GetPassage urn:cts:greekLit:tlg0082.tlg002.1st1K-grc1:21-40 urn:cts:greekLit:tlg0082.tlg002.1st1K-grc1:21-40

Ἀλλὰ πῶϲ ἄκλιτον, εἰ ῥῆμα; πῶϲ οὐ ϲυϲχηματίζεται τοῖϲ προϲώποιϲ, Ὅτι ἡ γινομένη αὐτοῦ ϲύνταξιϲ οὐκ ἐπὶ τὰ πρόϲωπά ἐϲτιν, ἐπὶ δὲ τὸ πρὸϲ ᾦ ἀπαρέμφατον, ὅ ἐϲτι μονοπρόϲωπον, καὶ ἔνθεν μονοϲχημάτιϲτον τὸ ἐμὲ δεῖ γράφειν. τὸ γὰρ δεῖ ἐπὶ τὸ γράφειν φέρεται, ὅπερ οὐ προϲώπου ἐϲτὶ δεκτικόν. καὶ ἔνθεν, ϲυντεῖνον εἰϲ αὐτὸ τὸ γράφειν, καὶ ⟨αὐτὸ⟩ τὸν ἕνα ϲχηματιϲμὸν ἀναδέχεται. Πρόδηλον δὲ γινέϲθω καὶ ἐκ ῥήματοϲ τοῦ λείπει. οὐ γὰρ ἔϲτιν ὅϲτιϲ ὀλίγον διϲτάϲειεν, ὅτι τὸ λείπει ῥῆμά ἐϲτι· καὶ οὐ παρὰ τοῦτο οὐχὶ ῥῆμα γενήϲεται, ἐὰν μονοϲχημάτιϲτον γένηται μετὰ τῆϲ τοῦ ἀπαρεμφάτου ϲυντάξεωϲ. ἔχει γὰρ τῇδε τὰ τῆϲ ϲυντάξεωϲ, λείπει ἐμὲ τὸ γράφειν, λείπει ϲὲ τὸ γράφειν, λείπει ἐκεῖνον τὸ γράφειν. καὶ ἐπεὶ οὐκέτι μεταπεποίηται πρὸϲ τὸ πρῶτον ἢ δεύτερον ἢ τρίτον, οὐχὶ πάντωϲ οὐ ῥῆμα. πάλιν γὰρ καθ’ ἕνα ϲχηματιϲμόν ἐϲτι διὰ τὴν ϲύνταξιν τὴν τοῦ ἀπαρεμφάτου, ὅπερ τρίτον ὂν ἀμέριϲτον ἦν κατὰ τὴν προϲωποποιίαν. καὶ ϲαφὲϲ ἔτι, κατὰ τὴν τοιαύτην ϲύνταξιν ὡϲ τὸ γράφειν ὀρθῆϲ ἔϲται πτώϲεωϲ διὰ τὸ λείπει. — Καὶ ὡϲ μὲν καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεται τὸ χρή καὶ δεῖ, ἐν διαφόροιϲ προϲώποιϲ ἐγγινόμενον, ἀπεδείχθη.

Ἔφαμεν δὲ καὶ τὰ ἐπιρρήματα ϲυνηθέϲτερον πρὸϲ τὰϲ ἐγκλίϲειϲ ἐπάγεϲθαι, τὸ ἄγε καὶ τὸ εἴθε. καὶ κατὰ τὸ τοιοῦτον τὸ χρή καὶ τὸ δεῖ ὑπελαμβάνοντο ἐπιρρήματα. — Ἀλλὰ καὶ τοῦτο ἀπεδείχθη, ὡϲ ψυχικῆϲ παρεμφάϲεωϲ οὐκ ἦν ἐμφατικὰ τὰ ἀπαρέμφατα, οὐδὲ ῥήματα ἐγκλίϲεωϲ μεμοιραμένα, ὀνόματα δὲ τῶν πραγμάτων. τοῖϲ δὲ ὀνόμαϲι μᾶλλον τὰ ῥήματα ϲύνοιϲτά ἐϲτιν, ὡϲ ἐν ταῖϲ ἐγκλίϲεϲι τῶν ῥημάτων τὰ ἐπιρρήματα. τὸ δὴ λέγοι καὶ λέγε ἐγκλίϲειϲ ῥημάτων εἰϲί, καὶ διὰ Argvm. 3 Personas autem cur χρή et δεῖ non distinguant, baec est causa, quod infinitivi subiecta eorum sunt, qui ipsi quoque personas non discernunt. 20 Quod adverbia saepe ad modos referntur, χρ et δεῖ adverbiis tribuerunt. At infinitivi non habent modos, ut verba habent, sed nihili nisi appellationes actionum sunt. Cum appellationibus autem verba coniunguntur — Itaque etiam verba cupiendi cum infinitivis coniunguntur, quod ipsa nihil nisi voluntatem, non actionem indicant; ad hanc signifcandam infinitivi facti sunt. Discr. script. 5. ἀπαρέμφατον RSchneider, προϲῶ α παρεμφατον A, α littera cum eis, quae sequntur, non coniuncta, quod insolitum πρὸϲ ᾧ ἀπαρέμφατον b, προϲώπων ἀπαρέμφατον RSkrzeczka, προϲὸν ἀπαρέμφατον GUblig | 7. δεκτικ’ A | 7—8 τὸ γράφειν, καὶ αὐτὸ scripsit RSchneider, αὐτό, τὸ γράφειν καὶ Ab | 9. διϲτάϲειεν b, διαϲτηϲει εν A | 11. ϲυνταξε A | 12. τηδε A | 16. προϲωποποϊαν A | 17. in A discerni non potest sitne οτι an ετι, οτι L b | κατὰ τὴν] fol. 119 r. | ωϲ A, καὶ b | 18. πτωϲε A | 19. απεδειχ A | 22. ὡϲ pro ἐν οἶϲ scribendum, vel ὅτι (ὡϲ) ante ἐν οἶϲ inserendum esse coniecit RSkrzeczka, ἐν οἶϲ Ab | 23. οὐκ add. RSkrzeczka | 23—24. inter ῥήματα et ἐγκλίϲεωϲ inseri εἰναι iubet GFSchoemann | 24. ονοματ A | 25. ὡϲ ἄν vel ὡϲὰν pro ὡϲ ἐν GFSchoemann | 26. Το ante lin. A | λέγοι καὶ λέγε b, λεγει μοι και λεγε A τοῦτο αἱ ἐοικυῖαι ἐπιρρηματικαὶ ϲυντάξειϲ ϲυμφέρονται. καὶ κατὰ τὴν τοιαύτην ἄρα ϲύνταξιν δέδεικται, ὅτι μᾶλλον ῥήματά ἐϲτι, ϲυνταϲϲόμενα ὡϲ ὀνόμαϲι. — ταύτῃ γὰρ καὶ τὰ προαιρετικὰ τῶν ῥημάτων ϲυντάϲϲεται τοῖϲ ἀπαρεμφάτοιϲ, καθὸ προαίρεϲιν δηλοῦντα ἐλλέλοιπε τῷ πράγματι. τὸ γὰρ θέλω καὶ τὰ ὅμοια ῥήματά ἐϲτιν ἐλλείποντα πράγματι, ὅθεν τὸ λεῖπον τοῦ πράγματοϲ κατὰ τὴν ἰδίαν ὀνομαϲίαν ϲυνταϲϲόμενον, ἀπαρεμφάτῳ πάλιν προφορᾷ ϲυντάϲϲεται, θέλω γράφειν, προαιροῦμαι ἀναγινώϲκειν, ὡϲ προαιροῦμαι τὴν ἀνάγνωϲιν. καὶ ϲαφέϲ ἐϲτι πάλιν, ὅτι καὶ κατὰ τοῦτο δείκνυται τὰ ἀπαρέμφατα, ὀνοματικῆϲ ἐχόμενα ϲυντάξεωϲ, τῷ λείποντι πράγματι τὴν ὀνομαϲίαν προϲδιδόντα, βούλομαι γράφειν, κἂν μετὰ ἄρθρου, προῃρούμην τὸ φιλολογεῖν ἤπερ τὸ ῥᾳθυμεῖν. τὴν τοιαύτην ϲύνταξιν ἀκριβέϲτερον ἐν τῷ περὶ ϲυντάξεωϲ ἀποδώϲομεν. — Καὶ κατὰ τοῦτο ἄρα ἐδείχθη, ὡϲ οὐκ ἐπιρρηματικῆϲ ϲυντάξεωϲ ἔχεται τὰ προκείμενα, ῥηματικῆϲ δέ.

Ἴδιον ῥημάτων ἐϲτὶ τὸ ἐν παρῳχημένῃ προφορᾷ, εἰ ἀπὸ ϲυμφώνων ἄρχοιτο, τὸ ε προϲλαμβάνειν ἔξωθεν. καὶ οὐκ ἄλλῳ τῳ μέρει λόγου τοῦτο παρεπόμενόν ἐϲτι. πῶϲ οὖν κἂν κατ’ ὀλίγον τιϲ διϲτάϲειε τὸ δεῖ ὅτι ῥῆμά ἐϲτι, καὶ οὕτωϲ ὥϲτε τὸ ϲυγκεχυμένον τῶν χρόνων διαϲτέλλειν; ἐνεϲτῶτοϲ γὰρ χρόνου γενήϲεται τὸ δεῖ γράφειν, λέγω τὸ γράφειν· παρατατικοῦ δὲ τὸ ἔδει γράφειν, προϲλαβὸν ἔξωθεν τὸ ε, ὅπερ ἴδιον ῥήματοϲ, ὡϲ εἰ καὶ τὸ θέλω γράφειν εἴη ἐνεϲτῶτοϲ διὰ τὸ θέλω, παρατατικοῦ δὲ ἐν τῷ ἔθελον γράφειν. τὸ δὲ αὐτὸ παρεπόμενόν ἐϲτι καὶ τῷ χρή.

