GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:4.10.1-4.10.12 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:4.10.1-4.10.12

Ἔοικε δὲ μηδὲ προσήκειν ἀπιστεῖν, ὡς θεοφιλὴς ὅδε ἀνὴρ ὑπῆρχε, καὶ τρανῶς προεώρα τὸ μέλλον. Θαυμαστότερα γὰρ ἢ κατὰ τὰ προειρημένα περὶ αὐτοῦ παρειλήφαμεν, ἀκριβεστάτην ἐπιμαρτυροῦντα αὐτῷ τῶν ἐσομένων εἴδησιν.

Οὕτω γοῦν ἡνίκα τὸ πρῶτον, ἔτι Κώσταντος περιόντος, κακουργεῖν αὐτὸν ἐβούλετο ὁ βασιλεὺς, φυγὰς γενόμενος παρά τινι τῶν γνωρίμων ἐκρύπτετο: καὶ ἐπὶ πολλῷ χρόνῳ διέτριβεν ἐν μυχῷ γῆς καὶ ἀνηλίῳ οἰκήματι, ὃ ταμιεῖον τὸ πρὶν ὑδάτων ἐτύγχανε. Συνῄδει δὲ οὐδεὶς ἢ παῤ οἷς ἐλάνθανε, καὶ θεράπαινα τούτῳ πιστὴ δοκοῦσα, ὡς ἂν αὐτῷ διακονοίη.

Πολλῆς δὲ οὔσης σπουδῆς τοῖς ἑτεροδόξοις ζωγρῆσαι τὸν ἄνδρα, οἷα εἰκὸς, ἐπὶ δώροις ἢ ὑποσχέσεσιν ἔμελλεν αὐτὸν καταμηνύειν ἡ θεράπαινα. Προαναφῄναντος δὲ τοῦ Θεοῦ τὴν ἐπιβουλὴν, φθάσας ἑτέρωθι μετῴκησε. Καὶ ἡ θεράπαινα τιμωρίαν ἔδωκεν, ὡς ψευδῆ μηνύσασα κατὰ τῶν δεσποτῶν, οἳ δὴ πεφεύγεισαν. Οὐ γὰρ τὸ τυχὸν ἐποιοῦντο ἔγκλημα οἱ τῆς ἐναντίας αἱρέσεως, κατὰ τῶν ὑποδεχομένων ἢ κρυπτόντων Ἀθανάσιον: ἀλλ̓ ὡς ἀπειθεῖς προστάξεσι βασιλέως, καὶ περὶ πολιτείαν ἁμαρτάνοντας, εἰς δικαστήριον εἷλκον.

Καὶ παραπλησίου δ̓ αὖ καὶ ἄλλοτε ἐπὶ Ἀθανασίῳ συμβάντος εἰς ἀκοὴν ἦλθον. Ἐπεὶ γὰρ κατὰ τοιαύτην αἰτίαν ὡς ἐπὶ Αἴγυπτον φεύγων ἀνέπλεεν ἐπὶ τὸν Νεῖλον, μηνυσάντων τοῦτο τινῶν, ἐδίωκον αὐτὸν οἱ συλληψόμενοι. Προμαθὼν δὲ θεόθεν τὴν δίωξιν, ἐξήγγειλε τοῖς συμπλέουσι, καὶ ἀναστρέφειν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐκέλευσεν. Ἐν δὲ τῷ καταπλεῖν, τοὺς ἐπιβούλους παραμείψας, ἐπὶ τὴν πόλιν διεσώθη, καὶ ὡς ἐν ὁμίλῳ καὶ πλήθει οἰκημάτων,

ἀσφαλέστερον ἐλάνθανεν. Ἐκ δὴ τῶν τοιούτων καὶ πολλῶν ἄλλων ὁμοίως προμηνυομένων παῤ αὐτοῦ, διεβάλλετο παρὰ τῶν ἐναντίων Ἑλλήνων τε καὶ ἑτεροδόξων, ὡς γοητείαις ταῦτα κατορθῶν.

Λόγος οὖν, ποτὲ προϊόντος αὐτοῦ ἀνὰ τὴν πόλιν, συμβὰν οὕτως ἐφιπταμένην κρῶξαι κορώνην: παρατυχὸν δὲ πλῆθος Ἑλλήνων, οἷα εἰς γόητα ἀποσκῶπτον, ἐξαιτῆσαι εἰπεῖν αὐτοῖς ὅ, τι λέγοι ἡ κορώνη. Τὸν δὲ φᾶναι, ἠρέμα ἐπιγελάσαντα, Κράς: ὅ ἐστιν αὔριον τῇ Ῥωμαίων φωνῇ: τοῦτο τοίνυν κράζουσα, ἀηδῆ τὴν αὔριον ὑμῖν ἔσεσθαι καταγγέλλει: σημαίνει γὰρ ἐκ προστάγματος τοῦ Ῥωμαίων βασιλέως κωλυθήσεσθαι ὑμᾶς τὴν ἑξῆς ἑορτὴν ἄγειν.

