GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:8.4.1-8.4.20 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:8.4.1-8.4.20

Ἐν τούτῳ δὲ Γαϊνᾶς ἀνὴρ βάρβαρος, αὐτομολήσας Ῥωμαίοις, ἐξ εὐτελοῦς στρατιώτου παραλόγως εἰς τὴν τῶν στρατηγῶν παρελθὼν τάξιν, ἐπεχείρησε τὴν Ῥωμαίων ἀρχὴν ὑφ̓ ἑαυτὸν ποιεῖν. Ταῦτα δὲ βουλευόμενος, τοὺς ὁμοφύλους αὐτοῦ Γότθους ἐκ τῶν ἰδίων νόμων εἰς Ῥωμαίους μετεπέμψατο, καὶ τοὺς ἐπιτηδείους συνταγματάρχας καὶ χιλιάρχους κατέστησε.

Τιρβιγγίλου δὲ νεωτερίσαντος, ὃς αὐτῷ γένει προσήκων πολυανθρώπου τάγματος ἡγεῖτο τῶν ἐν Φρυγίᾳ στρατιωτῶν, τοῖς μὲν εὖ φρονοῦσι δῆλος ἦν ταῦτα κατασκευάσας: ἀγανακτεῖν δὲ προσποιούμενος πορθουμένων τῶν τῇδε πόλεων, ἐπετράπη ταύταις βοηθεῖν.

Ἐπεὶ δὲ εἰς τὴν Φρυγίαν ἀφίκετο, πλῆθος ἔχων βαρβάρων ὡς εἰς πόλεμον ἀφιγμένος, εἰς τὸ φανερὸν ἐξῆγε τὴν γνώμην, ἣν πρότερον ἔκρυπτε: καὶ πόλεις ἃς ἐτάχθη φυλάττειν, ἐδῄου: ταῖς δὲ ἐπιθήσεσθαι ἔμελλε: παραγενόμενος δὲ εἰς Βιθυνίαν, ἐν τοῖς Χαλκηδόνος ὅροις ἐστρατοπεδεύετο,

καὶ πόλεμον ἠπείλει. Ἐν κινδύνῳ δὲ τῶν πραγμάτων ὄντων, καὶ μάλιστα τῶν ἐν Ἀσίᾳ καὶ ἕῳ πόλεων, ὅσαι τε μεταξὺ τούτων καὶ περὶ τὸν Εὔξεινον πόντον οἰκοῦνται, λογισάμενος ὁ βασιλεὺς σὺν τοῖς ἀμφ̓ αὐτὸν ὡς οὐκ ἀσφαλὲς ἀπαρασκεύους ὄντας εἰς κίνδυνον καθίστασθαι πρὸς ἄνδρας ἤδη τὸ ζῆν ἀπειρηκότας, πέμψας πρὸς Γαϊνᾶν, ἐπήγγειλεν αἰτεῖν ὅ, τι βούλεται: εἶναι γὰρ ἕτοιμος ἐν πᾶσιν αὐτῷ γενέσθαι κεχαρισμένος.

Ὁ δὲ, Σατορνῖνον καὶ Αὐρηλιανὸν ὑπατικοὺς ἄνδρας, ὑπονοῶν ἐναντία φρονεῖν αὐτῷ, ἐξῄτησε: λαβὼν δὲ, ἐφείσατο: καὶ εἰς ταυτὸν τῷ βασιλεῖ συνδραμὼν, εἰς τὸν πρὸ τῆς Χαλκηδόνος εὐκτήριον οἶκον, ἐν ᾧ Εὐφημίας τῆς μάρτυρος ἐστὶν ὁ τάφος, ὅρκους τε λαβὼν καὶ δοὺς περὶ εὐνοίας, ἀπέθετο τὰ ὅπλα, καὶ εἰς Κωνσταντινούπολιν ἐπεραιοῦτο, πεζῶν καὶ ἱππέων τὴν ἡγεμονίαν ἐκ βασιλέως ἔχων.

Παῤ ἀξίαν δὲ δόξας εὖ πράττειν, οὐκ ἤνεγκε σωφρόνως: ἀλλ̓ ἐπεὶ τὸ πρῶτον παράλογον κατὰ γνώμην αὐτῷ ἀπέβη, καὶ τὴν καθόλου ἐκκλησίαν θορυβεῖν ἐπεχείρησεν: ἦν μὲν γὰρ Χριστιανὸς, τῆς τῶν βαρβάρων αἱρέσεως,

οἳ τὰ Ἀρείου φρονοῦσιν. Ἀναπεισθεὶς δὲ παρὰ τῶν ταύτης προεστώτων, ἢ αὐτὸς φιλοτιμούμενος, ᾔτησε τὸν βασιλέα μίαν τῶν ἐν τῇ πόλει ἐκκλησιῶν τοὺς ὁμοδόξους αὐτῷ ἔχειν: μηδὲ γὰρ εἶναι δίκαιον, καὶ ἄλλως ἀπρεπὲς ἐμέμφετο, Ῥωμαίων ὄντα ἑαυτὸν στρατηγὸν, ἔξω τειχῶν παραγενόμενον εὔχεσθαι.

