GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.361-1.380 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.361-1.380
Οὐκ οἶδ’· ἔοικε δ’ οὐ μακρὰν ὅδ’ ἄγγελοςλέξειν τἀκεῖθεν σοῦ φίλου Παιδὸς πέρι.ΑΓΓΕΛΟΣ.Ἔδοξε θανεῖν Παῖδα σὸν τῇδ’ ἡμέρᾳγραμματέων ψήφῳ τε καὶ πρεσβυτέρων.ΘΕΟΤΟΚΟΣ.οἴμοι, προσῆλθεν ἐλπὶς, ἣν φοβουμένηπάλαι τὸ μέλλον ἐξετηκόμην γόοιςΧΟΡΟΣ.Ἀτὰρ τίς ἀγὼν, τίνες Ἑβραίων λόγοικαθεῖλον αὐτὸν κἀπεκύρωσαν θανεῖν;ΘΕΟΤΟΚΟΣ.Γυναῖκες, αἱ τῆσδ’ ἐγγὺς ἐστὲ συμφορᾶς.γυναῖκες, οὐκ ἀνάσχετ’, οὐκ ἀνέξομαι·ῥίψω, μεθήσω σῶμ’, ἀπαλλαγήσομαιβίου θανοῦσα· χαίρετ’, οὐκέτ᾿ εἴμ᾿ ἐγώ.Σὺ δ’ εἰπὲ, τίνι κέκριται τρόπῳ θανεῖνΠαῖδ’ ; ἆρα λευσίμῳ χερὶ ψῆφος θανεῖνἢ δὴ σιδήρῳ πνεῦμ’ ἀπορρῆξαι κρίσις;363 Orest. 849 sq. 364 ibid. 849. 365—68 ibid. —54. 369 Med. 1282. 370 Hipp. 355. 371 sq. Hipp. 357 sq. 373 Bacch. 1030. 374 Orest. 849. 374 sq. Orest. 855 sq.361 ἴοικεν οὐ Α. 362 λέξιν Μ. 363 θανεῖν post σὸν repetit Α. 367 sq. Deiparae M, 367 Deiparae, 368 nuntio Α tribuit. τὸν εσ ἐβραίων Μ, ἐβρέων D. 368 κἀπεκύρωσαν σανθανεῖν Μ. Similes dittographiae in hoc complures, quas non notabo. 369 ἐγγὺς om. Α. ἔστε D, ἐστὲ ceteri et d. ξυμφορᾶς BD, ξυμφορὰς V, συμφορᾶω Μ. 370 ἀνάσχετ᾿ οὐκ CM, cf. Etym. Gud. s. V. ἀνασχὼν; ἀνασχέτ’ de et Eur. plurimi, ἀνέχετε τοῦδ’ (inter versus ead. m. τοὐκ) ἂν ἐξώμεναι Α, οὐκ ἀνἐξετ’, οὐκ DB, hic cum ἀνέχετ’ inter versus, οὐκ ἀνέξομ’ οὐκ V. 372 εἰμ’ VD, εἶμ’ ceteri, εἴμ’ Eur. 373 τρόπῳ κέκριται CM. 374 ἄρα CMA. 375 ἢ δὴ σιδ. CA, ἢ δὸ σειδήρω Μ, ἢ σιδήρῳ Β, ἢ σιδάρω VD. κρίσεις Μ.ΑΓΓΕΛΟΣ.Ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσωβαίνων, πυθέσθαι δ’ ἤθελον τοῦ δὴ πέρι·σῷ γὰρ ἀεί ποτ᾿ εἶχον εὔνοιαν τέκνῳ,βλέπων νιν, οἷ’ ἔρεξε θαυμέστ’ ἐν βροτοῖς,κἀμοῦ δὲ διήνοιξεν ὀμμάτων κόρας·