Ἡ δὲ Ἀθανασίου πρόρρησις, καίπερ γελοιώδης δόξασα, ἀληθὴς ἐφάνη: τῇ γὰρ ἐς αὔριον γράμματα τοῦ κρατοῦντος ἀπεδόθη τοῖς ἄρχουσι, παρακελευόμενα μὴ συγχωρεῖν τοὺς Ἕλληνας τοῖς ναοῖς προσβάλλειν, μηδὲ τὰς συνήθεις θρησκείας καὶ πανηγύρεις ἐπιτελεῖν: καὶ ἡ παρατυχοῦσα τότε ἑορτὴ διελύθη, σεβάσμιός τε οὖσα, καὶ πολυτελὴς Ἕλλησιν.

Ὡς μὲν οὖν προφητικὸς ὁ ἀνὴρ ἐγένετο, ἀπόχρη τάδε εἰπεῖν. Ἐπεὶ δὲ, ὡς εἴρηται, διέφυγε τοὺς ἐπὶ συλλήψει αὐτοῦ παραγενομένους, ἐπί τινι χρόνῳ διέμεινεν ὁ ὑπ̓ αὐτοῦ κλῆρος καὶ λαὸς, τὰς ἐκκλησίας κατέχοντες: εἰς ὅτε δὴ ὁ Αἰγύπτου ὕπαρχος, καὶ ὁ ἡγούμενος τῶν τῇδε στρατιωτῶν, ἐκβαλόντες τοὺς αὐτῷ πειθομένους, παρέδωκαν αὐτὰς τοῖς προσδοκῶσι Γεώργιον.

Οὐκ εἰς μακρὰν δὲ αὐτὸς Γεώργιος ἀφίκετο, καὶ τὰς ἐκκλησίας ὑφ̓ ἑαυτὸν εἶχε. Βιαιότερον δὲ ἢ κατὰ πρόσχημα καὶ ἦθος ἱερέων ἐπιτηδεύων κρατεῖν, καὶ πρὸς μὲν πάντας φοβερὸς εἶναι θέλων, πρὸς δὲ τοὺς Ἀθανάσιον ἐπαινοῦντας ἀπηνὴς, ὡς δεσμὰ καὶ πληγὰς ἄνδρας τε καὶ γυναῖκας ὑπομεῖναι, οἷα τύραννος ἐνομίζετο.

Ὑπὸ τοιαύτης δὲ αἰτίας εἰς κοινὸν μῖσος ἐμπεσόντι, κινηθεὶς εἰς ὀργὴν ὁ δῆμος, ἐπέστη ἐν τῇ ἐκκλησίᾳ διατρίβοντι, καὶ μικροῦ αὐτὸν διεχρήσαντο. Καὶ ὁ μὲν ὧδε κινδυνεύσας, μόλις διεσώθη, καὶ πρὸς βασιλέα φεύγει.

Οἱ δὲ τὰ Ἀθανασίου φρονοῦντες, τὰς ἐκκλησίας κατέσχον. Ἐγένετο δὲ τοῦτο οὐκ ἐπὶ πολλῷ χρόνῳ. Παραγενόμενος γὰρ ὁ τῆς Αἰγύπτου στρατηγὸς, πάλιν τοῖς Γεωργίου τὰς ἐκκλησίας παρέδωκε. Μετὰ δὲ ταῦτα ταχυγράφος βασιλικὸς ἐκ τοῦ τάγματος τῶν καλουμένων νοταρίων, ἀποσταλεὶς τιμωρῆσαι, πολλοὺς Ἀλεξανδρέων ἐβασάνισε καὶ ᾐκίσατο.

Μετ̓ οὐ πολὺ δὲ καὶ αὐτὸς Γεώργιος ἐπανῆλθε, φοβερώτερος ἐκ τῶν εἰρημένων, ὡς εἰκὸς, γεγενημένος, καὶ μᾶλλον ἢ πρότερον μισούμενος, ὡς εἰς κάκωσιν πολλῶν βασιλέα κεκινηκὼς, καὶ ἐπὶ δυσπιστίᾳ καὶ τύφῳ διαβαλλόμενος παρὰ τῶν ἐν Αἰγύπτῳ μοναχῶν, ὧν τῇ δόξῃ τὸ πλῆθος εἵπετο, καὶ τὰς μαρτυρίας ἀληθεῖς ἡγεῖτο, καθότι ἀρετὴν ἤσκουν, καὶ ἐν φιλοσοφίᾳ ὁ βίος αὐτοῖς ἦν.