Καὶ κατὰ τὸ λῆγον δὲ ῥῆμά ἐϲτι τὸ δεῖ, εἴγε αἱ τοιαῦται προφοραὶ ἐν ϲυναιρέϲει εἰϲί, πνέει πνεῖ, χέει χεῖ, ῥέει ῥεῖ. καὶ οὕτωϲ δέει καὶ δεῖ καὶ ἔδει. οὐδὲ γὰρ ἔϲτιν ἐπινοῆϲαι ἐπίρρημα εἰϲ ει λῆγον ἐν περιϲπαϲμῷ, κατὰ τὸ κοινὸν ἔθοϲ, διὰ τὸ παρὰ Δωριεῦϲι πεῖ γὰρ ἁ ἄϲφαλτοϲ (fr. Sophr. 35 Ahrens) καὶ εἶ τὰ τῶν χοιραγχᾶν (fr. Sophr. 86 Ahrens). τὸ μὲν γὰρ ϲὺν τῷ ν λεγόμενον πάλιν ἑτέραϲ ἐννοίαϲ ἐϲτί, λέγω τὸ δεῖν, ἐκ μετοχικοῦ τοῦ δέον ϲυνῃρημένον Ἀττικώτερον, καθὸ καὶ τὸ πλέον πλεῖν φαϲίν. — Ἡ μέντοι χρή φωνὴ τῇδε πάλιν καταϲτήϲεται. — τὸ δέω καὶ τὸ χρέω ϲυνωνυμεῖ, οὐκ ἀγνοοῦντόϲ μου Argvm. 15 Firmissimum argumentum ducitur ex ἔδει ἐχρῆν formis; nam augmentum solis verbis praefigitur. — 24 Exitu quoque ostenditur illa verba. esse;  δεῖ enim ex δέει contractum; — 31 χρὴ ex χρῆμι verbi tertia persona per apocopen ortum. Discr. script. 3. ταυτη A | 4 προαιρεϲ A | 6. πραγμ A | 6—7. απαρεμφατω A | 7. προφορα A | προαιρουμ. A | 12. το ραθυμειν alio atramento et alia, ut videtur manu (A2?), in spatio, quod vacuum reliquerat A1, ita additum, ut lacuna non tota expleatur | post ϲυνταξιν punctum in A | 16. προϲλαμβαν | αλλωι τω μερη A | 17. διαϲτηϲειε pro διαϲτάϲειε A, ut 131, 9 | 18. οὕτωϲ b, ουτω A | ὥϲτε Ab, οἷόν τε GFSchoemann | 25. πνει πνεει A | 25—26. δέει καὶ] fol. 119 v.; pro δέει in A est δεῖ | 26. ληγον fere evan in A | 30. in ϲυνῃρημένον deest ι A | litterae ν in voce ϲυνηρημενον et litteris ατ in voce αττικωτερον lineola subscripta est in A ab A1 | 31. πλέον b, πλεω A | τηδε A | 32. τὸ δέω b, το δε δεω A ὅτι καὶ τὸ δέω πλείονα ϲημαίνει καὶ τὸ χρέω· ἀλλὰ καὶ αὐτὸ τὸ ἐνδεῖν ϲημαίνει τὸ χρέω. ϲαφὲϲ ἐκ τοῦ παρακειμένου οὐδετέρου, λέγω τοῦ χρέοϲ, ὡϲ καὶ ἐν τῷ ἔπω ἔποϲ παράκειται. καὶ ἐξ ὑπομνήϲεωϲ τὸ τοιοῦτον δεῖ παραλαβεῖν, ὅτι παραγωγή τίϲ ἐϲτιν ἡ τοῦ χρῆμι, ἧϲ τὸ τρίτον πρόϲωπόν ἐϲτι χρῆϲι, καθότι καὶ παρὰ τὸ φημί φηϲί. καὶ ὃν τρόπον παρὰ Ἀνακρέοντι (fr. 41 Bergk3) τὸ φηϲίν ἀποκοπὲν φή ἐγένετο, ϲὲ γάρ φη ταργήλιοϲ, τὸν αὐτὸν τρόπον καὶ τὸ χρῆϲι χρή ἐγένετο ἀποκοπέν. ὅπερ ἐπίμεμπτον ἐν τῇ κατὰ τὸν παρατατικὸν προφορᾷ κατὰ τάϲιν, ἐχρῆν, καὶ ὅτι καὶ ϲὺν τῷ ν λέγεται ἐχρῆν. καὶ πάλιν οὐ κατὰ τὴν ἑτέραν παράθεϲιν, καθότι καὶ τὸ ἦν ἐν τρίτῳ ἐνοεῖτο. καὶ τὸ ϲυνὸν δὲ ἀπαρέμφατον χρῆναι ἐπιμαρτυρεῖ τῷ ϲχηματιϲμῷ.

Ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ ἕκητι, περὶ οὗ καὶ ἐν τῷ περὶ ϲυνδέϲμων ἐξεθέμεθα, πότερον αὐτὸ καταριθμητέον εἰϲ τοὺϲ αἰτιολογικοὺϲ ϲυνδέϲμουϲ, ὡϲ ἴϲην ἔχον δύναμιν τῷ ἕνεκα, ὥϲ γε ἔϲτι ϲημειώϲαϲθαι ἐκ τῆϲ ἐπὶ αὐτὸ φερομένηϲ ϲυντάξεωϲ, ἕκητι ϲέθεν, ὡϲ ἔχει καὶ τὸ ἕνεκὰ ϲοῦ, καθότι καὶ ὁ ϲύνδεϲμοϲ ἐπὶ γενικὴν φέρεται καὶ τοιοῦτόν τι ϲημαίνει, ἑκόντοϲ ϲοῦ, ὡϲ ἐθέλοντοϲ ϲοῦ. ᾧ παράκειται τὸ ἐθελοντί, καθότι καὶ ἄλλοιϲ τὰ τοιαῦτα παράκειται, ἀθεωρητί, ἀκλαυτί. ἐντελέϲτερον μὲν οὖν, ὡϲ εἴπομεν, ἠκριβώθη ὁ περὶ αὐτοῦ λόγοϲ ἐν τῷ περὶ ϲυνδέϲμων· καὶ νῦν δὲ δι᾿ ὀλίγων ἀποδεικτέον, ὡϲ μᾶλλον ἔχεται τοῦ μεριϲμοῦ τῶν ἐπιρρημάτων. — Ὅτι οἱ ϲύνδεϲμοι τὰϲ ἀποφατικὰϲ φωνὰϲ ἢ τὰϲ ϲτερητικὰϲ οὐ δύνανται ἀναδέχεϲθαι, δῆλον ἐντεῦθεν. ἐπὶ καταφάϲει τινῶν τὰ τοιαῦτα μόρια παραλαμβάνεται εἰϲ ἀναίρεϲιν τῆϲ καταφάϲεωϲ. οἱ δὲ ϲύνδεϲμοι οὔποτε κατ᾿ ἰδίαν ϲημαίνουϲί τι, ϲυνδέουϲι δὲ τοὺϲ λόγουϲ, ἑξῆϲ τάϲϲοντεϲ καὶ οὕτωϲ ἐπιϲυνδέοντεϲ Arovm.  18 Ἔκητι adverbium est. — 22 Nam coniunctiones nunquam per se aliquid significant, sed sententias connectunt; nunquam igitur ᾱ privatinum assumunt. Ergo ut ἀέκητι, ita ἔκητι, quod ab eo derivatur, adverbium est. Testim. 1 cf. Orion. 164, 8 Χρέος παρὰ τὸ χρέω τὸ δηλοῦν τὸ ἐνδεῖν. Οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ ἐπιρρημάτων. Eadem fere sunt in Gud., ubi tamen falso legitur περὶ ῥημάτων. cf. Miller, Mél. p. 311. 312. Discr. Script. 2. παρακειμεν abbr. in A | 3—4. το τοιουτον om. A1, add. A2 in marg. | 6. ν vocis φηϲιν distractum, ut linea expleatur | 7. τροπ᾿ A | 8. διόπερ pro ὅπερ GFSchoemann | 9. κατὰ τάϲιν Ab in textu, κατά τε τάϲιν b in var. lect. | ἐχρῆν Ab in textu, ἐχρῆν ⟨γὰρ⟩ b in var. lect. | καὶ ὅτι GFSchoemann | ὅτι καὶ Ab in textu, ὅτι τε καὶ b m var. lect. | ἐχρῆν del. GFSchoemann | 10. κατά τιν᾿ ἑτέραν παράθεϲιν, ⟨ἡ⟩ καθότι GUhlig | 11 — 12. τω ϲχηματιϲμω A | 13. inscriptio περι του εκητι maiusc. A | 14. ultima syllaba vocis καταριθμητεον abbr. A | 15. εϲτιν A | 18. ᾧ b, ωι A2 in ras. | 21 ϲυνδεϲμ A | 23. αναδεχεϲθ abbr. A | 25—26. ϲημαινουϲιν A | 26. ϲυνδεουϲιν A | ἐξῆϲ τάϲϲοντεϲ GFSchoemann, ἐξαρτίζοντεϲ OSchneider, ἐξετάζοντεϲ Ab καὶ ἑνοῦντεϲ. οὖκ ἔνδεκτον οὖν, τὸν ἕκητι ϲύνδεϲμον ὄντα ἐν ϲυνθέϲει ϲτερήϲεωϲ γεγενῆϲθαι ἐν τῷ ἀέκητι. οὐ γὰρ ὁ ἕνεκα τὸ τοιοῦτόν ποτε ἀνεδέξατο, οὔτε ἄλλοϲ τιϲ τῶν προκειμένων Ἔϲτιν οὖν καὶ οὕτωϲ φάναι. εἰ ὁ λόγοϲ κατὰ ἀπόφαϲιν τὴν τῶν ϲυνδεομένων παραλαμβάνοιτο, ϲυνόντων καὶ ϲυνδέϲμων, οὐκ ἐν ϲτερήϲει τὸ τοιοῦτόν ποτε γενήϲεται, ἐν δὲ παραθέϲει τῆϲ οὔ ἀποφάϲεωϲ, ὅτι φιλῶ ϲε παραγίνομαι, οὐχ ὅτι φιλῶ ϲε παραγίνομαι· ἔγραψεν Ἀπολλώνιοϲ, οὐ μὴν ἔγραψεν Ἀπολλώνιοϲ ἀνέγνω δέ· ἕνεκα ϲοῦ παρεγενόμην, οὐχ ἕνεκα ϲοῦ παρεγενόμην. εἰ δὲ τοῦτο ἀληθέϲ, ϲαφὲϲ ὅτι καὶ τὸ ἕκητι μόνον ἂν τὴν οὔ ἀπόφαϲιν ἀνεδέχετο ἐν τῷ οὐχ ἕκητι, οὐχὶ καὶ ϲτέρηϲιν. ἔϲτι δὲ ἐπινοῆϲαι ἐν ἐπιρρήμαϲι καὶ παράθεϲιν τῆϲ οὔ ἀποφάϲεωϲ καὶ ϲύνθεϲιν τῆϲ ᾱ ϲτερήϲεωϲ, οὐ φίλωϲ ἀφίλωϲ, οὐ ϲεμνῶϲ ἀϲέμνωϲ. τῇδε ἂν ἔχοι καὶ τὸ ἀέκητι.

Ἀλλ᾿ ἴϲωϲ καὶ τὸ τοιοῦτον ἔχοι ἂν πάλιν ἐπίϲταϲιν, ὡϲ οὐ τὰ ἐν ϲτερήϲει τῶν ἐπιρρημάτων γινόμενα ἰδίᾳ ἐγένετο, ἐν μεταλήψει δέ ἐϲτι ϲυνθέτων τὸ γὰρ ἀφίλωϲ παρὰ τὸ ἄφιλοϲ, καὶ τὸ ἀϲέμνωϲ παρὰ τὸ ἄϲεμνοϲ. ἔνθεν καὶ μένει ὁ τόνοϲ ἐν τῷ ἀψευδῶϲ καὶ ἀϲαφῶϲ, εἴγε καὶ τὸ ἀψευδήϲ καὶ ἀϲαφήϲ ϲυνέμεινε κατὰ τάϲιν.

Τρύφων (p. 32 Velsen) φηϲὶ καὶ διὰ τὸ ἀκατάϲτατον τοῦ τόνου μὴ ἔχεϲθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μεριϲμοῦ. τὰ γὰρ τοιαῦτά φηϲιν ὀξύνεϲθαι, ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ ϲὺν τῷ ϲ, ἑλληνιϲτί δωριϲτί, αἰολιϲτί. Πάνυ δὲ ἀπόβλητοϲ ὁ λόγοϲ. οὐ γὰρ τὰ παρὰ πνεύματα ἢ τόνον ἢ τι τῶν παρεπομένων ταῖϲ φωναῖϲ ἐκφερόμενα περιγράφεται τοῦ δέοντοϲ μεριϲμοῦ. οὐ γὰρ ἐπεὶ μὴ δεόντωϲ τὸ πούϲ ὀξύνεται, οὐκ ὄνομα· ἢ ὅτι τὸ ἅπαξ βαρύνεται καὶ πέριξ, τῶν ἄλλων ὀξυνομένων οὐκ ἐπιρρήματα.

