείοις: Βέειοι δὲ ὀκτωκαίδεκα. συνεπῆλθον δὲ καὶ Βολούσκοι. τότε τοίνυν Μάμερκος Αἰμίλιος δικτάτωρ χειροτονηθεὶς καὶ λαβὼν ἄρχοντα τῶν ἱππέων Λούκιον Κυΐντιον Κικιννάτον τόν τε πόλεμον ἔλυσε καὶ τὸν βασιλέα Τολούμνιον ἀνεῖλε: Φιδῆναί τε ἡ πόλις ἑάλω καὶ κατεσκάφη.

Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον καὶ χειροτονεῖται κατ̓ αὐτῶν δικτάτωρ Φούριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε. μετὰ ταῦτα δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς Ἰταλίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πόλιν οὐχ ἥττω τῆς προτέρας. ἀλλ̓ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ τῆς εὐημερίας, αἰτίαν τ̓ ἔσχεν, ὡς οὐ προσηκόντως διέλοι τῇ στρατιᾷ τὰ τοῦ πολέμου λάφυρα; κατεκρίθη τε καὶ ἀπεώσθη τῆς Ῥώμης. κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν Ῥώμην καὶ γενομένης μάχης ἑνδεκάτῳ τῆς πόλεως σημείῳ παρὰ τὸν Ἄλλιον ποταμὸν ἐπεσῆλθον φεύγουσι τοῖς Ῥωμαίοις, οὐδενὸς ἀντάραντος, μέχρι τῆς πόλεως αὐτῆς: καταφεύγοντες δὲ. εἰς τὸ Καπετώλιον ἐκεῖ συνέσωζον ἑαυτούς. λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτούς, ἐφίσταται κάμνουσιν ὁ Φούριος Κάμιλλος ἐκτὸς τῆς πόλεως ἐκ τῆς

25
εἰρημένης κρίσεως διάγων. καὶ νικᾷ μὲν αὐτοὺς τῇ πρώτῃ συμπλοκῇ. ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεος, ὠνήσαντο Ῥωμαῖοι τὴν ἀναχώρησιν αὐτῶν χρυσίῳ. τοῦτο οὐκ ἤνεγκε μετρίως ὁ Κάμιλλος: παραχρῆμα δὲ ἐπεξελθὼν τῇ τῶν Γάλλων στρατιᾷ αὐτήν τε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον καὶ τὰ σημεῖα τὰ στρατιωτικά, ἅπερ ἦσαν ἐν τῇ προτέρᾳ μάχῃ παρὰ τῶν Ῥωμαίων ἀφῃρημένοι ʽσίγνα καλοῦσιν αὐτὰ Ῥωμαῖοἰ, πάντα ἀναλαβὼν τρίτον ἐν τῇ πατρίδι θρίαμβον ἐθριάμβευσεν ἐπεκλήθη τε δεύτερος Ῥωμύλος ὡς οἰκιστὴς καὶ αὐτὸς τῆς Ῥώμης γεγενημένος.