GetPassage urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1:5.21-5.26 urn:cts:greekLit:tlg0093.ogl001.1st1K-grc1:5.21-5.26

V. Τὰ δ᾿ ἀρώματα πάντα σχεδὸν καὶ εὔοσμα πλὴν τῶν ἀνθῶν ξηρὰ καὶ θερμὰ καὶ στυπτικὰ καὶ δηκτικά. τὰ δὲ καὶ ἔχοντά τινα πικρότητα, καθάπερ καὶ ἐν τοῖς πρότερον εἴπομεν, ὥσπερ ἶρις σμύρνα λιβανωτός, ὡς δ᾿ ἀπλῶς εἰπεῖν καὶ τὰ μύρα. κοινόταται δὲ τῶν δυνάμεων τό τε στυπτικὸν καὶ τὸ θερμαντικόν, ἃ δὴ καὶ ἐργάζονται.

Ὑποστύφονται μὲν οὖν πάντα πυρούμενα, τὰς δ᾿ ὀσμὰς τὰς κυρίας ἔνια λαμβάνει ψυχρὰ καὶ ἀπύρωτα. καὶ ἔοικεν ὥσπερ τῶν ἀνθῶν τὰ μὲν ψυχροβαφῆ τὰ δὲ θερμοβαφῆ παραπλησίως ἔχειν καὶ ἐπὶ τῶν ὀσμῶν. πάντων δὲ ἡ ἕψησις εἴς τε τὴν ὑπόστυψιν καὶ τὰς κυρίας ὀσμὰς ἐνισταμένων τῶν ἀγγείων ὕδατι γίνεται καὶ οὐκ αὐτῷ τῷ πυρὶ χρωμένων· τοῦτο δέ, ὅτι μαλακὴν εἶναι δεῖ τὴν θερμότητα, καὶ ἀπουσία πολλὴ γένοιτ᾿ ἂν τῇ φλογὶ χρωμένων, καὶ ἔτι καῦσιν ἄν ὄζοι.

Ποιεῖ δ᾿ ἐλάττω τὴν ἀπουσίαν ὅσα πυρούμενα λαμβάνει τὰς κυρίας ὀσμὰς μᾶλλον ἡ ὅσα ψυχρὰ διὰ τὸ προφυρᾶσθαι τὰ πυρούμενα, τὰ μὲν οὔνῳ εὐώδει, τὰ δὲ ὕδατι· ἧττον γὰρ ἀναπίνει· τὰ δὲ ψυχρὰ ξηρὰ ὄντα μᾶλλον, καθάπερ ἶρις κοπεῖσα. λαμβάνοντος γὰρ τοῦ ἀμφορέως ξηρᾶς ἴριδος κεκομμένης μέδιμνον καὶ δύο ἡμίεκτα πολλὴν ποιεῖν φασὶν ἀπουσίαν, ἐὰν δὲ μετρίως φυράσῃ λείπειν ὅσον δύο χόας, τοῖς δὲ πολλοῖς ἔλαττον.

Γίνεται δὲ τὸ βέλτιον ἴρινον ἐὰν ᾖ ξηρὰ καὶ ἀπύρωτος ἡ ἶρις· ἀκρατεστέρα γὰρ ἡ δύναμις ἢ ἐὰν φυραθεῖσα καὶ πυρουμένη. συμβαίνει δὲ ὥσπερ καὶ ἐκθλίβεσθαι μᾶλλον ἐκ τῶν προπεφυραμένων διὰ τὸ ἧττον ἀναδέχεσθαι καὶ ἕλκειν εἰς αὑτό· προστύφοντες δὲ οὐ πολὺν χρόνον ἐῶσι τὰ ἀρώματα ἀλλ᾿ ἐξαιροῦσιν, ὅπως μὴ πολὺ ἐκπίνωσιν.

Πρὸς ἕκατον δὲ τῶν μύρων ἐμβάλλουσι τὰ πρόσφορα τῶν ἀρωμάτων, οἷον εἰς μὲν τὴν κύπρον καρδάμωμον ἀσπάλαθον ἀναφυράσαντες τῷ εὐώδει. εἰς δὲ τὸ ῥόδινον σχοῖνον ἀσπάλαθον κάλαμον. ἡ δ᾿ ἀναφύρασις ὁμοίως. καὶ τοῖς ἄλλοις ἀεὶ τὰ ἁρμόττοντα. τῷ ῥοδίνῳ δ᾿ ἐμβάλλονται καὶ ἅλες πολλοὶ καὶ τοῦτ᾿ ἴδιον παρὰν τἆλλα, διὸ καὶ πλείστη ἀπουσία γίνεται· μίγνυται γὰρ εἰς τὸν ἀμφορέα δύο μέδιμνοι.

Τῆς δὲ κύπρου ἡ μὲν ἐργασία παραπλησία τῇ ¹ Dry measure: the equivalents given are, of course, only approximate. ² τὸ βέλτιον ἴρινον W. after Sch.; τὸ βέλτιον τὸ ἴρινον vulg. The article must be omitted in one place or the other. κύπρος, called from a tree of that name: not mentioned in H.P. cf. Plin. 12. 119. 4 cf. H.P. 9.7. 2 and 3. 5 cf. H.P. 9.7. 3. τοῦ ῥοδίνου· πλὴν ἀλλ᾿ ἐάν τις μὴ ταχέως ἐξαίρῃ καὶ ἀποθλίβῃ σῆψις ἐγγινομένη φθείρει τὰ μύρα διὰ τὴν δυσωδίαν· ποιεῖ γὰρ σῆψιν ἀνυγραινομένη. παραπλησία δ᾿ ἐργασία καὶ τοῦ μηλίνου· προστυφέντος γὰρ ἐλαίου καὶ τὰ μῆλα ἐμβάλλουσιν εἰς ψυχρόν, εἶτ᾿ ἐξαιροῦσι πάλιν πρὸ τοῦ μελαίνεσθαι κατὰ πάσας τὰς ἐμβολάς· μελαινομένων γὰρ σῆψις διὰ τὸ ἀνυγραίνεσθαι, καθάπερ καὶ ἐπὶ τῆς κύπρου.