Πρὸϲ οῖϲ καὶ δεδείξεται, ὅτι κατὰ τὸν τόνον ἀνάλογόν ἐϲτι.

Καταϲτατέον οὖν τὰ τοῦ ϲχηματιϲμοῦ τῇδε. ἀπὸ ῥήματοϲ τοῦ ἀεκάζω, ᾧ ϲυνήθωϲ Ὅμηροϲ κέχρηται, πόλλ᾿ ἀεκαζομένη (Ζ 458) ἔπιπτεν ἐπίρρημα τὸ ἀεκαϲτί, καθότι τῷ ἰάζω παράκειται τὸ ἰαϲτί, ἑλληνίζω ἑλληνιϲτί. καὶ ἡ μὲν ὁλόκληροϲ προφορὰ τοιαύτη. ἐνδεήϲαντοϲ ARGVM. 14 Opponat fortasse quispiam, adverbia cum ᾱ privativo composita. ex adiectivis cum ᾱ compositis facta esee. — 19 Ex accentu autem, cui orationis parti tribuendum sit, colligere non licet. — 27 Accedit, quod accentus non pugnat cum lege. — 30 Nam ab ἀεκάζω derivatur ἀεκαϲτί, DISCR. SCRIPT. 1. ϲυν pro ϲυνδεϲμον A | post οντα fol. 120 r., in quo quattuor vel quinque litterae madore evan , deinde πει (quod enotavit b) val επει (quod videre sibi visus est RSchncider); ⟨ἐν ϲυνθέϲ⟩ει GFSchoemann ⟨ἐπ⟩ὶ RSkrzeczka | 2. ου A, οὔτε b | 4. ὁ λόγοϲ GFSchoemann, ὅλωϲ AB | 10. αν supra lin. A | 11. εϲτιν A | 18. ϲυνεμεινεν A | 20 μεριϲμ· A | 21. ακονητι A | 23. περιγράφεται b, παραγραφεται A | 31. τῷ ἰάζω b, το ιαζω A δὲ τοῦ ϲ, καὶ Ἰωνικώτερον μετατεθέντοϲ τοῦ ᾱ εἰϲ η, καθότι καὶ τὸ διπλάϲιον διπλήϲιον, ἀναγκαίωϲ καὶ τὰ τοῦ τόνου ϲυνανεβιβάζετο, καθ᾿ ὃν τρόπον καὶ ἄλλα μόρια, ἐνδεήϲαντα τοῦ ϲ, ἀνεβίβαζε τὸν τόνον, δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι ϲυνεληλάμενοι. αἴτιον γὰρ τὸ ϲ τῆϲ ὀξύτητοϲ ἐγένετο, ἐπεὶ τοῖϲ ἀπὸ ῥημάτων παραχθεῖϲιν ἐπιρρήμαϲι καὶ ὀξυνομένοιϲ ϲύνεϲτι τὸ ϲ, δωρίζω δωριϲτί, αἰολίζω αἰολιϲτί. τὸ δὴ οὖν αἴτιον τῆϲ ὀξύτητοϲ ϲ ἐν πάθει ὑπεϲτέλλετο, καὶ ἐπεὶ οὐκέτι ὅμοιον ἐγίνετο τοῖϲ προκειμένοιϲ, εἰϲ τὸν κοινὸν τῶν ἄλλων ἐπιρρημάτων τόνον μετῄει, ἅπερ ἐβαρύνετο, ὡϲ τό ὕψι, ἶφι, αὖθι. τὸ τοιοῦτον ἐντελέϲτατα ἐπιδεδείξεται, ὡϲ πᾶν ϲχῆμα λέξεωϲ, τὴν ὁμοιότητα τῶν προκειμένων μορίων ἀποβαλὸν ἐν πάθει, εἰϲ τὸν τόνον μεταβάλλεται τὸν δυνάμενον τὴν ὁμοιότητα τοῦ πάθουϲ ἀναδέξαϲθαι. ὥϲ γε ἔϲτιν ἐκ τῶν προκειμένων μορίων ἐκθέϲθαι. τὰ εἰϲ ϲτηϲ ῥηματικά , ὅτε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ, ὀξύνεται, εἰλαπιναϲτήϲ, λιθαϲτήϲ, θεριϲτήϲ· τὰ δὲ διὰ μόνου τοῦ τηϲ ἐκφερόμενα μετὰ βραχείαϲ τῆϲ παρεδρευούϲηϲ βαρύνεται, οἰκέτηϲ, ἀρότηϲ, ἐλάτηϲ. ἔνθεν οὐ ϲυμμένει ἡ ὀξεῖα ἐπὶ τοῦ ἐργάτηϲ ἡ τοῦ ἐργαϲτήϲ, ἀλλ᾿ ἅπαξ ἂν ἀποβάλλῃ τὸ ϲ, ὅμοιον γινόμενον τῷ ἐλάτηϲ καὶ ἀρότηϲ, ϲὸν ἐκείνοιϲ καὶ βαρύνεται. — Καὶ ὡϲ μὲν παρῆκται κατὰ λόγον τῶν ἐπιρρημάτων, ϲαφὲϲ ἐγένετο.

Καταϲτατέον δὲ καὶ πῶϲ τὸ ἕκητι ἐγένετο. δόκηϲιν μὲν ἔχει προῦπάρχουϲαν τοῦ ἀέκητι, καθὸ τὰ ἁπλᾶ προυφέϲτηκε τῶν ϲυνθέτων. ἀλλ᾿ ἔϲτι γε ἀποδεῖξαι πάμπολλα ἁπλᾶ ἀπὸ ϲυνθέτων γεγονότα, ὡϲ ἔϲτι γε ἐπινοῆϲαι καὶ ἐπὶ τῶν κατὰ ϲύμπηξιν ϲωμάτων ἀποβολάϲ τινων μερῶν, ἁπλότητοϲ μὲν ἐχομέναϲ, δηλούϲαϲ δὲ τήν ποτε γενομένην αὐτοῖϲ ϲύμπηξιν, ARGVM. 7 cuius accentus, ϲ eiecta, recte retrahitur, ut in ἐργαϲτήϲ ἐργάτηϲ sim. — 21 Multa autem videntur illa  quidem simplicia esse, sed non sunt; TESTIM. 23 Choer. Can. 435, 5 Τὸ μὲν ἀπὸ συνθέτου γίνεσθαι ἀπλοῦν οὐκ ἔστι ξένον· ἔχομεν γὰρ τοῦτο καὶ ἐπὶ φυσικῶν πραγμάτων, ὤσπερ ἀπὸ δένδροσ ἐάν τις ἀποσπάσῃ κλάδον, γίνεται ἀπλοῦν ἀπὸ συνθέτου, καὶ ἐὰν ἀπὸ ζώου ἀποσπάσῃ τις χεῖρα ἢ πόδα, γίνεται ὁμοίως ἀπὸ συνθέτου ἁπλοῦν. Καὶ ἐπὶ λέξεων δὲ τὸ αὐτὸ εὐρίσκομεν σχῆμα· ἀπὸ γὰρ τοῦ ‘εὐστάδα λίμνην’ ἔχομεν ἀπλοὺν τὸ ‘στάδα λίμνην’, καὶ ἐδοὺ ἀπὸ συνθέτου λέξεως ἐγένειο ἁπλῆ λέξις (σημαίνει δὲ τήν καλῶς ἱσταμένην·) καὶ τὸ ‘εἴρυσαν ἠνορέῃ’ ἀπὸ τοῦ εὐηνορέῃ γέγονε, καὶ τὸ ‘δόμοις ἔνι ποιητοῖσιν’ ἀπὸ τοῦ εὐποιητοῖσι γέγονε· τὸ γὰρ καλῶς πεποιημένον δηλοὶ. DISCR. SCRIPT. 1. του ϲ A, quod GFSchoemann e coniectura restituerat, τοῦ τ b | 2. διπληϲι’ A | 3. τοῦ b, το A | ανεβιβαζεν A | 5, τῆϲ ὀξύτητοϲ] fol. 120 vers. | 9. τόνον b, τόπον A | 11. προκειμένων] ‘Fortasse leg. παρακειμένων’ b in var. lect | 12 — 13. τὴν ἀνομοιότητα pro τὴν ὁμοιότητα? GUhlig | 13. ῶϲ γε b, ωϲτε A | 14. ϲτηϲ b, τηϲ A | 15. ειλαπηναϲτηϲ A | 17. τοῦ add. b | 18. αποβαλλει (non αποβαλλη, quod b retert) A, ἀποβάλῃ b | γινομενον A, γενόμενον b | το ελατηϲ A | 21. καταϲτεον A | 23. εϲτιν A | εϲτιν A | 24. ‘malim ἐπὶ’ b in var. lect, ἐκ Ab in textu | 25. γινομενην A ὡϲ εἰ κλινιδίου ποὺϲ ἤ τι τοιοῦτον μερικόν τὸ ὑπόδειγμα ἐπὶ πολλὰ ϲυντείνει. ἔϲτιν οὖν τιϲ τρόποϲ καὶ τοιοῦτοϲ ἐν λέξεϲιν, ὃϲ δοκεῖ μὲν ἁπλοῦϲ εἶναι, ὑπόμνηϲιν δὲ ἔχει τοῦ ἐκπεπτωκέναι ἐκ ϲυνθέτου λέξεωϲ. καὶ ἕνεκά γε ὑποδείγματοϲ ἕν που καὶ δεύτερον παραληπτέον. — Τὸ ἠνορέα, ἁπλοῦν νοούμενον ἁπάντοτε, οὐ καταϲτήϲεται. πόθεν γὰρ παρὰ τὸ ἀνήρ ἢ τὴν ἀνέροϲ γενικήν, ἢ τὴν ϲυγκεκομμένην ἀνδρόϲ, τὸ ἠνορέα ϲυϲτήϲεται ἢ ἀνερία (ὡϲ αἰθέροϲ αἰθερία), τῆϲ δὲ ἀνδρόϲ (ὡϲ καὶ ἐϲτιν) ἡ ἀνδρία; — ἀλλὰ καὶ τὰ τοῦ λόγου τῇδε ἔχει. τὸ ἀνήρ ϲυντιθέμενον τὸ ᾱ εἰϲ η μεταβάλλει, τὸ δὲ η εἰϲ ω. ἀνήρ ἀντήνωρ, ἀγαπήνωρ, εὐήνωρ, Ἐλεφήνωρ· φαμὲν δὲ καὶ διὰ τοῦτο καὶ τὸ Νικάνωρ, Εὐφράνωρ Δωρικά. ἦν οὖν καὶ τὸ εὐήνορα οἶνον (δ 622), ἀφ᾿ οὗ γέγονεν ἡ εὐηνορία καὶ εὐηνορέα, καὶ ἐλλείψει τῆϲ εῡ διφθόγγου, ἠνορέα. καὶ γὰρ ϲαφέϲ, ὅτι τὸ δόμοιϲ ἔνι ποιητοῖϲιν (ν 306) ἐν ἐλλείψει ἐϲτὶ τοῦ εὖ· ἐϲτὶ γὰρ ἐν τοῖ εὖ⟩ πεποιημένοιϲ· καὶ τὸ κρητῆρα τετυγμένον (Ψ 741) ϲημαίνει τὸν εὖ τετυγμένον. καὶ ἄλλα δὲ πολλά ἐϲτιν, ἅπερ ἁπλῶϲ μὲν λέγεται, ϲυνθέτωϲ δὲ νοεῖται· ἀλλ᾿ ὑμεῖϲ ἔρχεϲθε (1 649) ἀντὶ τοῦ ἀπέρχεϲθε, καὶ πικρὰϲ ὠδῖναϲ ἔχουϲαι (Λ 271) ἀντὶ τοῦ ἐπέχουϲαι, καὶ τὸ οἵ ϲφιν γείτονεϲ ἦϲαν (ι 48) ἀντὶ τοῦ ἀϲτυγείτονεϲ. καὶ ἀνάπαλιν παρὰ προθέϲειϲ ἐλλείποντα ῥήματα, πάρα δ᾿ ἀνήρ, ὃϲ καταθήϲει (π 45).ἀλλ᾿ ἄνα, εἰ μέμονάϲ γε (Ι 247). — Ἀλλ᾿ οὐδὲ τὸ φρονῶ πάλιν ῥῆμα ϲυϲτήϲεται. παρὰ γὰρ τὸ φρήν καὶ τὴν τούτου γενικὴν φρενόϲ ἀπετελεῖτό τι φρενῶ, καθὸ καὶ παρὰ τὴν ἑνόϲ φωνὴν ἑνῶ που γίνεται. οὐ δὴ οὖν ἔϲτι θαρρῆϲαι, ὡϲ κατὰ πάθοϲ τὸ ε εἰϲ τὸ ο μετετέθη ἐν τῷ φρονῶ. οὐ γὰρ ἦν ἡ αὐτὴ ἔννοια, εἴγε τὰ πάθη οὐ τῶν λεκτῶν, τῶν δὲ φωνῶν. ἄλλωϲ τε τὸ μετατίθεϲθαι τὸ ε εἰϲ τὸ ο ἐν βαρυτόνοιϲ ῥήμαϲίν ἐϲτι, φέρω φορῶ, πέρθω πορθῶ, νέμω νομῶ. ἔχει οὖν τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. τὸ φρήν πάλιν Argvm. 5 velut ἠνορέα ex εὐηνορέα factum est, Testdi. 10 cf. An. Ox. II, 444, 11. Et. M. 9, 46. — 14 cf. Et M. 432, 77. Discr. Script. 5. νοούμενον ἁπάντοτε, οὐ b GFSchoemann, νοούμενον, ἁπάντοτε οὐ (vel οὐ πάντωϲ?) RSkrzeczka | 5— 6. πόθεν γὰρ; interpunxit b, interrogationis signum delevit RSkrzeczka | 7. τὸ ἠνορέα ϲυϲτήϲεται ἢ ἀνερία Ab, τὸ ἠνορέα ϲυϲτήϲεται; ἀλλ᾿ ἢ ἀνερία RSkrzeczka, οὐκ ἠνορέη ϲυϲτήϲεται ἀλλ᾿ ἀνερία GFSchoemann, interrogandi signum post ἀνδρία pro puncto posuit RSchneider | 8. τηδε A  | 15. ποιητοιϲι A | 16. ἐν add. b | post γαρ fol. 121 r. | ἐν τοῖϲ εὖ b, εὖ habet etiam L, sed nescio an ex coniectura addiderit | 20. ερχεϲθ· A | 29. αποτελειτο A ϲυντιθέμενον τὸ η εἰϲ τὸ ω μεταβάλλει, φρήν ἄφρων, ϲώφρων. ἐγίνετο δὲ πάμπολλα πάλιν τοιαῦτα ῥήματα ὀνοματικά, ὡϲ παρὰ τὴν εὐδαίμονοϲ γενικὴν γίνεται τὸ εὐδαιμονῶ, παρά τε τὴν ἀγνώμονοϲ τὸ ἀγνωμονῶ. παρὰ τὴν ἄφρων οὖν εὐθεῖαν ἐγίνετο ἀφρονῶ, κατὰ ϲτέρηϲιν τοῦ φρονεῖν. ἐπεὶ δὲ τὰ ἐν ϲτερήϲει παραλαμβανόμενα καὶ ἐν καταφάϲει παραλαμβάνεται. ἀφαιρουμένηϲ τῆϲ ϲτερήϲεωϲ, τὸ φρονῶ ἐγίνετο εἰϲ κατάφαϲιν τοῦ ἀντικειμένου τοῦ ἀφρονεῖν. — Εἰ δέ τιϲ καὶ τὸ ἀκριβὲϲ ἐπιϲτήϲειε, καὶ τὸ ἀψευδήϲ καὶ ἔτι τὸ ἀϲαφήϲ πρότερα ἂν εὕροι τοῦ ψευδήϲ καὶ ϲαφήϲ ἀλλὰ φήϲει τιϲ ὅτι, εἴπερ δοίημεν παρὰ τὸ ψευδῶ καὶ ϲαφῶ τὰ ὀνόματα ἐγίνετο. τὰ δὴ ἐν ὀξείᾳ προφορᾷ καὶ ἐν κλίϲει τῇ διὰ τοῦ ηϲ ἐκ ῥημάτων παραγόμενα κατὰ ϲύνθεϲιν παραλαμβάνεται. παρὰ τὸ ϲεβῶ εὐϲεβήϲ, παρὰ τὸ πήϲϲω πρωτοπαγήϲ, καὶ ἴϲωϲ παρὰ τὸ ψεύδομαι ἦν τι ἀψευδήϲ, καὶ εἰϲ κατάφαϲιν πάλιν τοῦ ψεύδεϲθαι ψευδήϲ ἐγίνετο. — Τούτων οὖν τῇδε ἐχόντων, προϋπάρχοντοϲ ῥήματοϲ τοῦ ἀεκάζω, προϋπάρχει τὸ ἐπίρρημα τὸ ἀεκαϲτί, ἀφ᾿ οὗ τὸ πεπονθὸϲ τὸ ἀέκητι. καὶ ἐπεὶ ϲυνήθωϲ πάλιν ἐκ ϲυνθέτων ἁπλᾶ ἐγίνετο, καὶ μάλιϲτα ἐν ἐλλείψει τῆϲ ᾱ ϲτερήϲεωϲ, πιϲτούμεθα ὅτι καὶ ἐκ παραϲυνθέτου τοῦ ἀέκητι ἁπλοῦν παρελαμβάνετο τὸ ἕκητι. οὐκ ἄρα ἄπορον τὸ ϲχῆμα, δόκηϲιν ἔχον ϲυνθέϲεωϲ, τὸ τοῦ ἀέκητι.

