GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.17.1-1.17.2 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.17.1-1.17.2

ἔτι δὲ λοιπόν ἐστιν ἐπισκέψασθαι τὴν προαίρεσιν, 1189a πότερόν ἐστιν ὄρεξις, ἢ οὔ. ὄρεξις μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐγγίγνεται, προαίρεσις δὲ οὔ· ἡ γὰρ προαίρεσις μετὰ λόγου, λόγος δὲ ἐν οὐδενὶ τῶν ἄλλων ζῴων ἐστίν. ὄρεξις μὲν δὴ οὐκ ἂν εἔη·

ἀλλʼ ἆρά γε βούλησις; ἢ οὐδὲ τοῦτο; βούλησις μὲν γάρ ἐστιν καὶ τῶν ἀδυνάτων, οἷον βουλόμεθα μὲν 25—38 Ε. Ε. 1225a, 36—b, 16 cf Ε. N. 1110b, 18 —1111a, 21 || 1189a, 1—b, 25 ═ E. E. 1225 b, 18—1227a, 18. cf. E. D. 1111 b, 4—1113a, 12. Ramsauer p. 49—51. 25. ἑκούσιον Kb Pb Va , ἀκούσιον MbP2 Ald || 32. τινα Π 1 Va., om. Ι || 33 ἀπὸ Π 2Ρ 2 Ald ἀρειοπάγα || 34 φυγεῖν CV Bernaysius (Symb. phil Bonn p. 308 n. 10) οὐ et ἀπέλυσαν secl. Scaliger || 1189a, 1 δὲ om Π2 || 2 ἄλλοις Κb Ρ2 Cv Va., ἀλόγοιρ Π2 Ald. || 3. ζῴοις Π1 Va., om. Π2 || 5. ἀλλʼ] ἀλλ ἢ Π2, ἀλλʼ εἰ P2 || ἄρα Pb P2 ΑId. et pr. K (crx. rc.). ἀθάνατοι εἶναι, προαιρούμεθα δὲ οὔ. ἔτι δὲ προαίρεσις μὲν οὐκ ἔστιν τοῦ τέλους, ἀλλὰ τῶν πρὸς τὸ τέλος, οἷον οὐθεὶς προαιρεῖται ὑγιαίνειν, ἀλλὰ τὸ πρὸς τὴν ὑγίειαν προαιρούμεθα, περιπατεῖν, τροχάζειν· βουλόμεθα δὲ τὰ τέλη.