Οὐχ ἥκιστα δὲ ἐπισημοτάτην τὴν ἐκκλησίαν ἔδειξαν, καὶ τὸ δόγμα
ἀνέσχον ταῖς ἀρεταῖς τοῦ βίου, οἱ τότε μετιόντες τὴν μοναστικὴν
πολιτείαν. Ὠφελιμώτατον γάρ τι χρῆμα εἰς ἀνθρώπους ἐλθοῦσα παρὰ Θεοῦ
ἡ τοιαύτη φιλοσοφία, μαθημάτων μὲν πολλῶν καὶ διαλεκτικῆς
τεχνολογίας ἀμελεῖ ὡς περιέργου, καὶ
Μόνη δὲ φυσικῇ καὶ ἀπεριέργῳ φρονήσει παιδεύει τὰ παντελῶς κακίαν ἀναιροῦντα, ἢ μείονα ἐργαζόμενα. Ἐν οὐδεμιᾷ δὲ τάξει ἀγαθῶν τίθεται τὰ μεταξὺ κακίας καὶ ἀρετῆς ὄντα: μόνοις δὲ τοῖς καλοῖς χαίρει. Καὶ τὸν ἀπεχόμενον τοῦ κακοῦ μὴ δρῶντα δὲ τὸ ἀγαθὸν, φαῦλον νομίζει:
οὐ γὰρ ἐπιδείκνυται ἀρετὴν ἀλλ̓ ἀσκεῖ, παῤ οὐδὲν ποιουμένη τὴν πρὸς
ἀνθρώπους δόξαν. Ἀνδρείως δὲ μάλα ἀνθισταμένη τοῖς πάθεσι τῆς ψυχῆς,
οὔτε ταῖς ἀνάγκαις τῆς φύσεως ὑπείκει,
Καθαρότητι δὲ ψυχῆς καὶ πολιτείᾳ πράξεων ἀγαθῶν εἰς τὸ θρησκεύειν
εὐαγῶς ἐρχομένη, καθαρμῶν καὶ περιρραντηρίων καὶ τῶν τοιούτων
ὑπερορᾷ: μόνα γὰρ μιάσματα
ἡγεῖται τὰ ἁμαρτήματα. Κρείττων δὲ οὖσα τῶν ἔξωθεν συμπιπτόντων, καὶ, ὡς εἰπεῖν, ἁπάντων δεσπόζουσα, οὔτε ὑπὸ τῆς κατεχούσης τὸν βίον ἀταξίας ἢ ἀνάγκης, τῆς προαιρέσεως μεθίσταται, οὔτε ὑβριζομένη ἀνιᾶται, οὔτε κακῶς πάσχουσα ἀμύνεται, οὔτε νόσῳ ἢ ἐνδείᾳ ἐπιτηδείων ἐκπιεζομένη καταπίπτει. Μᾶλλον δὲ ἐπὶ τούτοις σεμνύνεται, τὸ καρτερικὸν καὶ πρᾷον, καὶ τὸ ὀλίγων δεῖσθαι δἰ ὅλου τοῦ βίου ἀσκοῦσα, καὶ, ὡς οἷόν τε ἀνθρώπου φύσει, ἐγγυτάτω Θεῷ γινομένη.
Ὡς ἐν παρόδῳ δὲ τῇ παρούσῃ βιοτῇ κεχρημένη, οὔτε περὶ κτῆσιν
πραγμάτων ἀσχολουμένη ἄγχεται, οὔτε πέρα τῆς κατεπειγούσης χρείας,
τῶν παρόντων προνοεῖ: ἀεὶ δὲ τὸ λιτὸν καὶ εὔζωνον τῆς ἐνταῦθα
κατασκευῆς ἐπαινοῦσα, καραδοκεῖ τὴν ἐντεῦθεν μακαριότητα, καὶ
συντέτακται ἀεὶ πρὸς τὴν εὐδαίμονα
λῆξιν. Ἀναπνέουσα δὲ διαπαντὸς τὴν εἰς τὸ θεῖον εὐλάβειαν, αἰσχρορρημοσύνης ἀηδίαν ἀποστρέφεται, μηδὲ μέχρι φωνῆς ἀνεχομένη τούτων, ὧν τὰς πράξεις τῆς οἰκείας ἀγωγῆς ἀφώρισεν. Ἐπὶ βραχύ τε συστέλλουσα τὴν χρείαν τῆς φύσεως, καὶ τὸ σῶμα συναναγκάζουσα τῶν μετρίων δεῖσθαι, σωφροσύνῃ μὲν τῆς ἀκολασίας κρατεῖ, δικαιοσύνῃ δὲ τὴν ἀδικίαν κολάζει, καὶ ἀληθείᾳ τὸ ψεῦδος, καὶ εὐταξίᾳ τῶν ἐπὶ πᾶσι μέτρων μεταλαγχάνει.
Ἐν ὁμονοίᾳ τε καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς πέλας τὴν πολιτείαν
καθίστησι: προνοητικὴ φίλων καὶ ξένων ἐστὶ, καὶ τὰ οἰκεῖα, κοινὰ
ποιεῖται τῶν δεομένων, καὶ τὰ πρόσφορα ἑκάστῳ συλλαμβάνεται, μήτε
χαίροντας ἐνοχλοῦσα, καὶ λυπουμένους παραμυθουμένη: καθόλου δὲ
σπουδάζουσα, καὶ πρὸς τὸ ὄντως ἀγαθὸν τὴν ἐπιμέλειαν τείνουσα,
λόγοις σώφροσι καὶ σοφοῖς ἐννοήμασι, καλλωπισμοῦ καὶ κακηγορίας
ἀμοίρους παιδεύει, καὶ ὥσπερ φαρμάκοις
Ταύτης δὲ τῆς ἀρίστης φιλοσοφίας ἤρξατο μὲν, ὥς τινες λέγουσιν,
Ἡλίας ὁ προφήτης, καὶ Ἰωάννης ὁ βαπτιστής.
Γράφει γὰρ, ἀρχομένους αὐτοὺς τοῦ φιλοσοφεῖν ἐξίστασθαι τῶν ὄντων
τοῖς προσήκουσι, καὶ πράγμασι
δἰ ἔρωτα φιλοσοφίας ἑκουσίῳ γνώμῃ τὴν ἀγαμίαν ἀσκούσας. Καὶ ὁ μὲν
Φίλων ὧδέπη ἱστορῶν, ἔοικεν ὑποφαίνειν τοὺς κατ̓ αὐτὸν ἐξ Ἑβραίων
χριστιανίσαντας ἔτι Ἰουδαϊκώτερον βιοῦντας, καὶ τὰ ἐκείνων ἔθη
φυλάττοντας.