Ἑξῆϲ ῥητέον καὶ περὶ τοῦ ὑπόδρα, περὶ οὗ Τρύφων ἐν τῷ περὶ ἐπιρρημάτων (p. 47 Velsen) φηϲίν , ὡϲ οὐ δεόντωϲ βαρεῖαν τάϲιν ἀνεδέδεκτο. «τὴν γὰρ ἀποβολήν» φηϲι «φυλακτικὴν εἶναι τοῦ τόνου. τὸ ἄναξ, ἀποβαλὸν τὸ ξ, φυλάϲϲεται κατὰ τὴν αὐτὴν τάϲιν, Ζεῦ ἄνα Δωδωναῖε (Π 233) καὶ κατὰ κλητικὴν τὸ γύναιξ, ἐν τῷ ὦ γύναι· ἔτι τὸ γάλαξ, ἀφ᾿ οὗ γενικὴ ἡ γάλακτοϲ, ὅτε γίνεται πάλιν γάλα. ὅθεν εἰ καὶ τὸ ὑποδράξ ἐν ὀξείᾳ τάϲει ἐϲτί, ϲαφὲϲ ὅτι καὶ τὸ ἐν ἀποβολῇ τοῦ ξ πάλιν τὸν ἐπόντα τόνον φυλάξει.» — Τὸ τοιοῦτόν τινεϲ ἐπιλύονται, φάμενοι μὴ ἐν ἀποβολῇ τοῦ ξ τὸ ὑπόδρα γεγενῆϲθαι, ϲυνδέϲμων δὲ παραπληρωματικῶν ARGVM. 4 φρονῶ ab ἀφρονῶ derivatur, — 8 ψευδήϲ ϲαφήϲ ab ἀψευδήϲ ἀϲαφήϲ. — 20 Trypho ὑπόδρα non recte accentum retrabere censet, cum ex ὑποδράξ ortum sit. — 29. Alii ex ὑπὸ δή ῥα conflatum esse putant. DISCR. SCRIPT. 7. καὶ delevit GUhlig, ‘malim κατὰ τὸ ἀκριβὲϲ’ b in var. lect. | 8. ευρη A | 9. ἀλλὰ — 10 ἐγίνετο eiecit GFSchoemann | 10. τὰ γὰρ sitne pro τά δὴ scribendum dubitat GFSchoemann | προφοραι A | 11. τη A | ηϲ GDronke GFSchoemann, ευϲ Ab in textu, ‘fortasse leg. ουϲ’ b in var. lect | παραγόμενα GFSchoemann, ἀναγόμενα Ab | 13. τοῦ b, τὸ A | 14. Τουτων ante lin. A | τηδε A | 15. αϲκηϲτι A | 16. post καὶ lacunam indicanit b in textu, sed nullum eius vestigium in A, καὶ ⟨ἐπεὶ ⟩ vel κἀπεὶ b in var. lect., καὶ ⟨ἐπεὶ⟩ etiam GFSchoemann | 17. λείψει Ab ‘Fort, ἐλλείψει’ b in var. lect. | 18. θετου litterae in voce παραϲυνθέτου in rasura A1 ‘Fort. παρελαμβάνετο’ b in var. lect., κατελαμβάνετο Ab | b 19. τὸ τοῦ ἀέκητι GFSchoemann, ἐκ τοῦ ἀέκητι Ab, ἐπὶ τοῦ ἀέκητι RSkrzeczka | 20. lac. expl. b | lac. expl. b in var. lect. | 21. 22. lac expl. b 25. κλιτικην A | 28. ἐπόντα b, επιοντα A ἐν ὑποϲτολῇ τοῦ η παραθέϲει, τοῦ ἐντελοῦϲ ὄντοϲ ὑπὸ δή ῥα ἰδών. «οὐδὲ γὰρ πιθανόν, παρακειμένου τοῦ ἰδών, τὸ ὑποδράξ παραλαμβάνειν· ἐν γὰρ τῷ ὑποδράξ ἔγκειται τὸ ὑπιδών.» ὥϲτε κατ᾿ αὐτούϲ μηδ᾿ ἐπίρρημα εἶναι τὸ ὑπόδρα, παράθεϲιν δὲ προθέϲεωϲ καὶ παραπληρωματικῶν ϲυνδέϲμων, ὥϲτε τὴν ὑπό τῷ ἰδών ϲυντάϲϲεϲθαι, καὶ εἶναι τὸ ἐξῆϲ ὑπιδών, τοῦ ῥά καὶ τοῦ δή μίαν καὶ τὴν αὐτὴν ἐχόντων δύναμιν. — Ἀλλ᾿ ἐϲτι γε πρὸϲ ἀμφοτέρουϲ τοὺϲ λόγουϲ φάναι. Καὶ πρὸϲ μὲν τὸν πρότερον, ὡϲ οὐκ ἔϲτιν ἀληθέϲ, ὡϲ τὰ ἐν ὑποϲτολῇ τῶν ϲυμφώνων, ἵνα μὴ μερικώτερόν τιϲ ἐπὶ τοῦ ξ διαλάβῃ, πάντοτε φυλακτικά ἐϲτι τοῦ τόνου, εἰ μὴ ὁ τύποϲ ὁ ὑπολειπόμενοϲ παραδέχοιτο τὸν τόνον. οἷον τὸ πολλάκιϲ ἢ δεκάκιϲ ἢ τὰ τοιαῦτα ἐν ἀποβολῇ τοῦ ϲ οὐ κωλύεται μένειν κατὰ τὸν αὐτὸν τόνον. εἴγε ἄπειρα τὰ εἰϲ ῑ λήγοντα ἐπιρρήματα κατὰ βαρεῖαν τάϲιν· τὰ δὲ ὀξυνόμενα ἔν τινι τηρήϲει ἐϲτὶ κατὰ τὴν ὀξύτητα, περὶ ὧν ἐκτεθείμεθα καὶ ἐν τῷ περὶ τοῦ ἕκητι. τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ χωρίϲ, ἀποβαλὸν τὸ ϲ, οὐκ ἐφύλαξε τὴν ἐπὶ τοῦ τέλουϲ ὀξεῖαν, ἀνεβίβαζε δέ, οὐχ ὑποπῖπτον τῇ ὀξύτητι τῶν εἰϲ ῑ ληγόντων ἐπιρρημάτων, ἐν τῷ χῶρι διατμήγουϲιν (Callim. fr. 48 Betley Schneider). ἔφαμεν δὲ καὶ αὐτὸ τὸ ἕκητι εὐλόγωϲ ἀναβεβιβακέναι τὸν τόνον. ἀλλὰ καὶ ἐπὶ τοῦ οὕτωϲ· ἡνίκα ἀποβάλλεται τὸ ϲ ἐν τῷ οὕτω, οὐκ εἴργεται τῆϲ βαρύτητοϲ τῆϲ κατὰ τὰ εἰϲ ωϲ, ἐπεὶ πάμπολλα τὰ ἐν βαρείᾳ τάϲει. καὶ ἐπ᾿ ὀνομάτων δὲ ἔϲτι τὸ αὐτὸ παραϲτῆϲαι, καὶ ἐπ᾿ ἄλλων μερῶν λόγου, εἴγε, ὡϲ ἔφαμεν, τὸ ϲυνεληλαϲμένοι, ἐνδεῆϲαν του ϲ, ἀναγκαίωϲ ἀνεβίβαζε τὸν τόνον, τὸ δεϲπότηϲ, τὸ ἐργάτηϲ. τό γε μὴν ϲυγχεῦαι δεῖ φυλάϲϲειν τὸν αὐτὸν τόνον. ἀναγκαίωϲ δὲ καὶ τὸ ἄναξ, ἀποβαλὸν τὸ ξ, τὸν αὐτὸν τόνον φυλάϲϲει. πολλαὶ γὰρ αἱ εἰϲ ᾱ βαρυνόμενον κλητικαὶ τῶν ἀρϲενικῶν, Ὀρέϲτα, Θυέϲτα. καὶ αὐτὸ δὲ τὸ τοῦ ἄναξ πάθοϲ ἀνάλογον, ἐν οἷϲ τῆϲ μὲν εὐθείαϲ τὸ ξ οὐκ ἀφείλετο, ARGVM. 7 Sed Trypho fallitur; nam voces, in quibus consona supprimitur, accentum non servant, nisi ubi forma ita facta eiusdem accentus patiens est; — 19 iure igitur ὑπόδρα accentum retrahit, quod non in iis adverbiis est in ᾱ exeuntibus, quae accentum retrahunt. DISCR. SCRIPT. 1. ‘Concinnius legeris ποραθέϲει’ b in var. lect., παράθεϲιϲ A b in textu | 9. ‘Malim διαλάβῃ’ b in var. lect., διαλάβοι Ab in textu | 10. εϲτιν A | 11. οιον το A, τὸ b | 13. τάϲιν· τὰ δὲ GUhlig, τάϲιν, τά τε Ab | εν τηνι, sed altera η litterae lineola deleta, ut sit εν τινι, A; ‘fort. leg. ἔν τινι’ b in var. lect., idem coniecit GFSchoemann, ἐν τηνι b in textu, μόνον ἐν τῇ τοῦ ϲ GDronke | 15. τουτω γαρ τω λογω A | εφυλαξεν A | 19. αναβεβηβακεναι A | 20. ἐπὶ τοῦ οὕτωϲ· sic interpunxit RSchneider, ἐπὶ τοῦ οὕτωϲ, b, ἐπὶ τοῦ οὕτωϲ, ⟨ψϲ⟩ RSkrzeczka, ἔτι τὸ οὕτωϲ GDronke margini exemplaris sui adscripsit | 23. τοῦ b, το A | 24. ϲυγχεῦαι GFSchoemann, ϲυγχεύαϲ Ab, post hanc vocem fol. 122r. | ⟨δεῖ φυλάϲϲ⟩ειν vel ⟨δεῖ τηρ⟩εῖν GFSchoemann, ⟨δεῖ ἀναμέν⟩ειν vel ⟨ἀναμέν⟩ει RSkrzeczka | 26—27. ⟨βαρυνόμενον ⟩ b | 27. κλιτικαι A | supra alteram  ν in αρϲενικων voce adscriptum ??, quo indicetur aliquid h. l. intercidisse, et in margine haec esse videntur ονοματα δοτικα, sed vix  legi possunt | 27—28. lac. expl. b κλητικῆϲ δὲ τῆϲ δυναμένηϲ καὶ εἰϲ ᾱ λῆξαι, ὡϲ ἀνάπαλιν οἰκείωϲ ἐπὶ τοῦ γάλαξ τὸ ξ ἀπέβαλλεν, ἀνεφίκτου οὔϲηϲ τῆϲ εἰϲ ξ καταλήξεωϲ, ἐπεὶ οὐδὲν οὐδέτερον εἰϲ διπλοῦν λήγει. — ἄπειροϲ ἡ εἰϲ τὸ τοιοῦτον παράθεϲιϲ. ὅθεν χωρητέον καὶ ἐπὶ τὸν προκείμενον λόγον.