Μαθὼν δὲ τάδε Ἰωάννης, οὐκ ἐφησύχασε. Παραλαβὼν δὲ τοὺς ἐπισκόπους οἵπερ ἔτυχον ἐνδημοῦντες τῇ πόλει, ἧκεν εἰς τὰ βασίλεια. Καὶ τοῦ βασιλέως ἐπακούοντος, αὐτοῦ τε Γαϊνᾶ παρόντος, πολὺν κατέχεε λόγον, πατρίδα τε καὶ φυγὴν ὀνειδίζων, καὶ ὡς τῷ βασιλέως πατρὶ τότε σωθεὶς ὤμοσεν, ἦ μὴν Ῥωμαίοις εὐνοεῖν, αὐτῷ τε καὶ τοῖς αὐτοῦ παισὶ,

καὶ νόμοις, οὓς ἀκύρους ἐπεχείρει ποιεῖν. Καὶ τάδε λέγων, ἐδείκνυ τὸν νόμον ὃν Θεοδόσιος ἔθετο, τοὺς ἑτεροδόξους εἵργων ἔνδον τειχῶν ἐκκλησιάζειν. Ἐκ τούτου δὲ πρὸς τὸν βασιλέα τρέψας τὸν λόγον, ἔπεισε τὸν τεθέντα νόμον κατὰ τῶν ἄλλων αἱρέσεων κύριον φυλάττειν: ἄμεινον εἶναι συμβουλεύων τῆς βασιλείας παραχωρεῖν, ἢ προδότην οἴκου Θεοῦ γενόμενον ἀσεβεῖν.

Καὶ ὁ μὲν ἀνδρείως ὧδε παρρησιασάμενος, οὐδὲν συνεχώρησε νεωτερισθῆναι περὶ τὰς ὑπ̓ αὐτὸν ἐκκλησίας. Ὁ δὲ Γαϊνᾶς ἐπιορκεῖν ἤδη διενοεῖτο, καὶ τὴν πόλιν πορθεῖν. Ἡνίκα δὴ ταύτην τὴν ἐπιβουλὴν προεμήνυσε κομίτης, ἐπὶ τῆς πόλεως φανεὶς μέγιστος, εἰς αὐτὴν σχεδὸν τὴν γῆν διήκων, καὶ οἷος πρότερον οὐ γεγενῆσθαι λέγεται.

Ἐπειρᾶτο δὲ πρότερον τοῖς ἀργυροπωλείοις ἐπιθέσθαι, χρημάτων πλῆθος συλλέγειν ἐντεῦθεν ἐλπίσας: φήμης δὲ γενομένης ὅτι τάδε βεβούλευται, καὶ τῶν ἀργυροπώλων τὸν πρόχειρον πλοῦτον ἀποκρυψαμένων, καὶ τῶν ἐπὶ τῶν τραπεζῶν ἄργυρον οὐκέτι συνήθως δημοσίᾳ προτιθέντων, ἐν νυκτὶ πλῆθος ἐπιπέμψας βαρβάρων, ἐνετείλατο τὰ βασίλεια ἐμπιπρᾷν.

Οἱ δὲ, ἄπρακτοι καὶ κατεπτηχότες ὑπέστρεφον. Ὡς γὰρ πλησίον ἐγένοντο, πλῆθος ὁπλιτῶν ἔδοξαν ὁρᾷν ἐν μεγάλοις σώμασιν: ὑπονοήσαντες δὲ νέηλυν εἶναι στρατιὰν, ἤγγειλαν τῷ Γαϊνᾷ.

Ὁ δὲ, ἠπίστατο γὰρ μὴ πλείους τῶν εἰωθότων τῇ πόλει ἐνδημεῖν στρατιώτας, οὐκ ἠξίου τοῖς λεγομένοις πιστεύειν. Ἐπεὶ δὲ καὶ τῆς ἐχομένης νυκτὸς ἀποσταλέντες ἕτεροι, ταυτὰ τοῖς πρότερον ἤγγειλαν, αὐτὸς ἐλθὼν, αὐτόπτης ἐγένετο τοῦ παραδόξου θεάματος.

