GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:4.7.1-4.7.7 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:4.7.1-4.7.7

Ἐν τούτοις δὲ καταλαβὼν Μαγνέντιος τὴν πρεσβυτέραν Ῥώμην, πολλοὺς τῆς συγκλήτου καὶ τοῦ δημοτικοῦ ἀνεῖλε. Μαθὼν δὲ πλησίον ἰέναι ἤδη κατ̓ αὐτοῦ τοὺς Κωνσταντίου στρατηγοὺς, ὑπεχώρησεν εἰς τοὺς πρὸς δύσιν Γαλάτας. Ἔνθα δὴ πολλάκις ἀλλήλοις προσβάλλοντες, πῆ μὲν οὗτοι, πῆ δὲ ἐκεῖνοι ἐκράτουν: εἰσότε δὴ τὸ τελευταῖον ἡττηθεὶς Μαγνέντιος, ἔφυγεν εἰς Μοῦρσαν: Γαλατῶν δὲ τοῦτο τὸ φρούριον.

Ἀδημονοῦντας δὲ τοὺς ἰδίους στρατιώτας ὡς ἡττηθέντας ὁρῶν, ἐφ̓ ὑψηλοῦ στὰς, ἐπειρᾶτο θαρραλεωτέρους ποιεῖν. Οἱ δὲ, οἷά γε εἰώθασιν ἐπευφημεῖν τοῖς βασιλεῦσι, καὶ ἐπὶ Μαγνεντίῳ φανέντι εἰπεῖν προθυμηθέντες, ἔλαθον οὐχ ἑκόντες Κωνστάντιον ἀντὶ Μαγνεντίου Αὔγουστον ἀναβοήσαντες. Συμβαλὼν δὲ ἐκ τούτου Μαγνέντιος, ὡς οὐ δεδομένον αὐτῷ θεόθεν βασιλεύειν,

πειρᾶται καταλιπὼν τοῦτο τὸ φρούριον, προσωτέρω χωρεῖν. Διωκούσης δὲ τῆς Κωνσταντίου στρατιᾶς, περὶ τὸ καλούμενον Μοντιοσέλευκον συμβαλὼν, μόνος φεύγων, εἰς Λουγδοῦνον διεσώθη. Ἀνελὼν δὲ ἐνθάδε τὴν αὐτοῦ μητέρα καὶ τὸν ἀδελφὸν, ὃν Καίσαρα κατέστησε, τελευταῖον ἑαυτὸν ἐπέσφαξε. Μετ̓ οὐ πολὺ δὲ καὶ Δεκέντιος ἕτερος αὐτοῦ ἀδελφὸς, ἀγχόνῃ ἑαυτὸν διεχρήσατο.

Αἱ δὲ περὶ τὰ κοινὰ ταραχαὶ οὐδὲ οὕτω τέλος ἔσχον. Οὐκ εἰς μακρὰν γὰρ, παρὰ μὲν τοῖς πρὸς δύσιν Γαλάταις Σιλβανός τις ἐτυράννησεν, ὃν αὐτίκα καθεῖλον οἱ Κωνσταντίου στρατηγοί.

Οἱ δὲ ἐν Διοκαισαρείᾳ Ἰουδαῖοι, τὴν Παλαιστίνην καὶ τοὺς πέριξ ὄντας κατέτρεχον: ὅπλα τὲ ἀράμενοι, πείθεσθαι Ῥωμαίοις οὐκ ἠνείχοντο. Μαθὼν δὲ ταῦτα Γάλλος ὁ Καῖσαρ ἐν Ἀντιοχείᾳ διατρίβων, πέμψας στρατιὰν, αὐτοὺς ἐχειρώσατο, καὶ τὴν Διοκαισάρειαν ἀνάστατον ἐποίησε.

Δόξας δὲ εὖ πράττειν, τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλὰ τυραννεῖν ἐβούλετο. Καταμηνύσαντας δὲ τῷ βασιλεῖ τὸν αὐτοῦ νεωτερισμὸν, Μάγνον τε τὸν κοιαίστωρα, καὶ τῆς ἕω τὸν ὕπαρχον Δομετιανὸν, ἀνεῖλεν.

Ἀγανακτήσας δὲ Κωνστάντιος, μετεκαλεῖτο αὐτόν. Ἀπειθεῖν δὲ οὐχ οἷός τε ὢν, ἐδεδίει γὰρ, εἴχετο τῆς ὁδοῦ. Ἤδη δὲ παρὰ Φλάβωνα τὴν νῆσον γενόμενος, ἀνῃρέθη, τοῦ βασιλέως προστάξαντος: ἡνίκα δὴ αὐτὸς μὲν τὸ τρίτον ὑπάτευεν, ἕβδομον δὲ Κωνστάντιος.