Τὸ δὴ ὑπόδρα δύναται μὲν καὶ κατὰ φύϲιν εἰϲ ᾱ λήγειν, δύναται δὲ καὶ κατ᾿ ἔλλειψιν τοῦ ξ ἐξενεχθὲν τάϲιν ἀνάλογον ἀναδεδέχθαι. — ἐντελὲϲ μὲν οὖν ἐϲτὶν ἐν τῇ ληγούϲῃ, εἰ τῇδε εἴη ἐϲχηματιϲμένον. τὸ δρῶ ϲημαίνει καὶ τὸ ὁρῶ, ἀφ᾿ οὗ καὶ τὸ δρωπάζειν, καὶ τὸ δραπέτηϲ ὁ ἐπιβλέπων τοὺϲ δεϲπόταϲ. καὶ ϲαφὲϲ ὅτι ἐγένετο ἐπίρρημα είϲ ᾱ περατούμενον, ὅμοιον τῷ ἀντῶ ἄντα, ἠρεμῶ ἠρέμα· ἀφ᾿ οὐ ϲύνθετον τὸ ὑπόδρα. — δύναται δὲ καὶ παρὰ τὸ ὁρῶ εἶναι τὸ ἀκόλουθον ὅρα, καθότι εἴπομεν καὶ τῷ ἀντῶ ἄντα παρακεῖϲθαι, ϲιγῶ ϲῖγα. ὃ δὴ πλεονάϲαν τῷ δ ἐγένετο ὑπόδρα, καθότι καὶ ἐν τῷ μίγα τὸ μίγδα, δ δὴ πάλιν παρέκειτο ῥήματι τῷ μίϲγω· τῆϲ ϲυναλοιφῆϲ Ἰωνικωτέραϲ γενομένηϲ, καθότι καὶ ἐπὶ τοῦ ἀπηλιώτηϲ. — Ἀλλ᾿  εἰ καὶ ἀπὸ τοῦ ὑποδράξ εἴη, ὅπερ πάλιν τῷ δέρκω παράκειται, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, δύναιτο ἄν, καθὼϲ ἐπεδείξαμεν, καὶ ἐν ἀποβολῇ τοῦ ξ γενόμενον βαρεῖαν τάϲιν ἀναδέξαϲθαι. πρῶτον μὲν γὰρ οὐκ ἀνέφικτον τὸ πάθοϲ, ἐπεὶ οἷόντε καὶ εἰϲ ᾱ λήγειν ἐπιρρήματα. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ᾱ λήγοντα ὀξυνόμενα ὑποπίπτει λόγοιϲ τοιούτοιϲ, ϲυνέχουϲι τὴν ὀξύτητα τοῦ ᾱ, καθὼϲ ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται, ὡϲ τὰ μὲν εἰϲ δᾱ παρακείμενα τοῖϲ εἰϲ δον ὀξύνεται, τά τε ὁμοφωνοῦντα ὀνομαϲτικῇ πληθυντικῇ οὐδετέρᾳ, καὶ ὥϲ τινα τῶν εἰϲ θᾱ· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα ἐν βαρείᾳ τάϲει εἰϲίν, ὥϲπερ τὸ αἶψα, τὸ τάχα, ῥίμφα, ὄφρα· δῆλον ὡϲ καὶ τὸ ὑπόδρα, οὐ ARGVM. 5 Sed fortasse non est decurtatum: potest enim ex δρῶ ═ δέρκομαι ortum esse, — 11 vel ex ὑπ ὅρα, π ionico more non mutata. TESTIM. 7 Schol H ad A 148 ὀ μὲν Ἀπολλόδεορος (Ἀπολλώνιος scr. AL entz) δύο λέγει παραγωγάς, [ὁ δὲ Ἡρωδιανός μίαν] ὡς ἀπὸ περισπωμένω ων, οὕτως ὥσκερ γὰρ ἀπὸ τοῦ ἠρεμῶ γίνετα ἠρέμα καὶ ἀπὸ τοῦ σιγῶ σῖγα, , . . οὕτω καὶ ἐκ τοῦ ὁρῶ καὶ τῆς ύπὁ προθεσεως γίνεται ὑπόρα, καὶ πκ κλεονσμ ῷ τοῦ δ ὑπόδρα, τᾶ ὐφορασδαι, ἔστι δὲ καὶ ἄλλως. ἔστι γὰρ δρῶ, καὶ σημαίνει τὰ βλέπω, ἐξ οὑ καὶ δρᾶσις καὶ δρὰμα ἐκ τοῦ ο οὖν δρῶ γίνεται δρᾶ , καὶ μετὰ τῆς ὑπό προιἐσεως ύπόδρα, τὸ ὑποβλέπειν. καὶ δραπέτης οὖν ἐξ αὐτοῦ . δὲ Ἡρωδι ανὸς κτλ. . . τὸ δὲ ὑποδράξ ἀποβαλόν τὸ σύμφωνον ἀνεβίβασε τὸν τόνον. ὥσπερ ἀνυστής ἀνύτης, δεσποστής δεσπότης κτλ. Cf. Εp. Hom. 420, 8. Εt M. 781, 47 (ubi eodem modo Ἀπολλώνιος nomen corρuptum; praeterca pro ἀπὸ περισπωμένων legitur ἀπὸ πνρακειμένου. quod Lent2 Ηerod Il 191 sic correxit μὲν Ἀπολλώνιος), Εt. Gud. 544, 14. Cf Et Or 47, 20. Et M 285, 40 287, 6. DIsca. SCRIPT, 1. ⟨οἰ⟩κείωϲ b, ἡ εὐθεῖα coniecit GDronke | 2. ἀνεφίκτου οὕϲηϲ GDronke, ἀνέφικτοϲ οῦϲα Ab 12. τῷ GDronke GFSechoemann, τὸ Αb 13 τῷ δ b, τὸ δ Α | 14. ῥἡματι τῷ b, τω ρηματι το Α | ϲυναλειφηϲ Α 16. τῷ b, τὸ Α 17. δυναιτο αν in rasura Α |20. ϲυνεχουϲιν Α |22. leg videtur οὐδετέρᾳ᾿ b in 11 var. lect, οὐδέτερα id in textu Α 23. ουτωϲ supra lin alio atram. A2 πῖπτον ὑπὸ τὸν λόγον τῶν ὀξυνομένων, τὸν τῶν βαρυτόνων ἐπιρρημάτων τόνον ἀναδέξεται. πρόκειται αὕτη ἡ ἀπόδειξιϲ ἔν τε τῷ περὶ τοῦ ἀέκητι καὶ τοῖϲ κατειλεγμένοιϲ κατὰ τὰϲ αἰτίαϲ τῶν ϲυμφώνων τῶν ἀναβιβαζόντων τὸν τόνον.