Νομίσας τε αὐτοῦ χάριν συνεληλυθέναι τοὺς ἐκ τῶν ἄλλων πόλεων στρατιώτας, νύκτωρ μὲν φρουρεῖν τὴν πόλιν καὶ τὰ βασίλεια, ἐν ἡμέρᾳ δὲ λανθάνειν, σκήπτεται δαιμονᾷν: ὡς εὐξόμενός τε καταλαμβάνει τὴν ἐκκλησίαν, ἢν ἐπὶ τιμῇ Ἰωάννου τοῦ βαπτιστοῦ, ὁ τοῦ βασιλέως πατὴρ ᾠκοδόμησε πρὸς τῷ ἑβδόμῳ.

Τῶν δὲ βαρβάρων, οἱ μὲν, ἔνδον ἔμενον: οἱ δὲ, Γαϊνᾷ συνεξῄεσαν. Λάθρα δὲ συνεξῆγον ὅπλα ἐν γυναικείοις ὀχήμασι καὶ κεράμους βελῶν: ἐπεὶ δὲ ἐφωράθησαν, τοὺς φύλακας τῶν πυλῶν ἀναιροῦσι, πειραθέντας κωλύσαι τὴν τῶν ὅπλων ἐκκομιδήν. Ἐκ τούτου δὲ ταραχῆς καὶ θορύβου ἀνάπλεως ἡ πόλις

ἐγένετο, ὡς αὐτίκα ἁλωσομένη. Ἀγαθὴ δὲ γνώμη ἐκράτει πρὸς τὰ παρόντα δεινά. Ὁ γὰρ βασιλεὺς μηδὲν μελλήσας, τὸν μὲν Γαϊνᾶν πολέμιον ἀνεκήρυξε: τοὺς δὲ περιλειφθέντας ἐν τῇ πόλει βαρβάρους,

ἀναιρεθῆναι προσέταξεν. Ἐπιθέμενοι δὲ τούτοις οἱ στρατιῶται, ἀναιροῦσι τοὺς πλείστους: τὴν δὲ καλουμένην τῶν Γότθων ἐκκλησίαν ἐμπιπρῶσιν: ὡς εἰς συνήθη γὰρ εὐκτήριον οἶκον ἐνθάδε ἠθροισμένοι ἐτύγχανον, οἷς οὐκέτι φυγεῖν ἐξεγένετο, τῶν πυλῶν κεκλεισμένων.

Ταῦτα δὲ μαθὼν ὁ Γαϊνᾶς, διὰ Θρᾴκης ἐλάσας ἧκεν εἰς Χερρόνησον, καὶ τὸν Ἑλλήσποντον περαιοῦσθαι ἐσπούδαζε. Διενοεῖτο γὰρ ὡς εἰ τῆς ἀντιπέραν Ἀσίας κρατήσειε, ῥᾳδίως πάντα τὰ πρὸς ἕω τῆς ἀρχομένης ἔθνη ὑφ̓ ἑαυτὸν ποιήσει. Παῤ ἐλπίδας δὲ αὐτῷ καὶ τάδε ἀπήντα,

θείᾳ ῥοπῇ κἀνταῦθα Ῥωμαίων χρησαμένων. Παρῆν μὲν γὰρ στρατιὰ κατὰ γῆν καὶ θάλατταν, παρὰ βασιλέως ἀπεσταλμένη, ἧς ἡγεῖτο Φλαβίτας, ἀνὴρ βάρβαρος τὸ γένος, ἀγαθὸς δὲ τὸν τρόπον καὶ στρατηγικός. Οἱ δὲ βάρβαροι ναῦς μὴ ἔχοντες, ἐπὶ σχεδιῶν ἐπειρῶντο διεκπλεῖν τὸν Ἑλλήσποντον πρὸς τὴν ἀντικρὺ ἤπειρον. Ἐξαπίνης δὲ πολὺς ἐπιπνεύσας Ζέφυρος τὰς σχεδίας διέλυσε σὺν βίᾳ,

καὶ κατὰ τούτων τὰς Ῥωμαίων ναῦς ἤλαυνε. Τῶν δὲ βαρβάρων, οἱ πλείους μὲν, αὐτοῖς ἵπποις ὑποβρύχιοι ἐγένοντο: οἱ δὲ, ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθησαν. Ὁ δὲ Γαϊνᾶς ἅμα ὀλίγοις περισωθεὶς τότε, οὐ πολλῷ ὕστερον ἀνὰ τὴν Θρᾴκην ἀλώμενός τε καὶ φεύγων, ἑτέρᾳ στρατιᾷ περιέπεσε, καὶ σὺν τοῖς ἀμφ̓ αὐτὸν βαρβάροις ἀπώλετο. Τοῦτο τῶν Γαϊνᾶ τολμημάτων, καὶ τοῦ βίου τὸ τέλος.