GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:9.14.1-9.14.4 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:9.14.1-9.14.4

Κωνσταντῖνος δὲ περικαθημένης τῆς Ὁνωρίου στρατιᾶς, ἔτι πρὸς τὴν πολιορκίαν ἀντεῖχεν, ἀγγελθέντος Ἐδοβίχου μετὰ πλείστης συμμαχίας ἥξειν. Τοῦτο δὲ καὶ τοὺς Ὁνωρίου στρατηγοὺς οὐ μετρίως ἐφόβει: βουλευσαμένων τε αὐτῶν ἀναστρέφειν εἰς Ἰταλίαν, κἀκεῖ πειραθῆναι τοῦ πολέμου, καὶ ἐπειδὴ τοῦτο συνεδόκει, πλησίον ἀγγελθέντος Ἐδοβίχου,

περῶσι Ῥοδανὸν τὸν ποταμόν. Καὶ Κωνστάντιος μὲν ἔχων τοὺς πεζοὺς, ἐπιόντας περιμένει τοὺς πολεμίους: Οὐλφίλας δὲ ὁ Κωνσταντίου συστρατηγὸς, οὐ πόρρωθεν ἀποκρυβεὶς μετὰ τῶν ἱππέων ἐλάνθανεν. Ἐπεὶ δὲ παραμείψαντες οἱ πολέμιοι τοῦ Οὐλφίλα τῇ στρατιᾷ, ἔμελλον εἰς χεῖρας ἰέναι τῶν ἀμφὶ τὸν Κωνστάντιον, σημείου δοθέντος, ἐξαπίνης ἀναφανεὶς Οὐλφίλας, κατὰ νώτου τῶν πολεμίων ἤλαυνεν: αὐτίκα τε τροπῆς γενομένης, οἱ μὲν φεύγουσιν, οἱ δ̓ ἀναιροῦνται, οἱ δὲ πλείους τὰ ὅπλα ἀποθέμενοι συγγνώμην ᾔτησαν, καὶ φειδοῦς ἠξιώθησαν.

Ἐδόβιχος δὲ ἵππου ἐπιβὰς, ἔφυγεν εἰς ἀγρόν τινα πρὸς Ἐκδίκιον τὸν κεκτημένον, πλεῖστα παῤ αὐτοῦ Ἐδοβίχου πρότερον εὐηργετημένον, καὶ φίλον νομιζόμενον. Ὁ δὲ, τὴν αὐτοῦ κεφαλὴν ἀποτεμὼν, προσφέρει τοῖς Ὁνωρίου στρατηγοῖς, ἐπ̓ ἐλπίδι μεγάλων δώρων καὶ τιμῆς.

Κωνστάντιος δὲ, τὴν μὲν κεφαλὴν δεχθῆναι προσέταξε, χάριν ἔχειν Ἐκδικίῳ τὸ δημόσιον εἰπὼν τῆς Οὐλφίλα πράξεως: συνεῖναι δὲ σπουδάζοντα αὐτὸν, ἀναχωρεῖν ἐκέλευσεν, οὐκ ἀγαθὴν ἡγησάμενος κακοῦ ξενοδόχου τὴν συνουσίαν ἔσεσθαι αὐτῷ ἢ τῇ στρατιᾷ. Καὶ ὁ μὲν, φίλου ἀνδρὸς καὶ ξένου ἐν δυσπραγίᾳ διακειμένου ἀνοσιώτατον φόνον τολμήσας, κατὰ κενῆς, τοῦτο δὴ τοῦ λόγου, χανὼν ἀπῆλθε.