Πρὸϲ δὲ τοὺϲ φαμένουϲ μηδὲ ὅλωϲ αὐτὸ ἐπίρρημα εἶναι, ϲύνδεϲμον δὲ παραπληρωματικόν, ἔϲτιν ἀποφήναϲθαι ὡϲ πρῶτον μὲν βιάζονται ϲυγκοπὰϲ ϲυνδέϲμων παραδεχόμενοι, ὅπερ οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι. καθόλου γὰρ πᾶν πάθοϲ ἐξ ὁμοίου πάθουϲ κατορθοῦται. ὁ γὰρ λέγων περὶ ϲυγκοπῆϲ τῆϲ ἐν ὀνόμαϲι, ϲυγκοπὴν ἐπιδείξει καὶ ἐν ἑτέροιϲ ὀνόμαϲι καὶ ἐν ἐπιρρήμαϲι καὶ ῥήμαϲι. παρὰ γοῦν Αἰολεῦϲι ϲυνεχέϲτερον μὲν αἱ προθέϲειϲ ϲυγκόπτονται, οἱ δὲ ϲύνδεϲμοι οὺκ εὐθετίζονται μὲν εἰϲ ϲυγκοπάϲ, εἰϲ δὲ ϲυναλοιφάϲ. — ὅ τι δέ ἐϲτι τὸ ἐμποδίζον τὸ τὴν αὐτὴν ϲημαϲίαν ἐν παραλλήλοιϲ κεῖϲθαι, ὅπου γε καὶ ἄλλα πλεῖϲτά ἐϲτιν ἐν παραλληλότητι κείμενα, ὡϲ τὸ ἔποϲ τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζε (A 361), καὶ ἐν ἀντωνυμίαιϲ κὰδ δέ μιν αὐτόν (Φ 318), καὶ ἐν ϲυνδέϲμοιϲ καί τε χαλιφρονέοντα (ψ 13),ἤτοι μὲν Μενέλαοϲ (Γ 213), καὶ ἐν προθέϲει ἀμφὶ περὶ κρήνην (B 305),προπροκυλινδόμενοι (X 221) καὶ ἐν ϲυνθέτῳ πολλάκιϲ ἁπλᾶ ἐπιφέρεται τὰ αὐτὰ, οὐδέ τί μοι ποδάνιπτρα ποδῶν (τ 343),κατὰ μεγαλήτορα θυμόν (ι 299). καὶ ϲαφὲϲ ὅτι τοῖϲ τοιούτοιϲ ὑποπέπτωκε τὸ ὑπόδρα ἰδών. πρὸϲ οἱϲ ὑπάρχει ἡ αὐτὴ ϲύνταξιϲ τοῦ ὑπιδών τῷ ὑπόδρα ἰδών, ὡϲ ἀμφοτέρων τῶν ῥημάτων τὸ αὐτὸ δηλούντων.

Καὶ τοϲαῦτα μὲν περὶ τοῦ ὑπόδρα, ὡϲ εἴη ἐπίρρημα.

Argvm. 5 Qui ὑπόδρα coniunctionem completivam esse censent ex ὑπὸ δή ῥᾶ ortam, ostendere debent, coniunctiones syncopen omnino pati. —12 Nihil impedit ne in ὑπόδρα ἰδών videndi notio bis insit: id enim non abhorret ab Homeri consuetudine.Discr. Script. 1 —2. επιρρηματον A | 3. τοῖϲ κατειλεγμένοιϲ GDronke in marg. exemplaris sui, τῶν κατειλεγμένων Ab | ϲυμρώνων τῶν GDronke, ϲυμφώνων καὶ Ab, ϲυμφώνων RSkrzeczka | 5. φαμένουϲ b, εφαμεν ουϲ A sequitur fol. 122 v. | 10 ἐπιρρήμαϲ⟨ι καὶ⟩ vel ἐπιρρήμαϲ⟨ι,⟩ RSkrzeczka, επιρρημαϲ in fine versus A, ἐπίρρημαϲ⟨ιν⟩ b, ἐπιρρημαϲ⟨ι καὶ ἐν ⟩ EEgger, qui fallitur dicens in A esse επιρρημα | 12, ϲυναλειφαϲ A | 5 ὅ τι Ab, ‘aptius fuerit τί’ b in var. lect. | 14. ἐϲτιν A b in var. lect., ἐϲτι b in textu | 15. ωνομαζεν A | 17. ουτων A 23. προπροκυλινδόμενοι b, προκυλινδομενοι A, προπροκυλινδόμενοϲ Homerus 25 μοι deest A | 28. τῷ ὑπόδρα ἰδίν GFSchoemann, τὸ ὑπόδρα Ab, πρὸϲ τὸ ὑπόδρα vel ἐν τῷ ὑπόδρα RSkrzeczka

Ὅτι δὲ καὶ τὸ πύξ καὶ τὸ λάξ καὶ τὰ τούτοιϲ ὅμοια ϲχήματα οὐ πάντωϲ διὰ τὴν μετάληψιν τὴν εἰϲ τὸ πυγμῇ , καθότι τινὲϲ ωήθηϲαν, ὀνόματα ἂν εἴη. ϲαφὲϲ ἐκ τοῦ ἐπὶ ῥῆμα φέρεϲθαι πάντοτε τὰϲ φωνάϲ, καθότι καὶ τὰ ἄλλα τῶν ἐπιρρημάτων, καὶ ἐκ τῆϲ παρεπομένηϲ ἀκλιϲίαϲ ἐπὶ τὰϲ πτώϲειϲ καὶ τοὺϲ ἀριθμούϲ, ὅπερ παρεπόμενον ἦν, ὡϲ πρό κειται, τῷ ἐπιρρήματι. καὶ γὰρ ἂν τὰ ὀνόματα ἐπὶ τὰ ῥήματα φέρηται, ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν οὐδὲ καθ’ ἕνα ϲχηματιϲμόν. ἀλλ ’ οὐδὲ ἐκεῖνο θαρϲήϲειέ τιϲ φάναι, ὡϲ καὶ ἄλλα ὀνόματα ἄκλιτα ἂν εἴη, καὶ οὐ παρὰ τοῦτο ἐπιρρήματα, εἴγε τῆϲ ἀκλιϲίαϲ ἐκείνων λόγον ἔϲτιν εὑρέϲθαι, λέγω τοῦ πέντε ἢ ἕξ καὶ τῶν τοιούτων, ἢ καὶ τῶν ϲτοι χείων, ὡϲ κατὰ τὸ δέον ἐκτεθείμεθα οὐκ ἔϲτι μέντοι ἐπινοῆϲαι ὄνομά τι ἐϲ διπλοῦν λῆγον, ὃ οὐ πάντωϲ κλίϲεωϲ ἔτυχε. καὶ ἕνεκα κλίϲεωϲ καὶ ϲυντάξεωϲ τὸ μὲν πτύξ ὄνομά ἐϲτιν, ἐπεὶ καὶ πτυχόϲ καὶ πτύχεϲ· τὸ δὲ πύξ ἐπίρρημα καὶ τὸ λάξ, ϲυνταϲϲόμενα τοῖϲ ῥήμαϲι καὶ οὐκ ἔχοντά τιν’ ἄλλην ϲύνταξιν ἢ τὴν ῥηματικήν.

Ἀκολούθωϲ διαληπτέον καὶ περὶ ἐπικρίϲεωϲ τοῦ πέντε καὶ τῶν τοιούτων , μὴ ἄρα καὶ αὐτὰ διὰ τὴν παρεπομένην ἀκλιϲίαν ἐπιρρήματα ὑπολάβῃ τιϲ ἀριθμοῦ δηλωτικὰ εῖναι. — Διότι μὲν οὖν , ὀνόματα ὄντα, ἄκλιτά ἐϲτιν, ἐντελέϲτερον μὲν εἴρηται ἐν τῷ περὶ ἀντωνυμιῶν, ἔνθα καὶ ἐπεδείκνυμεν, καθ’ ὃν λόγον αἱ ἀντωνυμίαι ἄκλιτοι, ὡϲ ἕνεκά γε τῶν παρεπομένων φωνῶν. ἦν δὲ τὰ ϲυνεκτικὰ τῶν λόγων , ὡϲ τὰ διὰ μιᾶϲ φωνῆϲ τριγένειαν ὑπαγορεύοντα οὐκ ἐφικτὰ εἰϲ κλίϲειϲ. καὶ ἕνεκά γε τούτου τὸ μὲν τρεῖϲ καὶ τέϲϲαρεϲ καὶ εἶ τιϲ τοιοῦτοϲ ἀριθμὸϲ ⟨οὐ⟩ μοναδικὸϲ κατὰ τριγένειαν , ἐκλίνετο, τὰ δὲ πέντε καὶ τὰ ὅμοια οὐκέτι. ἄλλωϲ τε καὶ οἱ κανόνεϲ τῶν ὀνομάτων ἀρχὴν ἔχουϲι τὴν θέϲιν τῆϲ λέξεωϲ, ὅτε φαμὲν τὰ εἰϲ ω λήγοντα ἢ εἰϲ υξ ἢ εἰϲ αξ, ἢ ὅτε φαμὲν τὰ πληθυντικὰ εἰϲ αι λήγειν ἢ εἰϲ εϲ ἢ εἰϲ οι, ἐφ’ ὧν τὸ δέον παρελαμβάνετο κατὰ τὰϲ κλίϲειϲ. τὸ δὲ πέντε καὶ ἕξ οὐκ ἔχεται ἀρχῆϲ κανονικῆϲ· ποῖον γὰρ πληθυντικὸν εἰϲ εξ λήγει ποῖον δὲ πληθυντικὸν εἰϲ ε λήγει; καὶ τὸ τοιοῦτον ἐντελέϲτερον ἐπιδειχθήϲεται ἐν ἑτέροιϲ. ἔνθεν οὖν ὑπεχώρηϲαν οἱ κανόνεϲ, οὐ δυνάμενοι κατὰ τῶν ARGVM. I Πὺξ et λάξ adverbia esse apparet, quod et semper cum verbo coniunguntur et indeclinabilia sunt. —16 Numeralia indeclinabilia quamquam non flectuntur, tamen nomina sunt. - 21 Nam quae una voce tria genera indicant, non flectuntur. Neque ulla est regula, ad quam dirigi possint. Mirum igitur non est, illa non flecti. DISCR. SCRIPT. 1. inscriptio περι του πυξ και λαξ και των ομοιων maiusc., Α | 4. ακλιϲι Α | 6. φερεται Α | 8. litterae εντιϲ in θαρϲηϲειεντιϲ in rasura alio ut videtur atram. in Α | 9. εκεινον Α | 10. lac. expl. b, post τοιουτων incipit fol. 123 r. | 15. fort leg ἔχοντά τιν’ ἄλλην b in var. lect , ἔχοντα τὴν ἄλλην Ab in textu | 24. οὐ RSkrzeczka. idem GDronke in margine adscripserat ἰδίων παραλαμβάνεϲθαι λημμάτων φαμὲν κὰν τοῖϲ προκειμένοιϲ, ὅτι ἑτέρα μὲν ϲύνταξίϲ ἐϲτιν ἡ τῶν ἐπιρρημάτων πρὸϲ τὰ ῥήματα, ἑτέρα δὲ ἡ τῶν πτωτικῶν ὡϲ πρὸϲ τὰ ῥήματα. τῇδε οὖν τούτων ἐχόντων, φαμὲν οὕτωϲ, πεντάκιϲ παρεγένετο, τετράκιϲ παρεγένετο, οὐ μὴν ἔτι οὕτωϲ, πέντε παρεγένετο, ὅπερ εἰ μὴ ὀνοματικὸν εἴη, κἂν καθ’ ἕνα ϲχηματιϲμὸν εἰχε τὸ πέντε ὡϲ πρὸϲ τὴν τῶν ῥημάτων ϲύν ταξιν. φαμὲν δὲ τὰ πέν τε παρεγένοντο, ϲυμπληθυνομένου τοῦ ῥήματοϲ ὡϲ πρὸϲ τὸ ὄνομα, ὡϲ εἰ καὶ ἄνθ ρωποι παρεγένοντο.

Τὸ ὄφελον οἱ μὲν κατὰ ϲυνεκδρομὴν ῥήματόϲ φαϲι κεκλίϲθαι παρὰ τῷ ποιητῇ εἰϲ πρόϲωπα . εἴγε καὶ τὸ δεύτερον ὄφελεϲ καὶ τὸ τρίτον ὄφελεν· οἱ δὲ ἐκ ῥήματοϲ ὑποϲυγκεκόφθαι τοῦ ῶφειλον , διὸ κατὰ τὴν τοῦ ἀπαρεμφάτου ϲύνταξιν οὐκ ἐν παραλληλότητι αὐτὸ τίθηϲι τῷ εἴθε, αἴθ’ ὤφελλεϲ (Ξ 84). Φαίνεται δὲ ὅτι καὶ τὸ δεῦρο, ὁμοίωϲ ὅν ἐπίρρημα, ἐχόμενον δὲ ὡϲ προϲτακτικῆϲ ἐννοίαϲ, κατὰ ϲυνεκδρομὴν πάλιν ὡϲ ἀριθμὸν ἀνεδέξατο ἐν τῷ δεῦτε, φίλοι· τὸν ξεῖνον ἐρώμεθα (θ 133). ῷ λόγῳ καὶ τὸ ἄγε ἄγετε.

Τὰ εἰϲ ων λήγοντα , ὀνόματα μὲν ὄντα, παραϲχηματιϲμὸν ἔχει ἤτοι ἐν κοινότητι ὡϲ ὁ ϲώφρων ἡ ϲώφρων , ὁ γείτων ἡ γείτων, ἢ ἐν καταλήξει τῇ εἰϲ νᾷ , Λάκων Λάκαινα, δράκων δράκαινα· οἰϲ μέντοι παράκειται θηλυκὰ εἰϲ ϲα λήγοντα, τούτοιϲ παρέπεται τὸ εἶναι μετοχάϲ, ARGVM. 1 Si adverbia essent, cum singulari et plurali verborum nullo discrimine construerentur: atqui construuntur cum no plurali. Nomina igitur sunt. –9 Ὅφελον alii proprie adverbium esse putant . alii genuinum verbum. 15 Eodem modo δεῦρο, quod ipsum quoque adverbium est, pluralis formam adsumpsisse videtur. - 20 Ἀκέων quidam participium esse putant, ut quod declinetur. TKSTIM. 15 Ep. Mom. 3, 5 ῳσπερ γὰρ τὸ δεῦρο, ὁμολογουμένως ὂν ἐπίρρημα, ἐχάμενον δὲ προστακτικῆς ἐννοίας , κατὰ συνεκδρομὴν ἀναδρομὴν ὰριδμὸν scr. RSchneider) ἀνεδέξατο, . . οὕτως τά ἄγε, ἐπίρροημα ὄν, κατὰ συνδρομήν (συνεκδρομήν scr, RSchneider) τοῦ ῥήματος ἕσχε παρατατικὸν πληθυντικὸν scr. RSchneider)  τὸ ἄγετε. cf. ib. 118, 10 sqq. DISCM. SCKIPT. 5. ετι Α, om. b in textu . supplevit in var. lect, | 7. τὰ Ab in textu, suspectus est articulus b in var. lect. | ϲυμπληθυνομένου RSchneider. ϲυμπληρουμένου Αb | 12. κατὰ GF FSchoemann , καὶ Ab οὐκ GFSchoemann, post ϲύνταξιν complures voces, in quibus ἀναδέξαϲθαι fuisse videatur, intercidisse censet R krzeczka | 14. lac. expl. RSkrzeczka, qui dubitat an Ω 254 afferatur 15. ἐχόμενον δὲ nunc quidem evan. in Α | 16 πάλιν ψϲ b, in Α litterae λιν nunc legi iam non possunt, πληθυντικὸν GDronke 18. μεθᾳ evan. in Α 22. ληξει Α Α΄, κατα ab Α- supra scriptum 23. fort εἰϲ ca b in var. lect., ειϲα Α, εἰϲ b ἰυ textu λέγων λέγουϲα, φρονῶν φρονοῦϲα. καὶ διὰ τούτου γε τοῦ λόγου δείκνυται, ὅτι τὸ κρείων μετοχή, ἐκ τοῦ κρείουϲα γυναικῶν (Χ 48). ὁμολόγωϲ οὖν τὸ ἀκέων μετοχή· ἰδοὺ γὰρ παράκειται θηλυκόν , ἀλλ’ ἀκέουϲα κάθηϲο (Α 565).» — ”εϲτι δὲ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ταῖϲ μετοχαῖϲ πολὺ πρότερον προῦφέϲτηκε ῥήματα , φέρω φέρων, φρονῶ φρονῶν. εἴπερ οὖν τὸ ἀκέων μετοχή, ϲαφὲϲ ὅτι καὶ ῥῆμα προυποϲτήϲεται τὸ ἀκέω. ἀλλ’ οὐδεμία ὑπόμνηϲιϲ τοῦ ῥήματοϲ. ἀλλ’ ἀϲύϲτατον τὸ ῥῆμα· βαρυνόμενα γὰρ οὐκ ἔϲτιν ἐπινοῆϲαι ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ε παρεδρευόμενα, διϲύλλαβα μέντοι, πλέω, ῥέω, κέω, ἡ τὰ παρ’ Ἴωϲι διῃρημένα, φιλέω, νοέω. εἰ δὲ μὴ τὸ τοιοῦτον μὴ παρέπεται, οὐ μετοχὴ τὸ ἀκέων· οὐ γὰρ ἔχει ῥῆμα. Τὸ δὲ μεῖζον τὰ πτωτικὰ ϲυμμεταϲχηματίζεται τοῖϲ ἀριθμοῖϲ, τὰ δὲ ἐπιρρήματα καθ’ ἔνα ϲχηματιϲμὸν ἐκφέρεται. τοῦ μὲν προτέρου, ἄνθρωπ οι ὄν τεϲ διαλέγεϲθε, ἄδοντεϲ ὑμνεῖτε, δια χεόμεν οι ἄδετε· τοῦ δὲ δευτέρου, κρύβ δην ᾄδετε, βοτρυδὸν παραγίνεϲθε. εἴπερ οὖν καὶ τὸ ἀκέων μετοχή, ϲαφὲϲ ὅτι πρὸϲ μὲν τὸ ἑνικὸν καθ’ ἑνικὴν ϲύνταξιν παραληφθήϲεται, ἀκέων εὐφραίνου, πρὸϲ δὲ τὸ πληθυντικὸν κατὰ πληθυντικήν, ἀκέοντεϲ εὐφραίνεϲθε, ὡϲ ἡϲυχάζων εὐφραίν νου, ἡϲυχάζον τεϲ εὐφραίνεϲθε. ὅπερ οὐ παρείπετο ἐν τῷ ἀκέων δαίνυϲθε (φ 89). ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἡϲυχῇ δαίνυϲθε ἢ ἡϲυχ ὧϲ δαίνυϲθε. κατὰ τοῦτον δὴ τὸν τρόπον ἐπιρρηματικῆϲ ἔχεται ϲυντάξεωϲ μᾶλλον ἤπερ μετοχικῆϲ. - Περὶ τοῦ μεταϲχηματιϲμοῦ ἐκεῖνο ἔϲτι φάναι, ὡϲ ὁ τύποϲ ὡϲ μετοχικὸϲ γενόμενοϲ τοῦ ἐπιρρήματοϲ, κατὰ ϲυνεκδρομὴν ἔϲχε θηλυκὸν παραϲχηματιϲμόν, ῷ λόγῳ καὶ τὸ ἄγε, ἐπίρρημα ὄν, τῇ ϲυνεκδρομῇ τοῦ ῥήματοϲ ἔϲχε παρακείμενον τὸ ἄγετε, ὡϲ καὶ δεῦτε, φίλοι· τὸν ξεῖνον ἐρώμεθα (θ 133). ARGVM. 6 At 1) verbum ἀκέω nunquam fuit 9— 2) Ac ne potuit quidem esse, cum praeter verba ionice distracta nulla sint in εω plus duarum syllabarum. 13 5) Cum verbi plurali coniunctum non mutatur. —25 Ergo adverbium est. Sed forma eius participio similis in causa fuit, cur ἀκέουϲα fingeretur. TESTIM, 23 cf. Ep Cram. 22, 30 —23, 12 DISCH. SCRIPT. 5 αλλα ακεουϲα Α | 12. εἰ δὲ RSkrzeczka. εἰ δὲ μὴ Ab, εἰ γε μὴν GFSchoemann | 15. διαλεγεϲθαι Α αιδοντεϲ Α 16. αιδετε Α αιδετε Α 17. παραγίνεϲθαι Α 19. πρὸϲ δὲ πληθυντικὴν abbr. Α in marg. b, om. Α 24. εχετε Α | 28. fort. legendum τοῦ ῥήματοϲ b in var. lect., τοῦ ἐπιρρήματοϲ Ab in textu καὶ, ὡϲ ἔφαμεν, τὸ ὄφελον ὑπείληπται πρὸϲ ἐνίων κατὰ ϲυνεκδρομὴν γεγονέναι ῥήματοϲ ἐν τῷ ὡϲ ὄφελεϲ (ω 30), ὡϲ εἰ μὴ τὸ ὤφειλον ὑποϲυγκέκοπται. ἐν μέντοι ἐνίαιϲ ἐκδόϲεϲιν ἦν θηλυκὸν τὸ ἀέκουϲα, ἀλλ’ ἀέκουϲα καθῆϲτο (Α 565).— Ἴϲωϲ δὲ καὶ παράκειται τῷ ἀκήν, μετατεθέντοϲ τοῦ ἡ εἰϲ ω καὶ πλεονάϲαντοϲ τοῦ ε, ὡϲ ἔφαμεν, τόνου ἐγγενομένου μετοχικοῦ διὰ τὸν τύπον, καθό τινεϲ ψήθηϲαν καὶ τὸ χρῆν χρεών. τὴν εἰϲ τοῦτο ἀκριβῆ παράθεϲιν ἐντελέϲτερον ἐν τῷ περὶ μετοχῶν ἐκθηϲόμεθα.

Καὶ περὶ τοῦ ἄνεῳ δὲ διαφορά τιϲ κατὰ τὸν μεριϲμὸν εἰϲήγετο πρὸϲ ἐνίων, ὡϲ εἴη μᾶλλον ὄνομα πληθυντικόν , Ἀττικῶϲ κεκλιμένον, ὧ λόγῳ καὶ τὸ ῑ προϲκείμενον. ἔχει δὲ τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. ἰά ἐϲτιν ἡ φωνή, καὶ ἴϲωϲ ἀπὸ τοῦ ἰέναι ἐπὶ πᾶϲαν ἀκοήν. ἦν δὲ τὰ εἰϲ ᾱ λήγοντα θηλυκὰ ὀνόματα μεταπίπτοντα καὶ εἰϲ οϲ μετὰ τὰϲ ϲυνθέϲειϲ, ϲκιά ἄϲκιοϲ, ὥρα ἄωροϲ, μοῦϲα ἄμουϲοϲ, ἡμέρα ἐφήμεροϲ, πεῖρα πολύπειροϲ. κατὰ ϲτέρηϲιν οὖν τὴν διὰ τοῦ ᾱ ἐγίνετο ἄνιοϲ (ϲύνεϲτι δὲ ἐπ’ ἐνίων ϲτερήϲεων τὸ ν, ὡϲ ἐπὶ τοῦ ἀναίϲχυντοϲ, ἀναιδήϲ). καὶ εἰϲ εὐθετιϲμὸν Ἀττικῆϲ ἐπεκτάϲεωϲ μετάθεϲιϲ ἐγένετο τοῦ ῖ εἰϲ τὸ ε, καθάπερ καὶ οἱ ἀγχίμαχοι ἀγχέμαχοι καὶ ἡ Ϲικυὼν Ϲεκών παρὰ Ϲικυωνίοιϲ. (καὶ εἰ τὸ ἀκριβὲϲ τοῦ λόγου τιϲ ἐπιζητήϲειεν, ἐπὶ τούτων ἁπάντων μετάθεϲιν τοῦ ῑ εἰϲ τὸ ε εὺρήϲει, μάντεωϲ ὄφεωϲ· καὶ γὰρ αὐτὰ εἰϲ τοῦτο μετατίθεται ὑπὲρ Ἀττικῆϲ ἐπεκτάϲεωϲ) ἀφ’ οὑ πληθυντικὴ ἐκφορὰ ARGVM. 7 Fortasse ex ἀκὴν factum est ἀκέων. —11 Ἄνεω a quibusdam pro plurali habitum est, ex ἄνιοϲ, attice ἄνεωϲ, declinato. TKSTIM. 11 Et. M. 104, 26 sqq. — 17 Ep. Cram. 42, 4 ἄνεως. τοῦτο σχη ματίζετα διττῶς. γὰρ ἐκ τοῦ ἴα ἐστί, καὶ σημαίνει τὴν φωνὴν . . μετὰ τοῶ στερητικοῦ ᾱ ἄνιος, κατὰ πλεονασμὸν τοῦ ν, ὡς αἶμα ἀναίμα ων, προπαροξύ νεται . . καὶ τὸ Ἀττικὸν ἄνεως. ἢ παρὰ τὰ αὔω τὸ φωνῶ γίνεται ἄναυος ὁ ἄφωνος, καὶ ἀκοβολῇ τοῦ ν ἄναος . . . Ἀττικόν ἄνεως προπαροξύνεται. κανὼν χάρ ἐστιν ὁ λέγων. ὅτε ἀπὸ ῥημάτων ἀποτελεῑται ἀνόματα σὐνθετα εἰς ος λήχouτα, τρίτην ἀπὸ τέλους ἔχε τὴν ὀξεῖα , οἶον μυκῶ δίμυος (ἐρίμυκος scr. RSchneider), συλῶ ἄσυλος, φυτῶ νεόφυτος οὕτως οὖν αὕω ἄναυος καὶ ἄναος. Et. Or, 19, 35, in quo additur οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ ἐπιρρημάτων. Εt. M. 105, 17. Et. Gud. 56, 22. DISCR. SCRIPT 1. τὸ ὄφελον ⟨ὑπείληπται⟩ GFSchoemann. ἐν τῷ ὤφελον Ab 2 —3. ἐν τῷ ψϲ ὄφελεϲ, εἰ μὴ RSkrzeczka GFSchoemann, ἐν τῷ ὄφελεϲ ψϲ εἰ μὴ Ab; post ρημα incipit fol. 124 r. | 4. ὧφειλον GFSchoemann, ὤφειλεν Ab 6. αλλα αεκουϲα Α | κάθηϲο Homerus | 7. Ἴϲωϲ KLehrs, οὕτωϲ Ab | καὶ del. BSkrzeczka | 8. εκγενομενον Α | 11. ανεωι Α | 13. τῆιδε Α | 17. δὲ Ab in textu, fort. γάρ b in var. lect. 22. μάντεωϲ, ὄφεωϲ GFShoemann, μάντεοϲ, ὅφεοϲ Α b αυτα — in fne versus Α Ἀττικὴ ἄνεῳ. — ᾿εϲτι καὶ οὕτωϲ φάναι. παρὰ ῥήματα ἀποτελεῖται ὀνόματα εἰϲ οϲ λήγοντα, τρίτην ἀπὸ τέλουϲ ἔχοντα τὴν ὀξεῖαν, φοιτῶ νεόφοιτοϲ, μυκῶ ἐρίμυκοϲ, αὐδῶ ἄναυδοϲ. οὕτω καὶ παρὰ τὸ αὔω ἄναυοϲ, καὶ ἐλλείψει τοῦ υ ἄναοϲ. ἀφ’ οὑ τὸ Ἀττικὸν ἄνεωϲ, ὡϲ Μενέλαοϲ Μενέλεωϲ. –Ὅτι μὲν οὖν δύναται ὔνομα πληθυντικὸν εἰναι, ϲαφὲϲ ἐντεῦθεν. ἀλλὰ δῆλον, ὡϲ καὶ Ἀριϲτάρχῳ καὶ τοῖϲ ἀπὸ τῆϲ Ἀριϲτάρχου ϲχολῆϲ ϲυνήρεϲκε, τὸ μὴ μᾶλλον ὄνομα ἐκδέχεϲθαι, ὡϲ ἐπίρρημα δὲ ἐκ τοῦ καθ’ ἕνα ϲχηματιϲμὸν ἐκφέρεϲθαι καὶ ἐπὶ ἑνικῆϲ ϲχέϲεωϲ καὶ ἐπὶ πληθυντικῆϲ παραλαμβάνεϲθαι, ὅπερ οὐ παρείπετο ὀνόμαϲι καὶ γένουϲ μὴ εἶναι διακριτικόν. ἔϲτι δέ που καὶ ἐπὶ ἐνι. κῆϲ ἐκφορᾶϲ τὸ τοιοῦτον, ἡ δ’ ἄνεῳ δὴν ἧϲτο (ψ 93). καὶ ϲαφὲϲ ὅτι, εἰ δοθείη ἡ γραφὴ ϲὺν τῷ ϲ, δοθείη ἂν καὶ τὸ ὄνομα εἶναι τὸ ἄνεωϲ· εἰ δὲ μηδεμία ἀπόδειξίϲ ἐϲτι τῆϲ τοῦ ϲ προϲθέϲεωϲ, ὁμολόγωϲ, ὡϲ πρόκειται, ἐϲτὶν ἐπίρρημα. – ἔϲτι μέντοι γε ἐπικρῖναι τὸ ϲχῆμα τῷ τοῦ ὀνόματοϲ μεριϲμῷ, ἐπεὶ ἀντικείϲεται, ὡϲ ἀκριβέϲτερον ἐν τοῖϲ ἐξῆϲ δεδείξεται, τιὸ μὴ είϲ ω περατοῦϲθαι τὰ ἀπὸ τριγενῶν ὀνομάτων, ἀπὸ δὲ μονογενῶν. οὐ γὰρ δή γε τῷ φίλοϲ παράκειται ἐπίρρημα εἰϲ ω περαιούμενον, εἰϲ δὲ ωϲ, καὶ καὶ ἐν τοῖϲ τοιούτοιϲ· τῷ μέντοι τόνοϲ, μονογενεῖ ὄντι, παράκειται τὸ τόνῳ. εἴπερ οὖν καὶ τὸ ἄνεωϲ, ἐκ κοινοῦ γεγονὸϲ τοῦ ἄναοϲ ἢ ἄνιοϲ, ἐπιθετικῶϲ παραλαμβανόμενον παράκειται ἐπιρρήματι, ϲαφὲϲ ὅτι οὐκ εἰϲ ω περατούμενον, εἰϲ δὲ ωϲ. δεδείξεται γάρ, ὡϲ ἔφην , καὶ ἐν τοῖϲ ἑξῇ, ὡϲ οὐ τοῖϲ τοιούτοιϲ πάλιν τριγενέϲιν οὖϲι παράκειται ἐπίρρημϲ εἰϲ ω περατούμενον, ἀνώτεροϲ ἀνωτέρω, ἐϲώτεροϲ ἐϲωτέρω.

ARGVM. I Poteris etiam sic statuere: ab αὔω derivatur ἄν -αυοϲ. uude ἄναοϲ et attice ἄνεωϲ, cuius illud est plurale. –8 Contra Aristarchei pro adverbio habuerunt, quod ita ut adverbium usurpetur. Quaeritur autem, quo modo adverbium illud factum sit. Nam ut ἄνεωϲ exstiterit: ex eo tumen ortum esse non potest: nam in ωϲ, non in ω exiret.DISCE. SCRIPT. 1. ανεωι Α 2 — 3. Legendum φοιτῶ νεόφοιτοϲ b in var. lect., φοιτω νεοφυτοϲ Α, φύω νεόφυτοϲ b in textu | 6. τοῖϲ b, τηϲ Α 7. ϲυνήρεϲκε τὸ malim b in var. lect , ϲυνηρέϲκετο Αb in textu | 9. παραλαμβάνεϲθαι RSkrzeczka. παραλαμβάνετο Ab in texta, ea vox delenda videtur᾿ b in var. lect. | 10. καὶ — διακριτικόν delevit RSchneider 13. an ? b in var.lect, qud probat G FSchoemann, ῑ Αb in textu 18.post παρακειται fol. 124 v. | 1 9.post prius καὶ intercidisse fere haec ⟨τῷ εὐϲεβήϲ καὶ τῷ ταχύϲ ⟩ suspicatur RSchneider 20. τῷ μέντοι b, τὸ μεντοι Α | 21 καί τὸ ανεωϲ Α, καὶ τὸ ἄνεῳ b, τῷ ἄνεωϲ RSkrzeczka GFSchoemann | γεγονόϲ Ab, γεγονότι RSkrzeczka GFSchoemann 21—22. παραλαμβανόμενον Ab, παραλαμβανομένῳ RSkrzeczka GF Sehoemann 22. ἐπιρρήματι G Uhlig RSchneider, ἐπίρρημα τι Ab RSkrzeczka GFSchoemann 22—23. εἰϲ ω περατούμενον Αb, εἰϲ ωϲ περατοὑμενον GFSchoemann | 23. εἰϲ δὲ ω Ab, εἰϲ δὲ ω GFSchoemann οὐ G GUhlig, αῦ Ab

ἐχομένωϲ ϲκεπτέον καὶ περὶ τῶν ἐν ταῖϲ φωναῖϲ ϲχημάτων.